JGR V 23.2
Περὶ ψιλῆς ἐπαγγελίας, καὶ περὶ ψιλοῦ συμφώνου.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. ια΄ τί. α΄ κεφ. ς΄, ὅπερ προείρηται ἐν τῷ περὶ συμφώνων. καὶ κεφ. ξθ΄, ἐν ᾧ φησι· Παραδόσεσι καὶ διὰ χρήσεως ἐνισταμέναις κυριότησιν, οὐ μὴν ψιλοῖς συμφώνοις αἱ δεσποτεῖαι μεταφέρονται.
2
pr.Καὶ κεφ. ος΄, ἐν ᾧ φησι· Κινούμενός τις ἐκ φιλοτιμίας ἐπηγγείλατό τινι χωρὶς ἐπερωτήσεως καθ᾽ ἕκαστον ἐνιαυτὸν παρέχειν αὐτὸν λόγου χάριν νομίσματα ν΄. καὶ δὴ φυλάττων ταύτην τὴν ψιλὴν ἐπαγγελίαν αὐτοῦ ἐπί τινας ἐνιαυτοὺς παρέσχε τὰ ἐτήσια ν ' νομίσματα. ἀλλὰ μετὰ ταῦτα μεταμεληθεὶς οὐκέτι ἠνέσχετο παρασχεῖν τὰ ἐπαγγελθέντα. λέγει τοίνυν ἡ διάταξις, μὴ ἀναγκάζεσθαι αὐτὸν ταῦτα παρέχειν εἰς τὸν ἐφεξῆς χρόνον, εἰ μὴ παρηκολούθησεν ἐπερώτησις.
3
pr.Ἀνάγν. βι. κ΄ τί. α΄ κεφ. πζ΄, ἐν ᾧ φησιν· Ἐὰν ὁ τοῦ ἀγροῦ δεσπότης τὴν δοθεῖσαν πρόχρειαν τοῖς γεωργοῖς αὐτὸς ἐπηρωτήθη διδόναι τῷ μισθωσαμένῳ τὸν ἀγρὸν, κατέχεται. ἐὰν δὲ συμφωνήσῃ μόνον ἀπὸ ψιλοῦ συμφώνου, ἀγωγὴ οὐ τίκτεται.
4
pr.Ἀνάγν. καὶ βι. κθ ' τί. ε΄ κεφ. λ΄ θέμ. γ΄. [ἀνάγν. καὶ βι. μγ ' τί. ε΄ κεφ. γ΄, ὅπερ εἴρηται ἐν τῷ περὶ ἐπερωτήσεως. καὶ βι. ια΄ τί. α΄ κεφ. νθ΄, ὅπερ εἴρηται ἐν τῷ περὶ προικός.]