IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ψ

JGR V 23.3

Περὶ ψήφων δικαστικῶν ἤτοι ἀποφάσεων, καὶ ποῖαί εἰσιν ἀπειλητικαὶ ἀποφάσεις.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ ' τί. έ κεφ. μθ ' καὶ ο΄. ἀνάγν. καὶ βι. ἡ τί. α΄ κεφ. μζ΄, ἐν ᾧ φησι· Τὴν ἀποφάσει τμηθεῖσαν δίκην μηδὲ βασιλέως ἀνακαλείτω ἀντιγραφή. μὴ μάτην οὖν τὴν πλάνην αἰτιῶ τῶν συνηγόρων, παροῦσα καὶ μὴ παραχρῆμα ἀντειποῦσα ἢ ἐκκαλεσαμένη τὴν ἀπόφασιν.

2

pr.Ανάγν. βι. θ΄ τί. α΄, ἐν ᾧ καὶ περὶ ἐκκλήτου διαλαμβάνει, οὗτινος ἐν τῷ νέ κεφ. φησίν· Ἐὰν ἐξενεχθῇ ἀπόφασις κατὰ ἀπόντος τινὸς, ὁ δὲ γνοὺς μὴ ἐκκαλέσηται, οὐκέτι δύναται προφάσει τῆς ἰδίας ἀπουσίας τὴν ἀπόφασιν ἀνατρέπειν.

3

pr.Ἐν δὲ τῷ ξ΄ κεφ. Ἐάν τις ἐξ ἀνάγκης ἀπολειφθῇ, ἡ γενομένη κατ᾿ αὐτοῦ ἀπόφασις οὐκ ἰσχύει.

4

pr.Ἐν δὲ τῷ ξδ΄ κεφ. Ἐὰν ἀπόφασις λεχθῇ μόνον, μὴ μέντοι γραφεῖσα πρότερον ἀναγνωσθῇ, ἄχρηστος ' ἔστω.

5

pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Ἡ ἀπόφασις ἡ παρὰ τὸν τύπον τῶν δικαστηρίων ἐξενεχθεῖσα ἀνυπόστατός ἐστιν.

6

pr.Ἐν δὲ τῷ ο΄ κεφ. Ἡ ἀπόφασις ἡ λαθραίως λεχθεῖσα ἀνίσχυρός ἐστιν.

7

pr.Ἐν δὲ τῷ οε΄ κεφ. Ἡ διάταξις κελεύει, μηκέτι τὸν δικαστὴν ἀκολουθεῖν ἑτέρᾳ ψήφῳ γεγενημένῃ, ἀλλὰ σκοπεῖν, τί κατὰ νόμους ἀκόλουθον, καὶ οὕτως ἀποφαίνεσθαι.

8

pr.Ἐν δὲ τῷ φή ' κεφ. Ἐὰν ἀπόφασις γένηται κατὰ τοῦ μείζονος τῶν κε΄ ἐνιαυτῶν, καὶ μὴ ἐκκαλέσηται μηδὲ διαλύσηται, ἀνάγκην ἔχει πληρῶσαι τὰ ἀποφανθέντα.

9

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ λη ' κεφ. φησί· Εἰ ἐξ ἴσων δικαστῶν ἐναντίαι γένωνται ψῆφοι, ἐπὶ μὲν ἐλευθερίας τὰ ὑπὲρ αὐτῆς κρατεῖ· ἐπὶ δὲ τῶν ἄλλων, κἂν ἐγκλήματα ὦσι, τὰ ὑπὲρ τοῦ φεύγοντος. εἰ δὲ εἰς διαφόρους ποσότητας κατεδίκασαν, ἡ ἐλάττων κρατεῖ.

10

pr.Ἐν δὲ τῷ με κεφ. Τὴν οἰκείαν ψῆφον δι᾽ ἄλλης οὐκ ἀναιρεῖ ὁ ἄρχων. τὰ δὲ ἀκόλουθα τῇ ψήφῳ καλῶς ἀναπληροῖ, τῇ αὐτῇ μέντοιγε ἡμέρᾳ.

11

pr.Ἐν δὲ τῷ νδ΄ κεφ. Ὁ ψηφισάμενος παύεται εἶναι δικαστὴς, καὶ οὐκέτι διορθοῦται τὴν ψῆφον.

12

pr.Ἐν δὲ τῷ οἱ κεφ. Ἐπὶ προσχήματι καινῶν συμβολαίων μετὰ ταῦτα εὑρεθέντων τὰς ἀποφάσεις ἀνανεοῦσθαι, εἰς ὑπόδειγμα βαρύ ἐστι.

13

pr.[Ἐν δὲ τῷ ος κεφ.] Τὸν γὰρ πρὸς καταβολὴν ὑπέρθεσιν αἰτοῦντα ἐφησυχάζειν τῇ ἀποφάσει φανερῶς ἀποδείκνυται· ὥσπερ ἐκεῖνος ὅστις οἱῳδήποτε τρόπῳ τῇ ἀποφάσει ἐφησύχασεν. οὐδὲ γὰρ ἀνακαινίζεσθαι τὰ ἀποφανθέντα ἡ τῶν ἀποφάσεων ἀνέχεται αὐθεντία.

14

pr.Ἐν δὲ τῷ φς κεφ. Δικαστὴς καταδικάσας τινὰ παρασχεῖν νομίσματα ρ΄, μετὰ ταῦτα ὡς ἀπειλῶν αὐτῷ εἶπεν, ὅτι ἐὰν μὴ καταβάλλῃ εἴσω τοῦδε τοῦ χρόνου, τόκους τυχὸν ἡμιεκατοστιαίους δίδωσι. λέγει οὖν ἡ διάταξις, ὅτι οὔτε ἀπόφασίς ἐστιν αὕτη, οὔτε ἐπερώτησις.

15

pr.Ἐν δὲ τῷ φθ ' κεφ. Ἐὰν διαλαλήσας ὁ ἄρχων δοθῆναι τυχὸν ρ ' νομίσματα [ἐπήγαγεν], ἐὰν μὴ δοθῶσιν εἴσω τοῦδε τοῦ χρόνου, δοθῆναι τὸ διπλάσιον ἢ τὸ τετραπλάσιον, τοῦτο ἀπειλή ἐστιν, οὐχὶ ἀπόφασις.

16

pr.Ἐν δὲ τῷ ργ ' κεφ. Ἐὰν ὡς διαθήκης προενεχθείσης ἔκρινεν ὁ ἄρχων, μετὰ δὲ ταῦτα εὑρεθῇ πλαστὴ ἐκείνη ἡ διαθήκη, κινεῖται ἄνωθεν τὸ δικαστήριον, μὴ ἀντικειμένης τῆς ἀπὸ [τῆς] καταδίκης παραγραφῆς.

17

pr.Ἡ διάταξίς φησιν, ὅτι καὶ χωρὶς ἐκκλήτου ἄχρηστος ἡ ἀπόφασις ἡ ἀπὸ πλαστῶν δικαιωμάτων γενομένη.

18

pr.Ἡ διάταξις κάλλιστον λέγει νόμιμον, ὅτι κἂν τὰ μάλιστα δύναταί τις ἀποδεῖξαι πλαστὸν δικαίωμα προενεχθὲν ἐν τῷ δικαστηρίῳ, ὅμως οὐκ ἄλλως ἀνατρέπει τὴν ἀπόφασιν, εἰ μὴ ἀποδείξει, ὅτι ὁ δικαστὴς ἀκολουθήσας ἐκείνῳ τῷ δικαιώματι κατεδίκασεν αὐτόν.

19

pr.Λέγοντός τινος ἀπὸ πλαστῶν δικαιωμάτων καταδικασθῆναι χρὴ ὑπερτεθῆναι τὸν τῆς ἀποφάσεως ἐκβιβασμόν.

20

pr.Ἀνάγν. καὶ βι. ί τί. δ΄ κεφ. ις ' θέμ. δ ' καὶ κεφ. ιζ ' καὶ τὴ καὶ μβ΄, ἐν οἷς φησιν περὶ ἀποκαταστάσεως ψήφων καὶ ἀποφάσεων. ἀνάγν. καὶ τί. λβ ' κεφ. α΄, ἐν ᾧ φησιν· Ὅταν τὶς ἐκκαλέσηται κατὰ ἀποφάσεως, ἢ μὴ ἐκκαλέσηται μὲν, αἰτήσῃ δὲ ἀποκατάστασιν, πάντα ἐν τῇ οἰκείᾳ καταστάσεις μένειν χρὴ, ἕως ὅτε τὸ πρᾶγμα πληρωθῇ. τούτου δὲ φροντίδα ποιείσθω ἐκεῖνος, εἰς ὃν ἀνήκει τὸ περὶ τούτου πρᾶγμα.

21

pr.Ανάγν. βι. λθ ' τί. α΄ κεφ. ή, ἐν ᾧ φησιν· Ἐὰν μέρος τῶν δικαστῶν ὑπὲρ τῆς διαθήκης καὶ μέρος κατ᾿ αὐτῆς ψηφίσηται, τὰ ὑπὲρ αὐτῆς κρατεῖ· εἰ μὴ δείκνυται προφανῶς ὑπὲρ τοῦ γεγραμμένου κληρονόμου ἀδίκως ψηφισάμενον.