JGR V 23.1
Περὶ ψευδομαρτύρων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. λζ΄, ἐν ᾧ φησι· Τοῖς δὲ εὐλαβεστάτοις πρεσβυτέροις καὶ διακόνοις, εἰ εὑρεθεῖεν ὑπὲρ χρηματικῆς αἰτίας ψευδομαρτυρήσαντες, ἀρκέσει᾽ ἀντὶ βασάνων ἐπὶ τρεῖς ἐνιαυτοὺς χωρίζεσθαι τῆς θείας ὑπηρεσίας καὶ μοναστηρίοις παραδίδοσθαι. ὑπὲρ δὲ ἐγκληματικῶν αἰτιῶν εἰ ψευδομαρτυρίαν εἴποιεν, τῆς ἐν τῷ κλήρῳ ἀξίας γυμνουμένους ταῖς νομίμοις ὑποβάλλεσθαι ποιναῖς κελεύομεν· τοὺς δὲ λοιποὺς τοὺς ἐν ταῖς ἄλλαις ἐκκλησιαστικαῖς τάξεσιν ἀναφερομένους, εἰ πλαστὴν μαρτυρίαν ἐν οἱῳδήποτε πράγματι εἴτε χρηματικῷ εἴτε ἐγκληματικῷ εἰρηκέναι διελεγχθείησαν, μὴ μόνον τοῦ κλήρου καὶ τῆς ἐκκλησιαστικῆς τάξεως ἐκβάλλεσθαι, ἀλλὰ καὶ βασάνοις ὑποβάλλεσθαι.
2
pr.Ἀνάγν. βι. κα τί. α΄ κεφ. λδ΄, ἐν ᾧ φησι· Ὁ τὰ ψευδῆ μαρτυρήσας πρότερον μὲν ἐπιορκεῖ, δεύτερον δὲ καὶ ὡς πλαστογράφος ἐνάγεται, καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τῆς μαρτυρίας ὑπονοηθεὶς ψεύδεσθαι βασάνοις ὑπόκειται. εἰ δὲ βουληθείη ὁ ἐκ τῆς ψευδοῦς μαρτυρίας καταδικασθείς πολιτικῶς κινῆσαι κατὰ τοῦ μαρτυρήσαντος, λήψεται παρ᾿ αὐτοῦ πᾶσαν ἣν ὑπέστη ζημίαν, πρὸς τῷ καὶ τὴν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν ὑφίστασθαι. εἰ δὲ καὶ ἐν αὐτῇ τῇ πρωτοτύπῳ δίκῃ ψευσάμενος ἐλεγχθείη, ἔργον ἔστω τοῦ δικάζοντος, ἢ εἰς πᾶσαν τὴν ἐπιφερομένην ἐκείνῳ καθ᾽ οὗ ἐμαρτύρησε δίκην καταδικάζειν αὐτὸν, ἢ εἰς] ἔλαττον, ἢ καὶ τιμωρίαις αὐτὸν ὑποβάλλειν, φυλαττομένων πάντων τῶν ἤδη νενομοθετημένων περὶ τῶν τὰ ψευδῆ μαρτυρούντων. καὶ κεφ. λέ΄.