IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Χ

JGR V 22.2

Περὶ χρέους ἀπαιτήσεως, καὶ περὶ τῶν χρεωστούντων καὶ χρεωστουμένων, καὶ περὶ ἐκστάσεως καὶ χωρισμοῦ καὶ πράσεως τῶν ὑπαρχόντων τῷ χρεώστῃ, καὶ τίνες προτιμῶνται εἰς τὴν ἐξώνησιν αὐτῶν, καὶ περὶ τῶν ἐκποιουμένων παρὰ χρεώστου εἰς περιγραφὴν δανειστοῦ, καὶ περὶ διαφορᾶς χρέους καὶ δανείου, καὶ περὶ τῶν ἀρνουμένων τὰ ἴδια χειρόγραφα, καὶ τοῦ μὴ ἐνέχεσθαι γαμετὴν ὑπὲρ ἀνδρὸς εἰ καὶ συνῄνεσεν ἐν τῷ δανειακῷ γραμματείῳ, μήτε μητέρα ὑπὲρ τῶν τοῦ παιδὸς χρεῶν͵ εἰ καὶ μερικὴν ἐποιήσατο καταβολὴν, μήτε πατέρα ὑπὲρ παίδων, μήτε παῖδας ὑπὲρ πατρός· καὶ περὶ τοῦ μὴ κατέχεσθαι τὰ τῶν χρεωστῶν τέκνα παρὰ τῶν δανειστῶν εἰς ἐνέχυρον ἢ δουλικὴν ὑπηρεσίαν, μηδὲ ἐνυβρίζεσθαι τὰ λείψανα τῶν χρεωστῶν· καὶ περὶ ἀντελλόγου χρέους.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ς ' κεφ. κβ΄, ἐν ᾧ φησι· Πᾶς τῶν ἐναγόντων, καὶ ἄῤῥενες καὶ γυναῖκες, πρὸ τῆς ὡρισμένης προθεσμίας τῶν χρεῶν ἐνάγοντες καὶ κατὰ τοῦτο τὸν ἐναγόμενον βλάπτοντες, ἄλλον τοσοῦτον περιμενέτωσαν χρόνον μηδένα τόκον ἐν τῷ μέσῳ λαμβάνοντες, ὅσον αὐτοὶ προφθάσαι τὴν προθεσμίαν ἐπεχείρησαν. καὶ τοῦ χρόνου δὲ τούτου παρατρέχοντος μὴ ἄλλως ἐναγέτωσαν, εἰ μὴ καὶ τὰ δαπανήματα τῆς πρώτης εἰσόδου τὰ ὑπὲρ τῆς μεθοδείας συμβάντα τῷ διαδίκῳ καταβάλωσιν.

2

pr.Ἐάν τις ρ ' λόγου χάριν νομίσματα χρεωστούμενος κατὰ δόλον καὶ μηχανὴν παρασκευάσῃ τὸν χρεώστην σ ' νομισμάτων ὁμολογίαν αὐτῷ ἐκθέσθαι, καὶ περὶ τῶν σ΄ αὐτὸν αἰτιάσηται, εἰ μὲν πρὸ τῆς προκατάρξεως μεταμεληθείη καὶ συνομολογήσει τὸν δόλον αὐτοῦ, μηδὲν ζημιούσθω, ἀλλὰ τὰ ρ΄ τὰ ἀληθῶς αὐτῷ κεχρεωστημένα λαμβανέτω· ἐὰν δὲ καὶ προκατήρξατο καὶ ἠγωνίσατο καὶ διελέγχθη τὸν δόλον πεποιηκὼς, μὴ μόνον τῶν ρ ' τῶν ἐκ περισσοῦ προστεθέντων, ἀλλὰ καὶ τῶν ἀληθῶς κεχρεωστημένων ἑτέρων ρ ' ἐκπιπτέτω· εἰ μὴ ἄρα ἢ διάλυσις γέγονεν, ἢ β΄ ὁμολογία ἐπὶ τῶν σ ' νομισμάτων. οὔτε γὰρ μετὰ διάλυσιν οὔτε μετὰ β΄ ὁμολογίαν ἐξέσται τινὶ μεταβάλλειν ' τὴν ἤδη ὑπ᾽ αὐτοῦ γεγενημένην ὁμολογίαν.

3

pr.Ανάγν. βι. θ ' τί. γ ' κεφ. ιζ ' καὶ ιθ΄, ἐν ᾧ φησι· Μεταξὺ τῶν ἐξ ὁμοίας αἰτίας ἐποφειλομένων καλλίων ἔσται ὁ προλαβὼν, καὶ οὐδὲ ἀφαιρεῖται ὅσον ἔχει. γίνεται γὰρ καὶ αὐτοῦ λόγος, ἵνα μὴ δεῖται. καὶ κεφ. λά΄.

4

pr.Ἀνάγν. καὶ τί. ε΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐκστάσεως ὑπαρχόντων· οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ὁ ἐκστὰς, εἰ ἐπικτήσεταί τι, εἰς ὅσον εὐπορεῖ ἀπαιτεῖται. αὐτὸς δὲ οὐδὲ ἀπὸ ἄλλου τινὸς ὀχλεῖται.

5

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ μετὰ τὸ ἐκστῆναι μέτρια κτησάμενος οὐ πάσχει διάπρασιν. τοῦτο δὲ ἐκ τῆς ποσότητος διακρίνεται καὶ οὐκ ἐκ τῆς ποιότητος τοῦ ἐπικτηθέντος. εἰ δέ τις μηνιαῖον ἢ ἐτήσιον δαπάνημα διὰ οἶκτον αὐτῷ κατέλιπεν, οὐ πιπράσκονται ἐκ δευτέρου τὰ αὐτοῦ. τὸ αὐτὸ κἂν͵ χρῆσις αὐτῷ ἐδόθη ἢ κατελείφθη εἰς καθημερινὸν δαπάνημα.

6

pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Οἱ ἐκστάντες καὶ μὴ ἀρκέσαντες πληρῶσαι τοὺς δανειστὰς καὶ πάλιν ἐνάγονται παρὰ τῶν δανειστῶν. φησί· Διαπράσεως τῆς οὐσίας τοῦ χρεώστου γινομένης, τοῦ μὲν ἐξωτικοῦ ὁ δανειστὴς ἢ ὁ συγγενής προτιμᾶται εἰς τὸ ἀγοράσαι, τοῦ δὲ συγγενοῦς ὁ δανειστὴς, τῶν δὲ δανειστῶν ὁ τὸ πλέον χρεωστούμενος.

8

pr.Ἐν δὲ τῷ λς ' κεφ. Οὐ συμπιπράσκονται τοῖς τοῦ χρεώστου πράγμασιν παλλακὴ ἢ παῖδες φυσικοί.

9

pr.Εἰ ἐπερωτήσω τὸν κληρονόμον κατὰ μετάθεσιν ὃ ἐχρεώστει μοι ὁ διαθέμενος, καὶ λάβω τόκους παρ᾽ αὐτοῦ, οὐ δύναμαι λοιπὸν αἰτεῖν χωρισμὸν, ὥσπερ οὐδὲ εἰ ἐγγυητήν μοι δώσει. Εἰ μιγῶσι τὰ κληρονομιαῖα πράγματα τοῖς τοῦ κληρονόμου, οὐκέτι αἰτεῖται χωρισμὸς, πλὴν εἰ μὴ φαίνονται τὰ χρήματα ἢ τὰ ἀνδράποδα ἢ τὰ θρέμματα ἢ ἄλλο τὶ τῶν δυναμένων χωρίζεσθαι. Μετὰ πενταετίαν τῆς προσελεύσεως οὐκ ἀπαιτεῖται χωρισμός. Ταῦτα πάντα σκοπεῖ πραίτωρ καὶ ἄρχων μόνοι. Ὁ λαβὼν ἐνέχυρον ἀπὸ κληρονόμου οὐκ αἰτεῖ χωρισμόν.

10

pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Οἱ τοῦ τελευτήσαντος δανεισταὶ χωρισμὸν αἰτήσαντες οὐ δύνανται κατὰ τοῦ κληρονόμου ὑποστρέφειν.

11

pr.Ἀνάγν. καὶ τί. η΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Εἰ πρὸς περιγραφὴν δανειστῶν μου ἐλάττονος πωλήσω ἀγρὸν, ἀνατρέπεται τὸ πραθὲν, κἂν μὴ ἀναδοθῇ ἡ τιμή.

12

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ὁ ἐπὶ περιγραφῇ [τῶν] δανειστῶν ἐν εἰδήσει ἀγοράσας εἰ ἑτέρῳ πωλήσει καλῇ πίστει ἀγοράζοντι, αὐτὸς μόνος εἰς τὸ πᾶν ἐνέχεται, οὐχ ὁ ἀγοράσας παρ ' αὐτοῦ· ὥσπερ οὐδὲ ὁ ἐν ἀγνοίᾳ παρὰ τοῦ χρεώστου ἀγοράσας.

13

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Λέγει ὁ πραίτωρ· ὅσα τὶς διὰ βλάβην δανειστῶν εἰδότος σου μετά σου ἔπραξεν, εἰ μὴ παρῆλθεν ἐνιαυτὸς οὐτίλιος, ἀποκατάστησον. ἔσθ᾽ ὅτε δὲ κἂν μὴ ἔγνως, ὑπόκεισαι ἰμφακτοὺμ ἀγωγῇ. ἡ δὲ ἀνάκλησις τοῦ πραττομένου γίνεται, εἰ αὐτοὶ οἱ δανεισταὶ, οὓς ἠθέλησαν βλάψαι, πιπράσκουσι τὰ τοῦ χρεώστου πράγματα. εἰ γὰρ ἐκείνους ἐπλήρωσεν, ἄλλους δὲ ἔχει, εἰ μὲν ἁπλούστερον τοῦτο ἔπραξεν, ἀργεῖ ἡ ἀνάκλησις· εἰ δὲ τὰ χρήματα τῶν δευτέρων τοῖς πρώτοις δέδωκεν, ἀνατρέπεται. Συναπτὸς, ἀκέραιος. Ἐὰν γυνὴ ἐπὶ περιγραφῇ δανειστῶν χρεωστοῦντι τῷ ἀνδρὶ ποιήσῃ ἀποχὴν ὀνόματι προικὸς, ὅλον τὸ χρέος ἀπαιτεῖται ὁ ἀνὴρ, καὶ σβέννυται ἡ προίξ. οὐδὲ γὰρ συνίσταται προὶξ ἐπὶ περιγραφῇ δανειστῶν. Εἰ τὸν χρεωστοῦντα ἐμοὶ καὶ ἄλλοις φεύγοντα κρατήσω, καὶ ἐξ ὧν ἐπεφέρετο χρημάτων λάβω τὸ χρέος, εἰ μὲν πρὸ τοῦ πεμφθῆναι τοὺς δανειστὰς εἰς νομὴν, ἀργεῖ ἡ ἴμφακτος· εἰ δὲ μετὰ ταῦτα, χώραν ἔχει.

14

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Εἷς ἐνιαυτὸς ἀφ᾽ οὗ διαπραθῇ τὰ τοῦ χρεώστου ψηφίζεται. ἀπαιτεῖται δὲ τοκετὸς καὶ καρποὶ, ὅσοι ληφθῆναι ἠδύναντο ἐκ τοῦ περιγράψαντος. ὑπεξαιροῦνται μέντοι τὰ ἐπ᾿ αὐτοῖς ἀναγκαῖα δαπανήματα. Μετὰ ἐνιαυτὸν ἡ ἀγωγὴ αὕτη εἰς τὸ περιελθὸν δίδοται, ἵνα μὴ ἐξ ἀπάτης κερδάνῃ τὶς, εἴτε εἰς τὸν βλάψαντα εἴτε εἰς ἄλλον περιῆλθεν ἢ καὶ δόλῳ οὐ περιῆλθεν. Δίδοται δὲ κληρονόμοις καὶ διαδόχοις, καὶ κατὰ κληρονόμων καὶ τῶν ὁμοίων, μόνον μέντοι εἰς τὸ περιελθόν.

15

pr.Ἐν δὲ τῷ ιε κεφ. Εἰ ἄπορος ὢν ἐπὶ περιγραφῇ πέτρου τοῦ δανειστοῦ ἐλευθερώσω δούλους ἐν διαθήκῃ, εἶτα πληρώσω πέτρον, δανείσομαι δὲ παρ᾽ ἑτέρου, ἔῤῥωνται αἱ ἐλευθερίαι. εἰς γὰρ τὸ ἀνατραπῆναι ταύτας καὶ γνώμην καὶ ἀποτέλεσμα δεῖ συνδραμεῖν.

16

pr.[Ἐν δὲ τῷ κζ ' κεφ.] Ἡ διάταξις λέγει, ὅτι κἂν εἰς προϊκά τις ἔδωκεν ὑπὲρ θυγατρὸς πρᾶγμα ἐπὶ περιγραφῇ τῶν δανειστῶν, δύνανται ἐνάγεσθαι οἱ λαβόντες.

17

pr.Ἀνάγν. καὶ τί. θ΄, ἐν ᾧ διαλαμβάνεται περὶ χρέους δημοσίου καὶ προικιμαίου, καὶ ὅτι τῶν μὲν ἄλλων δανειστῶν καὶ προγενεστέρων προτιμῶνται, ἐν ἑκατέροις δὲ νικᾷ ἡ προγενεστέρα· καὶ ὅτι τὸ προνόμιον τῶν γυναικῶν εἰς κληρονόμους οὐ διαβαίνει αὐτῶν, πλὴν εἰς παῖδας. περὶ τούτου δὲ τοῦ τίτλου εὑρήσεις πλατύτερον κατωτέρω, ἔνθα περὶ παντοίου χρέους προτιμήσεως λεχθήσεται.

18

pr.Ἀνάγν. βι. ια΄ τί. α΄ κεφ. γ΄, ἐν ᾧ φησιν· Ἡ τοῦ ἐνεχύρου ἀνάδοσις οὐκ εἰσάγει τοῦ χρέους συγχώρησιν, εἰ μὴ τοῦτο ἰδικῶς· συνέδοξε.

19

pr.Καὶ κεφ. λη΄ 2. Ὁ παραχωρηθεὶς μέρος χρέους καὶ συμφωνήσας τὸ λοιπὸν εἴσω προθεσμίας καταβαλεῖν ἢ ἐπιδιδόναι τὸ πᾶν, ὑπερήμερος γενόμενος ἀπαιτεῖται τὸ ὅλον.

20

pr.Καὶ κεφ. μζ΄ 3. Ὁ τοῦ μέλλοντος χρόνου λαβὼν τόκον σιωπηρῶς συμφωνεῖ μὴ ἀπαιτῆσαι τὸ κεφάλαιον ἐν τοσούτῳ. Τὸ δὲ αὐτὸ σύμφωνον εἶναι δύναται ἀπὸ μὲν τοῦ ἑνὸς μέρους προσωπικὸν, ἀπὸ δὲ τοῦ ἑτέρου γενικόν· ἐὰν γὰρ εἴπω, ἐγὼ οὐκ ἀπαιτήσω, οἱ κληρονόμοι μου καὶ σὲ καὶ τοὺς κληρονόμους σου ἀπαιτοῦσιν· εἰ δὲ εἴπω, σὲ οὐκ ἀπαιτῶ, κἀγὼ καὶ οἱ κληρονόμοι τοὺς κληρονόμους σου ἀπαιτοῦμεν.

21

pr.Ανάγν. καὶ βι. ιε τί. δ ' κεφ. ιη καὶ κή, ἐν ᾧ φησιν· Ὁ χρεώστης καταβαλών, ἅπερ ἐποφείλει, κινεῖ τὴν ἀποκαταστατικὴν ἀγωγὴν, ἀπαιτῶν καὶ τὸ χειρόγραφον αὐτῷ ἀναδοθῆναι καὶ τὰ ἄλλα δικαιώματα τὰ ἀνήκοντα τῷ συναλλάγματι.

22

pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. β΄ κεφ. ιβ΄ καὶ βι. κγ ' τί. α΄, οὗτινος ἐν τῷ ε κεφ. φησίν· Ὁ χρεωστῶν μοί τι ἐὰν ἐμποδίσῃ δοῦναι αὐτὸ, καὶ ἀπόληται, αὐτὸς ζημιοῦται. ἐμποδίζει δὲ οὐ μόνος ὁ ἐσχηκὼς εὐχέρειαν καὶ μὴ δεδωκὼς, ἢ δόλῳ μὴ ἐσχηκὼς, ἀλλὰ καὶ ὁ εὐλόγως ὀφείλων εἰδέναι ὡς ἐχρῆν αὐτὸν δοῦναι.

23

pr.Ἐν δὲ τῷ ια κεφ. Ἐὰν δανείσω σοι ί ' νομίσματα ἐπὶ τῷ ἀποδοῦναί μοι θ΄, εἰς μόνα τὰ θ ' ἐνέχῃ. εἰ δὲ ἐπὶ τῷ ἀποδοῦναι ια΄, τὰ ἱ μόνα ἀπαιτῶ.

24

pr.Ἐν δὲ τῷ νε κεφ. Ἐάν τις δανείσηται χρήματα, εἰ καὶ εἰς ἀλλότρια πράγματα ἐδανείσατο, αὐτὸς ἐνέχεται, μὴ περιεργαζομένων ἡμῶν τὴν αἰτίαν.

25

pr.Ἐν δὲ τῷ νη΄ κεφ. Ὁ δανείσας ἄρχοντι ἐπαρχίας, ἐὰν ἐν τῇ ἐπαρχίᾳ ἧς ἄρχει ' παραγένηται ὀφείλων λαβεῖν παρ ' αὐτοῦ τὰ κεχρεωστημένα, ἐπειδὴ πρόξενος αὐτῷ γίνεται κλοπῆς, ὡς ἀγοραστὴς τῶν νόμων ἐξοριζέσθω. εἰ δὲ μέλλοντι αὐτῷ ἄρχειν δανείσει τὴν δόσιν τῆς ἀρχῆς, αὐτὸς καὶ ὁ ἄρχων ἐξοριζέσθω.

26

pr.Ἐν δὲ τῷ νθ ' κεφ. Ἐὰν προφέροιτό τινος συγγραφή, ὁ δὲ αὐτὴν ἐξαρνοῖτο καὶ ταῦτα γράμματα ἔχουσαν αὐτοῦ, ὡς ἀναγκασθῆναι τὸν διώκοντα πράγματα ὑπομεῖναι περὶ τὴν σύστασιν αὐτῆς, ἢ τὰ μὲν γράμματα δέχοιτο, φήσει δὲ μὴ καταβεβλῆσθαι τὸ χρέος αὐτῷ, καὶ συσταίη τοῦτο νομίμοις τρόποις ὁ διώκων, τὴν καταδίκην κατ᾿ αὐτοῦ διπλασίαν ἐφ᾽ ἑκατέρου θέματος γίνεσθαι θεσπίζομεν. οὐχ ὅτι τοῖς πικροτέροις τῶν νόμωνε ἡδόμεθα, ἀλλ᾽ ὅτι τὰς δίκας διὰ τούτων ἐλάττους ἀποτελοῦμεν, ὥστε τῷ δέει τῆς ποινῆς θᾶττον αὐτοὺς λέγειν, ἅπερ ὁμολογεῖν προσήκει. ταῦτα δέ φαμεν, εἰ μὴ περὶ τὰς ἀποδείξεις ὁ διώκων ἀπειπὼν ὅρκῳ τοῦ φεύγοντος τὴν μέχρι νῦν ἄρνησιν λυθῆναι βουληθείη. εἰ γὰρ τοιοῦτό τι πράξειεν, εἰ μὲν εὐθὺς ἐξ ἀρχῆς μετὰ τὴν ἄρνησιν ἐπαγάγοι τὸν ὅρκον, κἀκεῖνος εὐθὺς ὁμολογήσειε τὸ εἰς ἄρνησιν ἐνεχθὲν, ἀκινδύνως τό γε εἰς τὸ διπλάσιον ἔσται. εἰ δὲ μακροτέρας γενομένης τῆς δίκης τηνικαῦτα ὁ διώκων ἐπαγάγοι τὸν ὅρκον, ὁ δὲ καὶ οὕτως τὸ ἐπαγόμενονὴ ὁμολογήσειε, τῆς μὲν τοῦ διπλασίονος αὐτὸν ἐξαιροῦμεν ποινῆς, πᾶσαν δὲ τὴν δαπάνην τὴν μέχρι τότε γεγενημένην διὰ τὰς ἀποδείξεις ἐνάγοντι τῷ ὅρκῳ τούτου κρινομένην καταβάλλειν τὸν τὴν ἀρ- χὴν μὲν ἀρνησάμενον, ὕστερον δὲ ὁμολογήσαντα κελεύομεν. εἰ δέ τις τὴν ἀρίθμησιν ἐπ᾿ αὐτῷ γενέσθαι τῶν χρημάτων ἀρνησάμενος, εἶτα ὕστερον χρήσαιτο καταβολαῖς παρ᾿ αὐτοῦ γενομέναις, τῷ τοιούτῳ μηδὲν ὄφελος εἶναι τῶν ταῖς ἀληθείαις καταβεβλημένων θεσπίζομεν, ἀλλ᾽ ὁλόκληρον αὐτὸν τὸ χρέος ἀπαιτεῖσθαι κελεύομεν, καὶ ταύτην μόνην ὑπέχειν τῆς ἀρνήσεως τὴν ποινήν· οὐδενὸς τῶν δικαζόντων οὐδὲ πρὸς τοῦτο ὑποκατακλινομένου, ἀλλὰ τὴν ἀκρίβειαν τοῦ νόμου φυλάττοντος. εἰ δὲ καὶ ὁ φεύγων προκομίσειε τοῦ διώκοντος γράμματα, εἶτα ἐκεῖνος ταῦτα ἀρνηθείη, ὁ δὲ συσταίη τοῦτο, μὴ μόνον ἐκεῖνο λογιζέσθω, περὶ οὗ τὰ τῆς ἀρνήσεως ἦν, ἀλλὰ καὶ τοσοῦτον ἕτερον προσκατατιθέσθω. κἀνταῦθα δὲ ὁ περὶ τῆς τῶν ὅρκων δόσεως ὁμοίως καὶ [ἐπὶ] τοῦ ἐνάγοντος εἰσαγέσθω λόγος.

27

pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν, εἴ τις ἐκείνου περιόντος ἔτι τοῦ νομιζομένου χρεωστεῖν αὐτῷ καταλάβοι οἰκίαν τὴν αὐτοῦ, καὶ ἐνοχλοίη περιόντα τὸν ἄνθρωπον καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ (γαμετήν φαμεν καὶ παῖδας καὶ οἶκον ὅλον) ἢ καὶ σήμαντραὶ κατ᾿ οἰκείαν ἐξουσίαν ἐπιτιθέναι τολμώῃ, μὴ πρότερον ψήφου καὶ τάξεως νομίμης μετὰ τὴν τοῦ λεγομένου χρεωστεῖν τελευτὴν φυλαχθείσης· τῆς μὲν ἀγωγῆς πάντως, εἴτε δικαίαν ἔχει ταύτην εἴτε καὶ μὴ, ἐκπιπτέτω· ὁπόσον δὲ ὀφείλεσθαι λέγει, τοσοῦτον ἕτερον προσαπαιτείσθω, καὶ διδότω τοῖς τοῦ περιυβρισμένου κληρονόμοις. δήμευσιν δὲ εἰς τὸ τρίτον τῆς περιουσίας ὑφιστάσθω, καθὰ καὶ μάρκος ὁ φιλοσοφώτατος τῶν αὐτοκρατόρων ἐπὶ τῶν ἑαυτοῦ γέγραφε νόμων, καὶ ἀτιμίᾳ πληττέσθω. ὁ γὰρ τὴν ἀνθρώπου φύσιν μὴ αἰσχυνθεὶς δίκαιος ἂν εἴη καὶ χρήμασι καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασι ζημιοῦσθαι. εἰ δὲ καὶ τελευτήσαντός [τινος] περὶ τὴν ταφὴν ἁμάρτοι τὶς τοῦ τελευτήσαντος καὶ τὴν ἐκφορὰν κωλύει, γέγραπται μὲν ἤδη νόμος καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, πλὴν ἀλλὰ καὶ ἐξ ἡμῶν μείζων ἐπέστω τοῖς πλημμελήμασι ποινὴ, καὶ τοῖς αὐτοῖς ὑποκείσθω οἷς ὁ παρὼν ὑπάγει νόμος τοὺς ἐν ζωῇ τοιοῦτό τι ὁποῖον ἔφημεν πλημμελήσαντας.

28

pr.Ἀλλὰο μηδὲ τοὺς κληρονόμους τοῦ τελευτήσαντος ἢ τοὺς γονεῖς ἢ τοὺς παῖδας ἢ γαμετὴν ἢ τοὺς ἄλλους συγγενεῖς ἢ καὶ προσγενεῖς καὶ ἐγγυητὰς μηδενὶ παντελῶς ἐξεῖναι θεσπίζομεν πρὸ τῆς [τῶν] θ ' ἡμερῶν προθεσμίας, ἐν αἷς πενθεῖν δοκοῦσιν, αἰτιᾶσθαι ἢ καθ ' οἱονδήποτε τρόπον παρενοχλεῖν, ἢ τινα ὑπόμνησιν αὐτοῖς ἐπιφέρειν, ἢ ἐν δικαστηρίῳ αὐτοὺς καλεῖν, εἴτε ὀνόματι χρέους παρὰ τοῦ τελευτήσαντος καταγομένου εἴτε ἄλλης οἱασοῦν αἰτίας χάριν εἰς τὰ μνημονευθέντα ἰδικῶς δρώσης πρόσωπα. εἰ δὲ ἐντὸς τῶν θ ' ἡμερῶν τολμήσει τίς τινα τῶν εἰρημένων κρατῆσαι προσώπων ἢ μεθοδεῦσαι, ἤ τινα ὁμολογίαν ἢ ὑπόσχεσιν ἢ ἐγγύην παρ᾽ αὐτοῦ κομίσασθαι, ταῦτα [πάντα] ἀνίσχυρα εἶναι θεσπίζομεν. μετὰ δὲ τὴν τῶν θ ' ἡμερῶν παραδρομὴν, εἴ τις κατὰ τῶν τοιούτων προσώπων τινὰς ἔχειν νομίσειεν ἀγωγὰς, ταύτας κατὰ τὸν νόμον ἐγγυμναζέτω· μηδενὸς δηλαδὴ τοῖς ἐνάγουσι προκρίματος ἐκ ταύτης τῆς προθεσμίας περὶ χρονίαν παραγραφὴν ἢ ἐν ἄλλῃ οἱᾳδήποτε νομίμῳ δικαιολογίᾳ παντελῶς γινομένου.

29

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐπειδὴ δὲ καὶ τοιαύτην ἀσέβειαν ἐν διαφόροις τόποις τῆς ἡμετέρας πολιτείας ἔγνωμεν ἁμαρτάνεσθαι, ὅτι οἱ δανεισταὶ τὰ τέκνα τῶν χρεωστούντων τολμῶσι κατέχειν ἢ εἰς ἐνέχυρον ἢ εἰς δουλικὴν ὑπηρεσίαν ἢ μισθοῦντες, τοῦτο πᾶσι τρόποις κωλύομεν· καὶ κελεύομεν, εἴ τις τοιοῦτόν τι πλημμελήσει, μὴ μόνον ἐκπίπτειν αὐτὸν τοῦ χρέους, ἀλλὰ καὶ τοσαύτην ἄλλην ποσότητα καταδικάζεσθαι δοθησομένην τῷ κρατηθέντι παρ᾽ αὐτοῦ ἢ τοῖς γονεῦσιν αὐτοῦ, καὶ μετὰ τοῦτο καὶ σωματικαῖς ποιναῖς αὐτὸν καθυποβάλλεσθαι παρὰ τῶν κατὰ τόπον ἀρχόντων, ἐπειδὴ πρόσωπον ἐλεύθερον ὑπὲρ χρέους ἐτόλμησε κατασχεῖν ἢ μισθῶσαι ἢ ἐνεχυράσαι.

30

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Εἴ τις γυνὴ ἐν δανειακῷ γραμματείῳ συναινέσει τῷ οἰκείῳ ἀνδρὶ ἢ ὑπογράψει, καὶ τὴν οἰκείαν περιουσίαν ἢ καὶ ἑαυτὴν ἔνοχον ποιήσει, κελεύομεν, μηδὲν τοιοῦτον ἰσχύειν ἢ κρατεῖν, εἴτε ἅπαξ εἴτε πολλάκις τοιοῦτό τι ὑπὲρ τοῦ αὐτοῦ πράγματος γένηται, εἴτε ἰδιωτικὸν εἴτε δημόσιον εἴη τὸ ὄφλημα, ἀλλ᾽ οὕτως εἶναι, ὡσανεὶ μηδὲ γεγραμμένον ἦν, εἰ μὴ φανερῶς ἀποδειχθῇ, ὅτι τὰ χρήματα εἰς ἰδίας αὐτῆς τῆς γυναικὸς χρείας ἐδαπανήθησαν.

31

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α΄ κεφ. ις ' καὶ λα΄. ἀνάγν. καὶ τί. γ΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ὁ διὰ τροφὰς στρατιωτῶν ἀπὸ πριμιπίλου ' τῷ δημοσίῳ χρεωστῶν, ἐὰν ἄπορος εὑρεθῇ, ὀφείλουσιν οἱ τούτου χρεῶσται, κἂν μετὰ αἱρέσεως χρεωστῶσιν, ἐνάγεσθαι πρὸ τοῦ ὡρισμένου χρόνου καὶ ἀπαιτεῖσθαι τὰ κεχρεωστημένα.

32

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ανὴρ ἔχων δανειστὰς ἐμίσθωσε τὸν ἴδιον ἀγρὸν, ὁ δὲ μισθωτὸς τὸν συναρέσαντα μισθὸν κατέβαλε τῷ μισθώσαντι. μετὰ ταῦτα ἐλθόντες οἱ δανεισταὶ ἐβούλοντο τὸν μισθὸν ἀπαιτεῖν· καὶ ἡ διάταξις ἀρνεῖται τὴν μεΘοδείαν, λέγουσα οὕτως· διὰ τὰς αἰτίας τοῦ ἰδιαζόντως χρε ώστου ' τοῦ μισθώσαντος μεθοδεύεσθαι τοὺς μισθωσαμένους, τοῖς κανόσι καὶ τῷ συναρέσαντι μισθώματι τὸ ἱκανὸν ποιήσαντας, πάνυ ἄδικόν ἐστι.

33

pr.Ἐν δὲ τῷ ί κεφ. Ὁ δανειστὴς ἀντὶ καταβολῆς λαβὼν παρὰ τοῦ ἰδίου χρεώστου γραμματεῖόν τινος ἄλλου αὐτῷ τῷ χρεώστῃ ἐποφείλοντος ἔχει καὶ τὰς ὑποθηκαρίας ἀγωγάς. εἰ δὲ καὶ προγενέστεροι ἐκείνου δανεισταὶ ὑποθήκας ἔχοντες ἐπώλησαν ταῦτα τὰ πράγματα, παρὰ τῶν ἀγοραστῶν οὐκ ἀποσπῶνται.

34

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἡ κατὰ τοῦ χρεώστου προσωπικὴ ἀγωγὴ οὐκ ἀναιρεῖται, κἂν ὁ δανειστὴς ἐπιλέξηται τὰ ἐνέχυρα· ἀλλὰ λογίζεται μὲν εἰς τὸ χρέος τὸ τίμημα τοῦ ἐνεχύρου, τὸ δὲ ὑπόλοιπον ἀπαιτεῖ διὰ τῆς προσωπικῆς ἀγωγῆς.

35

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ δανείσας μισθωτοῖς οὐ δύναται τὸν δεσπότην αὐτῶν ἀπαιτεῖν, οὐδὲ εἰ παρόντος αὐτοῦ ἐδάνεισεν.

36

pr.Οὐκ ἀναγκάζονται οἱ ἄποροι χρεῶσται δουλεύειν τοῖς ἰδίοις δανεισταῖς.

37

pr.Ἀνάγν. καὶ τί. δ΄, ἐν ᾧ φησι τοῦ μὴ εὐθύνεσθαι ἄλλον ἀντ᾽ ἄλλου. οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Οὐδὲ ἐὰν ὁ ἀνὴρ δημευθῇ, συνυπάγονται τῇ δημεύσει τὰ πράγματα τῆς γυναικός.

38

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Μήτηρ ὑπὲρ τῶν τοῦ παιδὸς χρεῶν μερικὴν ποιησαμένη καταβολὴν, καὶ ἀπαιτουμένη καὶ τὰ λοιπὰ παρασχεῖν, ἐδεήθη βασιλέως· καὶ ἀντιγράφει πρὸς αὐτὴν ἡ διάταξις· ὅτι εἰ καὶ μέρος τῶν χρεῶν τοῦ παιδὸς κατέβαλες, τὰ λοιπὰ παρασχεῖν οὐκ ἀναγκάζῃ '.

40

pr.Ἐν δὲ τῷ ξε΄ κεφ. τοῦ αὐτοῦ [] τί. φησίν· Οὐκ ἀπαιτεῖ ὁ δημόσιος τοὺς χρεώστας τοῦ ἰδίου χρεώστου, εἰ μὴ ὅτε αὐτὸς ὁ πρωτότυπος ἄπορος εὑρεθῇ.

41

pr.Ἀνάγν. καὶ τί. ζ΄, ἐν ᾧ διαλαμβάνεται περὶ κληρονομιαίων χρεῶν. οὗτινος ἐν τῷ δ ' κεφ. φησί· Ἐὰν ἄνηβος κληρονομήσῃ τινὰ, ὀφείλει τὰ κληρονομιαία χρέα καταβαλεῖν.

42

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Περὶ χρεῶν οἱ κληρονόμοι κατέχονται, οὐχ οἱ λεγατάριοι.

43

pr.Ἀνάγν. καὶ τί. ί, ἐν ᾧ διαλαμβάνεται περὶ ἀντελλόγου χρέους. οὗτινος ἐν τῷ κγ ' κεφ. φησίν· Απαιτοῦντος ἐπιτρόπου ὀρφανικὸν χρέος οὐ συμψηφίζεται χρέος ἰδικὸν τοῦ ἐπιτρόπου.

44

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Καὶ ὁ δημόσιος ἀπαιτῶν καὶ χρεωστῶν ὑφίσταται συμψηφισμόν.

45

pr.Ἐν δὲ τῷ κέ κεφ. Ὁ δημόσιος ἐν διαφόροις ἐπαρχίαις ἔχει τοὺς προνοοῦντας τῶν αὐτοῦ πραγμάτων, καὶ λέγεται ἑκάστη φροντὶς στατίων. κἀκεῖνο δὲ μάθε, ὅτι ὁ δημόσιος ἐνάγων ὑπομένει ἀντέλλογον, πλὴν τότε μόνον, ὅτε ἡ αὐτὴ στατίων ἐστὶν ἡ καὶ χρεωστοῦσα. κεχωρισμένος γάρ ἐστιν ὁ λόγος ἑκάστης στατίωνος. καὶ ἐὰν εἴπωμεν γίνεσθαι τοὺς ἀντελλόγους, συγχέονται αἱ φροντίδες καὶ οἱ λόγοι τῶν καθολικῶν π.

46

pr.Ἐν δὲ τῷ κέ΄ κεφ. Ὁ μὲν μὴ χρεωστούμενον καταβαλὼν ὡς ἀπὸ καταδίκης οὐ δύναται αὐτὸ ἀναλαμβάνειν. ἀλλ᾽ οὐδὲ ἐξ ἄλλης αἰτίας ὁ χρεωστῶν δύναται εἰς ἀντέλλογον αὐτῷ ἀντιτιθέναι λέγων, ὅτι λόγισαί μοι τὸ μὴ χρεωστούμενον ὃ κατέβαλόν σοι. τῇ μέντοι καταδίκῃ κινουμένῃ δύναται ἀντέλλογος ἀντιτεθῆναι.

47

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Μέχρι τῆς συγκροτούσης ποσότητος τῆς ἐξ ἑκατέρου πλευροῦ κεχρεωστημένης ἡ τοῦ ἀντελλόγου δύναμις μίμησιν ἔχει καταβολῆς, καὶ ἐξ ἐκείνου ἀναιρεῖται ἑκατέρῳ ἡ ἀπαίτησις τῶν τόκων. ἐπὶ δὲ τῇ ὑπερβαλλούσῃ ποσότητι ἔστω ἰσχυρὰ ἡ τῶν τόκων ἀπαίτησις, εἴ γε ὅλως κεχρεώστηνται τόκοι ἐξ ἐπερωτήσεως.

48

pr.Ἐν δὲ τῷ λα κεφ. Ἐὰν ἀπὸ πράσεως τὸ τίμημα τῷ πράτῃ τα κεχρεώστηται, ὁ τοῦ ἀντελλόγου ἀντίκειται λόγος. κατὰ τοῦ δημοσίου γὰρ μόνου οἱ ἀγορασταὶ τῇ ἀπαιτήσει τοῦ τιμήματος ἀντέλλογον ἀντιθεῖναι κωλύονται.

49

pr.Ἀνάγν. [καὶ] βι. κς ' τί. α΄ κεφ. οβ΄, ἐν ᾧ φησιν· Ἐὰν τὸ χρέος μετατεθῇ ἤτοι ἀνακαινισθῇ, ἐλευθεροῦνται καὶ οἱ ἐγγυηταὶ καὶ οἱ μανδάτορες, εἰ μὴ ἄρα πάλιν ἐνόχους ἑαυτοὺς εἰς τὸ χρέος ἐποίησαν.

50

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησίν· Ἐὰν πολλοὶ μὲν ὡμολόγησαν, εἷς δὲ ἀπαριθμηθῇ, οὐδὲν ἧττον πάντες εὐθύνονται, μὴ δυνάμενοι ἀναργυρίαν αἰτιᾶσθαι οἱ μὴ λαβόντες.

51

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μετάθεσις σε χρέους ἐστὶ τοῦ προτέρου χρέους εἰς ἑτέραν ἐνοχὴν ἢ φυσικὴν μεταγωγὴς, ἐφ᾽ ᾧ τὴν πρώτην ἀναιρεθῆναι dd. Πᾶσα δὲ ἐνοχὴ διὰ τῆς ἐπερωτήσεως δύναται καινοποιεῖσθαι καὶ μεταφέρεσθαι, εἴτε πολιτική ἐστιν εἴτε τῆς ἐξ ἐπερωτήσεως ἢ τῆς ἐκ συναλλάγματος, ἵνα μέντοι ἡ β΄ ἐνοχὴ ἔῤῥωται ἢ πολιτικῶς ἢ φυσικῶς· ὡς ὅτε ἄνηβος χωρὶς αὐθεντείας ἐπιτρόπου ἐπερωτᾶται ee.

52

pr.[Ἐν δὲ τῷ λγ ' κεφ. Ἐὰν μετάθεσις γένηται τοῦ χρέους, ἀφανίζεται τελείως ἡ προτέρα ἐνοχή.]

53

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁ ὑπὲρ ἄλλου ἐπερωτηθεὶς ὀφείλει τὸ ἱκανὸν ποιῆσαι, κἂν αὐτὸς μὴ ἔλαβεν.

54

pr.Οὐδὲ τῷ δανειστῇ τοῦ δανειστοῦ μου ἄκων ὑποβάλλομαι.

55

pr.Ἐν δὲ τῷ λη ' κεφ. Ἐάν τις ἢ ἄλλο πρόσωπον προσλάβῃ ἢ ἐναλλάξῃ, ἢ ἐνέχυρον λάβῃ, ἢ τὸ χρέος αὐξήσῃ ἢ μειώσῃ [ἢ] αἵρεσιν ἢ χρόνον προσθήσῃ, μὴ εἶναι [τοῦτο] χρέους ἀνακαινισμὸν, εἰ μὴ ἰδικῶς τοῦτο ῥηθῇ, ὅτι ἀπὸ τοῦ παλαιοῦ ἀναχωροῦμεν χρέους. ἡμεῖς γὰρ τοῖς ῥήμασι προσέχομεν τοῖς οὖσιν, οὐ μὴν ἑρμηνείᾳ.

56

pr.Ἀνάγν. καὶ τί. ε, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τῷ ἐκ πολλῶν αἰτιῶν χρεωστοῦντι ἔξεστι λέγειν ἐν τῷ καταβάλλειν, εἰς ποῖον δίδωσι χρέος. εἰ δὲ μὴ εἴποι, ἔξεστι τῷ δανειστῇ παραχρῆμα λέγειν εἰς ποῖον λαμβάνει, οὕτω μέντοι, ἵνα μὴ εἰς ἀμφίβολον ἢ τὸ ἐξ ἐγγύης αὐτῷ χρεωστούμενονες ἢ τὸ ὑπὸ ἡμέραν πρὸ τῆς ἡμέρας. οὕτω γὰρ ὀφείλει προνοεῖν ἐν τούτῳ τοῦ χρεώστου, ὡσανεὶ αὐτὸς χρεωστῶν κατέβαλεν.

57

pr.Ἐν δὲ τῷ καταβάλλειν δύναται καὶ ὁ δανειστὴς λέγειν μὴ δέχεσθαὶ εἰς ἄλλο χρέος, καὶ ὁ χρεώστης μὴ διδόναι εἰς ἄλλο, παρ᾽ ὃ θέλει.

58

pr.Εἰ δὲ μηδέτερος ὁρίσει, εἰς τὸ σκληρότερον δοκεῖ καταβάλλεσθαι· οἷον τὸ χωρὶς αἱρέσεως·

59

pr.Καὶ εἰς ὅπερ ὀνόματι οἰκείῳ χρεωστεῖ ὁ καταβάλλων, οὐ μὴν ὡς ἐγγυητής· καὶ εἰς τὸ ὑπὸ ποινὴν χρεωστούμενον ἢ ὑπὸ ἐγγύην.

60

pr.Τὸ γὰρ ὑπὸ ἐγγίην χρεωστούμενον βαρύτερόν ἐστι τοῦ χωρὶς ἐγγύης. εἰ δὲ πάντα χωρὶς αἱρέσεως χρέα ἴσα ἐστὶν, εἰς τὸ προγενέστερον δοκεῖ καταβάλλεσθαι.

61

pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐὰν εἴπῃ ὁ δανειστὴς λογίζεσθαι εἰς κεφάλαιον καὶ τόκους τὸ καταβληθὲν, πρῶτον εἰς τόκους λογίζεται, καὶ τότε τὸ περιττὸν εἰς κεφάλαιον.

62

pr.Οὔτε γὰρ τῇ τάξει τῆς γραφῆς προσέχομεν.

63

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἐάν τις ἐξ αἰτίας ἀτιμοποιοῦ χρεωστῇ καὶ μὴ τοιαύτης, εἰς αὐτὴν δοκεῖ καταβάλλειν, καὶ εἰς τὸ ἀπὸ καταδίκης χρεωστούμενον, καὶ εἰς τὸ ἐξ ἀρνήσεως αὖξον, καὶ τὸ ὑπὸ ποινὴν ἐποφειλόμενον.

64

pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐκπίπτει τῆς ἀγωγῆς ὁ δανειστὴς μὴ δεχόμενος τὸ χρέος.

65

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ἐὰν τὸ δοθὲν ἐκνικηθῇ ἢ ὑπὸ ὅρον ἐλευθερωθῇ, ἄνωθεν ὁ καταβάλλων ἐνάγεται.

66

pr.Ἐν δὲ τῷ νς κεφ. Κἂν ἀλλότριον δώσω δοῦλον καὶ διὰ χρήσεως κυριευθῇ, ἐλευθεροῦμαι.

67

pr.Ἐν δὲ τῷ ριγ΄ κεφ. Ὁ ἀνὴρ τὰ κεχρεωστημένα τῇ γυναικὶ ἀφήλικι οὔσῃ λαβὼν οὐ ποιεῖ αὐτῇ πρόκριμα τούτου χάριν, εἰ μὴ τελεία γενομένη ἀπεδέξατο τὸ πραχθέν κκ.

68

pr.Ἐν δὲ τῷ ρκέ κεφ. Ἐὰν ἐν ἐπιλογῇ ἀγρὸν ἀντὶ ἀργυρίων δέδωκας τῷ δανειστῇ, εἶτα πλείονος αὐτὸν οὗτος ἐπώλησεν, αὐτὸς κερδαινέτω, ὥσπερ καὶ ἐζημιοῦτο εἰ ἥττονος ἐπώλησεν.

69

pr.Ἀνάγν. καὶ βι. λε ' τί. ιγ΄ κεφ. λέ΄, ἐν ᾧ φησιν· Ὁ ἄπορος χρεώστης δύναται δοῦλον ἴδιον σὺν ἐλευθερίᾳ γράψαι κληρονόμον, εἰ καὶ τὰ μάλιστα ἐπὶ περιγραφῇ τῶν δανειστῶν [ἡ] ἐλευθερία καταλιμπάνεται. ἐὰν δὲ ὁ οἰκέτης εἰς ἐνέχυρον ᾖ δεδομένος καὶ διέμεινεν ἐν τῷ ἐνεχύρῳ, οὐδὲ παρὰ εὐπόρους δεσπότου δύναται σὺν ἐλευθερίᾳ γραφῆναι κληρονόμος.

70

pr.Ἀνάγν. [καὶ] βι. να τί. δ΄ κεφ. β΄ θέμ. δ΄, ἐν ᾧ φησιν· Ὁ τοῦ μέλλοντος χρόνου λαβὼν τόκους δοκεῖ συμφωνεῖν μὴ ἐνάγειν πρὸ συμπληρώσεως τοῦ τοιούτου χρόνου περὶ τοῦ χρέους. κινῶν οὖν ἐκβάλλεται δόλου ' παραγραφῇ.

71

pr.Ἀνάγν. βι. νβ τί. α΄ κεφ. ιδ ' καὶ ιε καὶ ις ', ἐν ᾧ φησι· Πάντες δὲ οἱ χρεῶσται, οἱ ἀπὸ ἐπικερδοῦς αἰτίας mm ῥητὸν εἶδος χρεωστοῦντες, ἐλευθεροῦνται τοῦ πράγματος ἀπὸ ἐπικερδοῦς αἰτίας εἰς τὸν δανειστὴν ἐρχομένου.

72

pr.Καὶ κεφ. κβ΄· Ἐάν τις δανεισάμενος διαπόντιον ὁμολογήσῃ, ὡς εἰ μὴ ἐμπροθέσμως καταβάλῃ, δίδωσι ποινὴν, εἰ καὶ [μὴ] ὀχληθεὶς μέρος μόνον τοῦ δανείου ἐμπροθέσμως καταβάλῃ, δίδωσι μετὰ τὴν προθεσμίαν ὁ κληρονόμος τὴν ποινήν. οὔτε γὰρ ἄλλως τῆς ποινῆς ἐλευθεροῦται, εἰ μὴ αὐτὸς οὐκ ἐνεπόδισεν ἐμπροθέσμως καταβαλεῖν.

73

pr.Ἀνάγν. καὶ βι. νγ ' τί. ε, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Διαπόντια χρήματά εἰσι τὰ πέραν θαλάσσης ἀπιόντα, οὐ μὴν τὸ ἐπὶ τόπου δαπανώμενα· καὶ τὰ ἐξ αὐτῶν ἀγοραζόμενα, ἐὰν κινδύνῳ τοῦ δανειστοῦ πλέωσιν.

74

pr.Ἐν δὲ τῷ ιε κεφ. Ὁ διαπόντια ἢ καρποὺς δανείζων τελείαν ἑκατοστὴν δύναται λαβεῖν.

75

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ὁ μὴ κινδυνεύων δανειστὴς ἐπὶ τοῦ πλοϊσμοῦ τῆς θαλάσσης μείζονα τόκον οὐ λαμβάνει.

76

pr.Ἀνάγν. καὶ βι. ἐ τί. β΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Εἰ δὲ συμβαίη τινὰ τῶν εἰρημένων οἴκων ὀνόματι δημοσίων συντελειῶν ἢ ἄλλης οἱασοῦν συμβαινούσης ἀνάγκης τῷ εὐαγεῖ οἴκῳ χρημάτων δεηθῆναι, ἐξεῖναι τοῖς τούτου διοικηταῖς ἀκίνητον πρᾶγμα ὑποτίθεσθαι καὶ δοῦναι εἰς ἰδικὸν ἐνέχυρον, ἵνα ὁ δανειστὴς νέμηται τὸ αὐτὸ πρᾶγμα καὶ τοὺς τούτου καρποὺς ἀναλέγηται, καὶ λογίζηται ἑαυτῷ τὰ μὲν εἰς τὰ δανεισθέντα χρήματα, τὰ δὲ εἰς τόκους μὴ πλείους τοῦ τετάρτου μέρους τῆς ἑκατοστῆς. καὶ κεφ. ί καὶ ια΄ πη.