JGR V 24.1
Περὶ ὡρειαρίων τῶν [καὶ] ὑποδεκτῶν καλουμένων, καὶ περὶ ὡρείων καὶ τῶν ἐν αὐτοῖς ἀποκειμένων εἰδῶν.
Abrir no leitor do IusCommune →1
pr.[Ἀνάγν. βι. νς ' τί. θ ' κεφ. α΄ καὶ β΄ καὶ γ ' καὶ τί. ια κεφ. ζ΄.] Ἡ διάταξις κελεύει μοδίους χαλκοῦς καὶ λιθίνους γενέσθαι, ἕνα ἕκαστος συντελεστὴς ἀσφαλῶς καταβάλλῃ. λαμβανέτωσαν δὲ οἱ ὑποδέκται τοῦ μὲν σίτου τὴν πεντηκοστὴν, τῶν δὲ κριθῶν τὴν τεσσαρακοστὴν, οἴνου δὲ καὶ λάρδου εἰκοστήν. οἱ δὲ ἐν ἀρμενίᾳ ὑποδέκται καὶ κριθῆς καὶ σίτου τεσσαρακοστὴν λαμβανέτωσαν· οἴνου δὲ καὶ λάρδου πεντεκαιδεκάτην μοῖραν.
2
pr.Ἐν δὲ τῷ θ ' κεφ. Ὁ ὑποδέκτης ἢ ὁ ταβουλλάριος ἅπαξ ἐλεγχθεὶς περὶ τὴν οἰκείαν ὑπηρεσίαν μηκέτι μετερχέσθω διὰ τοῦ αὐτοῦ ἐπιτηδεύματος.