IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Χ

JGR V 22.3

Περὶ χρέους δημοσίου καὶ προικιμαίου καὶ ἰδιωτικοῦ, καὶ περὶ προτιμήσεως αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. θ ' τί. ε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ δανείσας εἰς ἐπανόρθωσιν οἴκου προτιμᾶται.

2

pr.[Ἐν δὲ τῷ β΄ κεφ.] Ἐν ταῖς προσωπικαῖς οἱ δανείσαντες ἐφ᾽ ᾧ τοῖς πρώτοις δοθῆναι δανεισταῖς, εἰς τὸν τόπον αὐτῶν εἰσέρχονται.

3

pr.Ἀνάγν. καὶ τί. θ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐάν τις χρεωστήσῃ πρῶτον τῷ δημοσίῳ, ὥστε ὑποκεῖσθαι αὐτῷ τὰ πράγματα αὐτοῦ, καὶ μετὰ ταῦτα λάβῃ γυναῖκα, ὥστε [καὶ] τῇ προικὶ ὑποκεῖσθαι, προτιμότερός ἐστι καὶ τῆς προικὸς ὁ δημόσιος. ἐὰν δὲ τὸ ἐναντίον πρότερον ὡς ἀπὸ προικὸς ἐχρεώστησεν, ἡ προὶξ προτιμᾶται τοῦ δημοσίου.

4

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐάν τις πωλήσῃ πρᾶγμα [καὶ] μετὰ ταῦτα συναλλάξῃ· πρὸς τὸν δημόσιον, ὁ ἀγοράσας παρ᾿ αὐτοῦ τὸ πρᾶγμα οὐκ ὀχλεῖται παρὰ τοῦ δημοσίου.

5

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ὁ ὑπεισελθὼν εἰς τὰ δίκαια τοῦ δημοσίου προτιμότερός ἐστιν ἐκείνων τῶν δανειστῶν, ὧν καὶ ὁ δημόσιος προετιμᾶτο.

6

pr.Ἀνάγν. καὶ βι. ια΄ τί. α΄ κεφ. μθ ', ἐν ᾧ φησιν· Ἐὰν οἱ δανεισταὶ μέρος ἐκ τῶν πραγμάτων ἑτοίμως ἔχωσι λαβεῖν, προτιμῶνται οἱ συγγενεῖς εὔποροι ὄντες.

7

pr.Ἀνάγν. καὶ βι. κέ τί. β΄ κεφ. νη΄ [ἐν ᾧ φησι]· Κἂν τὰ τοῦ ἀνδρὸς σιωπηρῶς ὑπόκεινται ἐπὶ τῇ προικὶ, ὅμως προτιμᾶται τῆς προικὸς τὸ πριμίπιλον.

8

pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ γενικὴν ὑποθήκην ἔχων προτιμᾶται τοῦ μετ᾿ αὐτὸν ἰδικὴν λαβόντος ἐκ τῶν αὐτῶν πραγμάτων, κἂν ἐκ τῶν λοιπῶν δύναται πληρωθῆναι· εἰ μὴ ἄρα συνεφώνησε τότε τὰ λοιπὰ ὑποκεῖσθαι, ὅτε διὰ τῶν γενικῶν οὐ δύναται πληρωθῆναι. τηνικαῦτα γὰρ δυναμένου αὐτοῦ πληρωθῆναι διὰ τῶν γενικῶν, μόνος ὁ δεύτερος δανειστὴς ὑποθήκην ἔχει τοῦ δοθέντος αὐτῷ.

9

pr.Ἐν δὲ τῷ ί κεφ. Ἐὰν βουλήσει τοῦ πρώτου ὑποτεθῇ ἄλλῳ, προτιμᾶται ὁ δεύτερος. λοιπὸν δὲ τὸ φάκτον ζητοῦμεν, πότερον τῆς ὑποθήκης ἀνεχώρησεν ἢ μόνης τῆς προγενεσίας. Ὁ μετ᾿ ἐμὲ λαβὼν ὑποθήκην μεταγενέστερός μου ἐστὶ, κἂν πρὸ ἐμοῦ ἐδάνεισεν. ὁ δὲ ὑπὸ ἡμέραν λαβὼν προτιμᾶται τοῦ μετ᾿ αὐτὸν ' χωρὶς αἱρέσεως λαβόντος.

10

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Προτιμάται ὁ πρῶτος, εἰ καὶ αὐτὸς μὲν μηδὲν συμφωνήσει περὶ τοῦ πωλεῖν τὸ ἐνέχυρον, ὁ δὲ δεύτερος συμφωνήσει. Ἐὰν τῷ μὲν πρώτῳ ψιλῶς ὑπετέθη, τῷ δὲ δευτέρῳ καὶ παρεδόθη, προτιμᾶται ὁ πρῶτος.

11

pr.Ἐν δὲ τῷ ις ' κεφ. Προτιμῶμαι τοῦ δευτέρου δανειστοῦ καὶ ἐπὶ τοῖς δραμοῦσι τόκοις μετὰ τὸ δανεῖσαι αὐτόν.

12

pr.Ἐν δὲ τῷ ιθ ' κεφ. Χρεωστῶν τις ἀπὸ τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς ὑπέθετο τὰ ὄντα καὶ τὰ ἐσόμενα, καὶ δανεισάμενος παρὰ τοῦ δημοσίου ἐπὶ ὑποθήκῃ, ἐκαινοποίησεν τὸ πρότερον χρέος ἀναλαβὼν τὰς ὑποθήκας. προτιμᾶται τοῦ δημοσίου ἐφ᾽ οἷς εἶχεν ὁ χρεώστης καὶ ἐφ᾽ οἷς ἐπεκτήσατος.

13

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐδάνεισα μαρμαρίῳ ἐπὶ ὑποθήκῃ τῶν λίθων, καὶ ἐκ τῶν ἐμῶν αἱ τιμαὶ κατεβλήθησαν· ὁ δὲ αὐτὸς χρεώστης μισθωσάμενος ὡρεῖα βασιλικὰ ἐχρεώστησεν· ἐγὼ προτιμῶμαι.

14

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ὁ προγενέστερος δανειστὴς γενικὴν ὑποθήκηνὴ ἔχων καλλίων ἐστὶ τοῦ ἰδικὴν μετ᾿ αὐτὸν ὑποθήκην λαβόντος. ὥστε οὖν ὁ ἀγοράζων παρὰ τοῦ προτέρου οὐκ ὀχληθήσεται τούτου χάριν παρὰ τοῦ μεταγενεστέρου.

15

pr.[Ἐν δὲ τῷ λέ κεφ.] Εἰ καὶ πολλοῖς δανεισταῖς τὰ αὐτὰ ἐνέχυρα ἐν διαφόροις χρόνοις ὑπετέθη, ὅμως εἰ ἐκ τῶν χρημάτων ἑνὸς αὐτῶν ἠγοράσθη ἀγρὸς καὶ ὑπετέθη αὐτῷ ἰδικῶς, καλλίων οὗτος πάντων ἐστὶν ἐπὶ τῷ ἀγρῷ.

16

pr.Ἐν δὲ τῷ λζ ' κεφ. Ὁ λαβὼν ἐνέχυρον τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν ἔχει. προτιμᾶται οὖν πάντων τῶν ἐχόντων προνόμια ἐπὶ προσωπικαῖς ἀγωγαῖς.

17

pr.Ἐν δὲ τῷ μ ' κεφ. Καὶ ἐν ταῖς ὑποθήκαις προτιμᾶται ἡ προὶξ τῶν προτέρων δανειστῶν, κἂν ἀναλωθῶσι τὰ πράγματα τῆς γυναικὸς, κἂν παῖδας μὴ ποιήσῃ· ἐξῃρημένης τῆς προτέρας προικός. ἐνταῦθα γὰρ ἡ προτέρα προτιμᾶται. ταῦτα ἐπὶ προικὸς, οὐ μὴν πρὸ γάμου δωρεᾶς φαμεν· ἐκείνη γὰρ κατὰ τοὺς οἰκείους χρόνους ἐξετάζεται. ἄλλως τε ζημιουμέναις, οὐ μὴν κερδαινούσαις βοηθοῦμεν ταῖς γυναιξί.

18

pr.Καὶ τί. ζ΄ κεφ. λη ', ἐν ᾧ φησιν· Ἐὰν δανειστὴς τὸ ὑποκείμενον ἄλλῳ πρᾶγμα πωλήσῃ, οὐ ποιεῖ αὐτῷ πρόκριμα, εἴτε γενικὴν εἴτε ἰδιωτικὴν ἔχει ὑποθήκην.

19

pr.Ἀνάγν. βι. κη΄ τί. ιγ΄ κεφ. α΄ καὶ βι. κθ ' τί. β΄ κεφ. γ ' θέμ. ε΄ καὶ 5΄ καὶ κδ΄. ἀνάγν. καὶ βι. νγ ' τί. ε΄ κεφ. ιγ ' καὶ ιδ΄, ἐν ᾧ φησι· Τότε προτιμᾶται ὁ μεταγενέστερος δανειστὴς, ὅταν δανείσῃ εἰς τὸ ἐξαρτισθῆναι τὸ ὑποτεθὲν αὐτῷ πλοῖον ἢ ἀνανεωθῆναι, ἢ εἰς τροφὴν τῶν ναυτῶν, ἢ σωθῆναι τὰ ὑποτεθέντα αὐτῷ φορτία, ἢ δοθῆναι τὸ ναῦλον· καὶ αὐτὸ γὰρ τὸ ναῦλον ἐπικρατέστερόν ἐστιν· ἢ ὑπὲρ μισθοῦ τῶν ὡρείων, ἢ τοῦ μεσαύλου, ἢ ὑπὲρ κτηνομισθίων᾽.

20

pr.Ανάγν. βι. νς τί. β΄ κεφ. γ ' θέμ. η ' καὶ θ ', ἐν οἷς φησιν· Ὁ δημόσιος μεταγενέστερον διαδεξάμενος δανειστὴν τοῖς ἐκείνου κέχρηται δικαίοις. οὐ δύναται δὲ ὁ δημόσιος χωρεῖν κατὰ τῶν χρεωστῶν τοῦ ἰδίου χρεώστου, εἰ μὴ ἀπορήσει, ἢ ἀπὸ τοῦ δημοσίου συναλλάγματος τὸ χρέος κατάγεται.

21

pr.Καὶ κεφ. θ ' ', ἐν ᾧ φησι· Τὸ δημόσιον καὶ τόκους ἀπαιτεῖ τοὺς τοῦ δημοσίου, ἐξ ὅτου ὀχλήσει τὸν χρεώστην κἀκεῖνος ἐπιγνῷ τὸ χρέος.

22

pr.Καὶ κεφ. ιζ΄, ἐν ᾧ φησι· Τῶν τοῦ δημοσίου ποινῶν οἱ δανεισταὶ προτιμῶνται.

23

pr.Καὶ κεφ. ιθ΄, ἐν ᾧ φησιν· Ὁ παρὰ τοῦ ἰδίου χρεώστου δημόσια χρήματα λαβὼν, κἂν ἠγνόει κἂν ἐδαπάνησεν αὐτὰ, [ὑπόκειται ἀποδοῦναι αὐτά]· ἀλλ᾽ οὐ μετὰ τόκων. ἔχει δὲ ὁ δανειστὴς κατὰ μὲν τοῦ χρεώστου διρέκταν ', κατὰ δὲ τοῦ ἐγγυητοῦ οὐτιλίαν· καὶ οὐκ ἐλευθεροῦνται τὰ ἐνέχυρα. ἀδιάφορον δὲ, εἴτε τὰ δοθέντα χρήματα ἀπέσπασεν ὁ δημόσιος, εἴτε ἀντ᾿ αὐτῶν ἕτερα.

24

pr.Καὶ κεφ. κε΄ καὶ λβ ' καὶ μ΄ θέμ. δ΄ καὶ θέμ. ί, ἐν ᾧ φησιν· Ὁ τοῦ δημοσίου χρεώστης καλῶς αἰτεῖ προθεσμίαν αὐτῷ δοθῆναι ἐπὶ τῷ εὐτρεπίσαι τὰ χρήματα καὶ καταβαλεῖν. καὶ ἐπὶ μὲν μεγάλης ποσότητος οὐ πλέον τῶν γ΄ μηνῶν δίδοται, ἐπὶ δὲ ἥττονος β΄. τὸ δὲ πλεῖον τούτου τοῦ χρόνου ὁ βασιλεὺς δίδωσιν. καὶ θέμ. ια ' καὶ ιβ΄, κεφ. μα΄ θέμ. δ΄ καὶ κεφ. μβ΄.

25

pr.Ἀνάγν. καὶ τί. ε κεφ. δ΄, ἐν ᾧ φησιν· Οἱ ὑπεύθυνοι τῷ δημοσίῳ [ὄντες] ἀνυπερθέτως μεθοδευέσθωσαν. καὶ μεθὸ πληρώσουσι τὸν δημόσιον, τότε τοὺς ἰδίους χρεώστας ἀπαιτείτωσαν.

26

pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ διαλαμβάνεται καὶ περὶ διαπράσεως πραγμάτων τῶν τοῦ δημοσίου χρεωστῶν. οὗτινος ἐν τῷ ια΄ κεφ. φησίν· Ὁ δανειζόμενος ἀπὸ ἀπαιτητῶν ἢ ταβουλλαρίων ἢ ταξεωτῶν δημόσια χρήματα τὸ τετραπλοῦν ἀποδιδότω.

27

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Μηδεὶς ἀπὸ τῶν θείων θησαυρῶν δανειζέσθω. εἰ δέ τις ἐκ τοῦ θείου ταμείου λαθραίως ἢ φανερῶς ἢ ἐγγράφως [ἢ] μετ᾿ ἐγγυῶν δανείσεται χωρὶς βασι λικῆς κελεύσεως, δημευέσθω καὶ περιοριζέσθω, ὁ δανείσας δὲ ἐκ τῶν θείων θησαυρῶν κεφαλικῶς τιμωρείσθω΄.

28

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ὁ δημόσιος ἀπαιτῶν τὰ ἴδια χρέα πάντων προτιμᾶται. ἀπαιτῶν δὲ τὰ ἀπὸ προστίμου, ἡττᾶται τοῖς δανεισταῖς τοῦ προστιμηθέντος.

29

pr.Ἀνάγν, καὶ τί. ιζ ' κεφ. ξδ΄, ἐν ᾧ φησι· Τὸ χρεωστούμενον εἰς δημόσιον τουτέστιν εἰς πριμίπιλον πάντων τῶν ἰδιω- τικῶν χρεῶν προτιμᾶται. ὅθεν καὶ εἰ προῖκα χρεωστεῖται γυνὴ τοῦ τὸ πριμίπιλον εἰς δημόσιον ἐποφείλοντος, πρότερον τὸ ἱκανὸν γίνεται τῷ δημοσίῳ, καὶ τότε ἡ γυνὴ δύναται ἀπαιτεῖν.

30

pr.Παράδοξον λέγει νόμιμον ἡ διάταξις, ὅτι οἱ παῖδες, εἰ καὶ μὴ κληρονομήσουσι τὸν πατέρα, κατέχονται εἰς τὸ πριμίπιλον, ὅπερ ὁ πατὴρ ἐχρεώστησεν. καὶ καλῶς εἶπεν· ἀπὸ μόνου τοῦ πριμιπίλου κατέχονται. οὐδεμιᾷ γὰρ ἀγωγῇ ἐνάγονται ἀπὸ τῶν πατρῴων δανειστῶν οἱ τὸν πατέρα μὴ κληρονομήσαντες, εἰ μὴ μόνον ἀπὸ τοῦ πριμιπίλου.