JGR V 22.4
Περὶ χρήσεως καρπῶν καὶ χρήσεως ψιλῆς, καὶ οἷς κέχρηνται προνομίοις οἱ ταύτην ἔχοντες, καὶ περὶ τῶν ἀπὸ λεγάτου χρήσεων, καὶ ποίοις δαπανήμασι καὶ βάρεσιν ὑπόκεινται, καὶ ὅτι δύνανται κατὰ μίμησιν τοῦ ἀγοραστοῦ ἐξεοῦν τὸν μισθωτόν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ις ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Χρῆσις καρπῶν ἐστι δίκαιον τοῦ κεχρῆσθαι πράγμασιν ἀλλοτρίοις καὶ καρπίζεσθαι αὐτὰ, φυλαττομένης τῆς τοῦ πράγματος ὑποστάσεως.
2
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Πᾶς πόρος τῷ τὴν χρῆσιν τῶν καρπῶν ἔχοντι ἀνήκει. [Ὁ τοῦ ἐδάφους οἰκήματος ἔχων τὴν χρῆσιν, οἱαδήποτε κέρδη ἐστὶ τῶν οἰκημάτων, αὐτὸς ἔχει.] ᾿ ὅθεν αὐτὸς εἰς νομὴν τῆς ἐπὶ μελλούσης ζημίας ἀγωγῆς πέμπεται, καὶ δεσπόζει τῆς τοῦ γείτονος οἰκίας, εἰ μὴ λάβῃ τὴν ἀσφάλειαν, καὶ οὐκ ἀπόλλει τὴν δεσποτείαν φθειρομένης τῆς χρήσεως. Ὁ τὴν χρῆσιν ἔχων τῶν καρπῶν δίδωσι τὰ δημόσια καὶ τὰ δαπανήματα καὶ τὰς ἐκ τοῦ πράγματος ἐαθείσας διατροφάς· Καὶ ἀνανεοῖ, ὥσπερ [καὶ] ἐγκεντρίζει τὰ δένδρα.
3
pr.Ἐν δὲ τῷ θ ' κεφ. Αναγκάζεται ὁ τὴν χρῆσιν ἔχων γεωργεῖν τὸν ἀγρόν. αὐτῷ γὰρ διαφέρει τὰ ἐν αὐτῷ γινόμενα καὶ τὰ ἐξ αὐτοῦ δυνάμενα λαμβάνεσθαι.
4
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Κρείττονα τὴν αἵρεσιν, οὐ μὴν χείρονα τῆς δεσποτείας δύναται ποιεῖν ὁ τὴν χρῆσιν ἔχων. οὔτε γὰρ ἐκκόπτει κάρπιμον δένδρον οὔτε τὰ πρὸς τέρψιν ἐκ τῶν ἐπιτερπῶν τόπων διὰ τὸ ποιῆσαι πρόσοδον.
5
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Τὸ τέλος τοῦ κανάλου καὶ τοῦ ὑδραγωγίου καὶ τῆς ὁδοστρωσίας καὶ τῆς στρατιωτικῆς παρόδου καὶ τοῦ πολιτικοῦ (τυχὸν γὰρ ἔθος ἐστὶν ὀλίγου τιμήματος καρποὺς πιπράσκειν τῇ πόλει τοὺς κτήτορας) καὶ τὰ δημόσια τέλη ὁ τὴν χρῆσιν ἔχων δίδωσιν.
6
pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Ὁ ἔχων χρῆσιν καρπῶν δύναται πωλεῖν αὐτὴν καὶ ἄκοντος τοῦ δεσπότου ἢ καὶ τοῦ κληρονόμου αὐτοῦ. σιν, εἰ μὴ ῥητῶς εἴποι ὁ διαθέμενος. ἡ δὲ γονὴ τῶν θρεμ μάτων τῷ τὴν χρῆσιν τῶν καρπῶν ἔχοντι ἀνήκει. Ἔνθα δὲ ἀγέλης ἢ βουκολίου χρῆσις καρπῶν λεγατεύεται, ὀφείλει τὰ φθειρόμενα ἀναπληροῦν ἐκ τῶν ἐπιγεννωμένων· Καὶ τὰ ἄχρηστα· καὶ γίνεται τὰ μὲν ὑποβληθέντα τοῦ τὴν δεσποτείαν ἔχοντος, τὰ δὲ ὑπὲρ ὧν ὑπεβλήθησαν τοῦ τὴν χρῆσιν τῶν καρπῶν ἔχοντος.
8
pr.Ἀνάγν. καὶ τί. β΄, ἐν ᾧ φησι περὶ χρήσεως αὐξανομένης. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτε ἡνωμένως λεγατευθῇ ἡ χρῆσις τῶν καρπῶν, οὐ μὴν ὅτε διῃρημένως, ἁρμόζει τὸ δίκαιον τῆς προσαυξήσεως. Ἐὰν οὖν κοινῷ δούλῳ λεγατευθῇ χρῆσις καρπῶν, καὶ ὁ εἷς τῶν δεσποτῶν μὴ καταδέξηται ἢ μὴ χρήσηται, τὸ μέρος αὐτοῦ τῷ ἑτέρῳ δεσπότῃ προσαύξει, κἂν εἰ ἀνίσως ἐδέσποζον. Εἰ δὲ κοινῷ δούλῳ λεγατευθῇ χρῆσις καρπῶν, καὶ διῃρημένως πέτρῳ λεγατευθῇ, τὸ φθειρόμενον μέρος ἑνὸς τῶν δεσποτῶν τῷ ἑτέρῳ προσαύξει. ὥσπερ ὅτε δύο τισὶν ἡνωμένως καὶ ἑτέρῳ διῃρημένως λεγατευθῇ.
9
pr.Ἀνάγν. καὶ τί. γ ', ἐν ᾧ διαλαμβάνεται ποίαις ἡμέραις ὁ λεγατευθεὶς τῆς χρήσεως καρπὸς προχωρεῖ.
10
pr.Ἀνάγν. καὶ τί. δ΄, ἐν ᾧ φησι ποίοις τρόποις ἡ χρῆσις τῶν καρπῶν ἀπόλλυται.
11
pr.Ἀνάγν. καὶ τί. έ, ἐν ᾧ φησι ποίοις τρόποις ἡ χρῆσις τῶν πραγμάτων μειοῦται.
12
pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ φησι περὶ χρήσεως ἐκδικήσεως.
13
pr.Ἀνάγν. καὶ τί. ή, ἐν ᾧ φησι περὶ χρήσεως [καὶ] οἰκήσεως, καὶ τί διαφέρει χρῆσις καὶ οἴκησις τῆς τῶν καρπῶν χρήσεως. οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ τὴν χρῆσιν μόνην ἔχων κέχρηται, οὐ μὴν καρπίζεται. Ἐπὶ δὲ οἴκου ' καὶ ἀνὴρ τῇ γυναικὶ καὶ γυνὴ τῷ ἀνδρὶ συνοικεῖ, καὶ τῇ ἰδίᾳ φαμιλίᾳ καὶ τοῖς ἀπελευθέροις.
14
pr.Ἐν δὲ τῷ ι κεφ. [θέμ. δ΄]· Ὁ τὴν χρῆσιν μόνην ἔχων καὶ πρὸς τὴν καθημερινὴν χρείαν κέχρηται τοῖς ξύλοις καὶ τῷ κήπῳ, καὶ ταῖς ὀπώραις καὶ λαχάνοις καὶ φύλλοις καὶ τῷ ὕδατι· οὐ πρὸς κέρδος, οὔτε κατακέχρηται.
15
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐκ τῶν ἐν τῷ ἀγρῷ γινομένων κελλαρικῶν ὁ τὴν χρῆσιν μόνην ἔχων τὸ πρὸς ἐνιαυτὸν ἀρκοῦν αὐτῷ λαμβάνει, εἰ καὶ πάντα δαπανᾶται. καὶ τῷ δούλῳ γὰρ καὶ τῷ οἴκῳ κέχρηται ὁ τὴν χρῆσιν μόνην ἔχων, ὥστε μὴ ὑπολειφθῆναι τὸν καρπὸν ἄλλῳ.
16
pr.Ἐν δὲ τῷ κει κεφ. Ὁ ἔχων χρῆσιν οἰκίας τὰ κατακέραμα ὀφείλει ποιεῖν τῆς οἰκίας ἀναλώμασιν οἰκείοις, ὡς ἔγνωμεν καὶ ἐν τῷ β΄ βι. τῶν διγέστων τί. α΄. εἰ δέ τι πε- ραιτέρω ἀνάλωσεν εἰς τὴν τῆς οἰκίας διόρθωσιν, τοῦτο λήψεται παρὰ τοῦ ἔχοντος τὴν δεσποτείαν.
17
pr.Ἐν δὲ τῷ λ ' κεφ. Ἡ χρῆσις τῆς οἰκήσεως οὔτε χρῆσις ἁπλῆ ἐστιν οὔτε χρῆσις καρπῶν, ἀλλ᾿ ἰδιάζον δίκαιον. ὁ δὲ ἔχων χρῆσιν οἰκήσεως δύναται αὐτὴν μισθοῦν ἑτέρῳ τινί· πολλῷ δὲ πλέον, ἐὰν οἰκήσεως χρῆσις ἐλεγατεύθη, διὰ τὴν ἰδικὴν τῆς χρήσεως μνήμην δύναται μισθοῦν. οὐδέποτε δὲ οἰκήσεως λεγατευθείσης δύναται λέγειν ὁ λεγατάριος, ὅτι ἡ δεσποτεία τοῦ οἴκου ἐλεγατεύθη μοι, εἰ μὴ ἄρα δείκνυται ῥητῶς, ὅτι καὶ τὴν δεσποτείαν ὁ διαθέμενος ἐλεγάτευσεν.
18
pr.Ἐν δὲ τῷ λα΄ κεφ. Ἰστέον, ὅτι χρῆσις μόνη οἰκήσεως διαφέρει χρήσεως καρπῶν. ὁ γὰρ χρῆσιν μόνην ἔχων οἰκήσεως δύναται μόνος οἰκεῖν μετὰ τῆς γαμετῆς αὐτοῦ καὶ τῶν οἰκείων παίδων καὶ ἀπελευθέρων, καὶ ἄλλων ἀπελευθέρων οἷς οὐχ ἧττον ἢ ὡς οἰκέταις κέχρηται· οὐ μὴν δύναται τὴν οἴκησιν μισθοῦν. ὁ δὲ χρῆσιν καρπῶν οἰκήσεως ἔχων δύναται τὴν οἴκησιν μισθοῦν ἑτέρῳ τοῦ κατοικεῖν· ὡς ἰνστιτουτίωνι δευτέρᾳ τί. ε΄.
19
pr.Ἀνάγν. καὶ τί. θ΄, ἐν ᾧ διαλαμβάνεται ποίοις τρόποις ἀσφαλίζεται ὁ τὴν χρῆσιν τῶν καρπῶν ἔχων τῷ τὴν δεσποτείαν ἔχοντι. οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὡς ἂν συστῇ ἡ χρῆσις τῶν καρπῶν κινητοῦ ἢ ἀκινήτου πράγματος, ἀσφαλίζεται ὁ τὴν χρῆσιν τῶν καρπῶν ἔχων, ὅτι ἀνδρὸς ἀγαθοῦ δοκιμασίᾳ κέχρηται, καὶ ὅτι φθειρομένης τῆς χρήσεως τῶν καρπῶν τὸ εὑρισκόμενον ἀποκαθίστησι, καὶ ὅτι οὐ ποιεῖ χείρονα τὴν αἵρεσιν τῆς χρήσεως τῶν καρπῶν, καὶ ὅτι ὡς ἐν ἰδίῳ πράγματι διαγίνεται.
20
pr.Ἐν δὲ τῷ ι κεφ. Ἐὰν λεγατεύσω τῇ γαμετῇ μου χρῆσιν μόνην οἴκου, δίδωσι τὴν ἀσφάλειαν, εἰ καὶ εἶπα τοὺς παῖδάς μου κληρονόμους ὄντας συνοικεῖν αὐτῇ.
21
pr.Ἀνάγν. καὶ βι. ιη΄ τί. ς ' κεφ. α θέμ. δ΄. ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. δ΄ θέμ. ιδ΄.