JGR V 16.6
Περὶ παραστάσεως ἤτοι ἐπιδείξεως πραγμάτων καὶ ἀποκαταστάσεως αὐτῶν καὶ ἀγωγῆς.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε΄ τί. δ΄, οὗτινος ἐν τῷ β΄ κεφ. Παραστῆσαί ἐστιν ἀγαγεῖν δημοσίᾳ, ἐφ᾽ ᾧ σχεῖν εὐχέρειαν τὸν βουλόμενον ἐναγαγεῖν.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. [Ἡ] παραστατικὴ τῶν πραγμάτων ἀγωγὴ ἁρμόζει τοῖς ἔχουσι τὴν ἐπὶ πράγματι ἀγωγὴν, καὶ τὴν τῆς ἀσφαλείας, καὶ τῷ ἔχοντι χρῆσιν, καὶ τῷ ἔχοντι παραγγελίαν κριτοῦ, ἢ ἐπιλογὴν, ἢ νοξαλίαν ἐπὶ τῷ παραστῆναι τὴν φαμιλίαν. ἴσως γὰρ ἀγνοεῖ τὸν ἁμαρτήσαντα δοῦλον ἢ τὸ ὄνομα αὐτοῦ. Πλὴν τοῦ κληρονόμου διαθήκην ἢ κωδίκελλον ἢ ἑτέραν τελευταίαν βούλησιν οὐδεὶς ἀπαιτεῖ διὰ τῆς παραστατικῆς τῶν πραγμάτων ἀγωγῆς, ἀλλὰ διὰ παραγγελιῶν δικαστῶν. Ἁρμόζει καὶ οἷς διαφέρει, κἂν μὴ αὐτῶν ἐστι τὸ πρᾶγμα, Μήτε τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν ἔχωσιν, ὡς ἔνθα λεγατευθῇ μοι δοῦλος ὃν πέτρος ἐπιλέξεται. κινῶ γὰρ ἐπὶ τῷ παραστῆναι, ἵνα ἐπιλέξηται. Οὐ πᾶς δὲ ᾧτινι διαφέρει, ἀλλ᾽ ᾧτινι διαφέρει δικαίως, κινεῖ.
3
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ πολιτικῶς καὶ ὁ φυσικῶς νεμόμενος ἐνάγεται τῇ παραστατικῇ τῶν πραγμάτων ἀγωγῇ. ὅθεν καὶ λαβὼν τὸ πρᾶγμα εἰς ἐνέχυρον ἢ παραθήκην ἢ ἐν χρήσει ἢ μισθώσει ἐνάγεται.
4
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Εἰ καὶ νέμεταί τις, οὐ μὴν δύναται παραστῆσαι, οὐκ ἐνάγεται τῇ παραστατικῇ ἀγωγῇ, ὡς ἐπὶ τοῦ φυγάδος. δίδωσι δὲ ὁ δεσπότης ἀσφάλειαν, ὡς ὅταν δυνηθῇ, παρίστησιν αὐτόν. τὸ αὐτὸ κἂν μὴ ἐστι φυγὰς, ἐπετράπη δὲ παρὰ τοῦ δεσπότου διάγειν ἔνθα θέλει, ἢ ἐπὶ ξένης ἐπέμφθη ἢ εἰς τὰ χωρία αὐτοῦ. χώρα γὰρ τῇ ἀσφαλείᾳ.
5
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἔνθα ἐστὶ τὸ πρᾶγμα κατὰ τὸν καιρὸν τῆς προκατάρξεως ὀφείλει παρίστασθαι, καὶ φέρεται πρὸς τὸν δικαστὴν κινδύνῳ καὶ δαπανήμασι τοῦ ἐνάγοντος. [καὶ] τρέφει δὲ καὶ ἐνδύει αὐτὸν ὁ ἐναγόμενος, εἰ μὴ ἄρα τεχνίτης ὢν εἰώθει ἐκ τῆς ἐργασίας αὐτοῦ τρέφεσθαι καὶ νῦν σχολάζει. εἰ δὲ ἐπίτηδες αὐτὸν εἰς ἕτερον τόπον μετέστησε, φέρει αὐτὸν οἰκείῳ κινδύνῳ καὶ δαπανήμασιν ἔνθα ἐγένετο. εἰ δὲ καὶ ἀδόλως τὶς παύσεταί τινα μετὰ προκάταρξιν νέμεσθαι, καταδικάζεται ἀποκαθιστῶν τὰ ὄντα παρ᾿ αὐτῷ.
6
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Καὶ ὁ θέλων ἐκδικῆσαί τινα εἰς ἐλευθερίαν ἢ [εἰς] ὑπεξουσιότητα ἔχει τὴν παραστατικὴν ἀγωγήν. Εἰ δὲ χωρὶς δόλου καὶ ἀμελείας ἀποθάνῃ μετὰ προκάταρξιν ὁ δοῦλος, ἐσθ᾽ ὅτε καταδικάζεται ὁ ἐναγόμενος εἰς ὃ διαφέρεται τῷ ἐνάγοντι μὴ ἐμποδίσαι αὐτὸν ἐν τῇ προκατάρξει ἀπαιτῆσαι ', καὶ μάλιστα εἰ μὴ ἀπέθνησκεν εἴγε παρέστη.
7
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Ὁ χρεώστης καταβαλὼν ἅπερ ἐποφείλει κινεῖ τὴν ἀποκαταστατικὴν ἀγωγὴν, ἀπαιτῶν καὶ τὸ χειρόγραφον αὐτῷ ἀναδοθῆναι καὶ τὰ ἄλλα δικαιώματα τὰ ἀνήκοντα τῷ συναλλάγματι.
8
pr.Ἀνάγν. καὶ βι. λά τί. β΄ κεφ. ιθ΄, ἐν ᾧ φησιν· Οὐ δύναται ο πατὴρ ἀπαιτεῖν τὸν γαμβρὸν παραστῆσαι τὴν αὐτοῦ θυγατέρα.
9
pr.Τὸ δὲ ἐναντίον ὁ γαμβρὸς ἐνάγει τῷ πατρὶ, ἵνα ἀγάγῃ τὴν ζευχθεῖσαν αὐτῷ.
10
pr.Ἀνάγν. βι. λε΄ τί. θ΄, ἐν ᾧ διαλαμβάνεται περὶ παραστάσεως διαθήκης. εἴρηται περὶ αὐτοῦ ἐν τῷ περὶ διαθηκῶν.