JGR V 16.5
Περὶ παρακαταθήκης.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιγ΄ τί. α΄ κεφ. ε΄ καὶ τί. β΄ κεφ. α΄, ἐν ᾧ φησι· Παρακαταθήκη ἐστὶ τὸ ἐπὶ παραφυλακῇ τινι διδόμενον. Καὶ ἐπὶ τῶν ἀπὸ θορύβου ἢ ἐμπρησμοῦ ἢ συμπτώσεως ἢ ναυαγίου παρατιθεμένων κατὰ μὲν τοῦ λαβόντος εἰς τὸ διπλοῦν ἀγωγὴ ἁρμόζει, κατὰ· δὲ [τοῦ] κληρονόμου ἀπὸ μὲν δόλου τοῦ διαθεμένου εἰς τὸ ἁπλοῦν, ἀπὸ δὲ οἰκείου εἰς τὸ διπλοῦν· ἐπὶ δὲ τῶν λοιπῶν τῶν παρατιθεμένων εἰς τὸ ἁπλοῦν ἡ ἀγωγὴ δίδοται. Ἐκ δὲ τῶν εἰρημένων τεσσάρων αἰτιῶν δοκεῖ παρατίθεσθαι ὁ διὰ μόνον τὸν ἐξ αὐτῶν ἐπηρτημένον κίνδυνον καὶ οὐ δι᾽ αἰτίαν ἑτέραν παρατιθέμενος. Τὰ παρακολουθήματα τῆς παρα [κατα] θήκης οὔκ ἐστι παραθήκη, οἷον ἡ ἐσθὴς τοῦ δούλου καὶ ὁ χαλινὸς τοῦ ἵππου. Ἐὰν ἐπὶ παραφυλακῇ δοθῇ ἱμάτια βαλανεῖ καὶ ἀπόληται, εἰ μὲν ἄνευ μισθοῦ, χώρα τῇ περὶ παραθήκης ἀγωγῇ ἀπὸ μόνου δόλου· εἰ δὲ μετὰ μισθοῦ, ἡ περὶ μισθώσεως ἀγωγὴ ἁρμόζει, ἥτις ἔχει τὴν ἀπαίτησιν εἰς τὸ διπλοῦν. Ἐὰν παρακαλέσω σε πρᾶγμά μου πρὸς πέτρον ἀπαγαγεῖν ἐπὶ τῷ φυλαχθῆναι, κατὰ σοῦ μὲν ἔχω τὴν περὶ ἐντολῆς ἀγωγὴν, κατὰ δὲ πέτρου δεξαμένου τὴν περὶ παρα [κατα] θήκης ἀγωγήν· καὶ ἐκχωρεῖς μοι αὐτὴν διὰ τῆς περὶ ἐντολῆς ἀγωγῆς. Εἰ δὲ εἴπω σοι, φυλάξαι τὸ πρᾶγμα μὴ δεχομένου πέτρου, καὶ μὴ δέξηται, μόνον ἔχω κατὰ σοῦ τὴν περὶ ἐντολῆς ἀγωγήν. Ὥσπερ ἐὰν ἐπιτρέψω σοι ὀνόματί μου πρᾶγμα παρά τινος λαβεῖν καὶ φυλάξαι. προτερεύει ' γὰρ τὸ τῆς ἐντολὴς συνάλλαγμα. Ἐὰν θέλοντί μοι παραθέσθαι σοι πρᾶγμα ἐπιτρέψῃς αὐτὸ παρασχεῖν τῷ ἀπελευθέρῳ σου, εἰ μὲν ὡς σοῦ μέλλοντος φυλάττειν ἔδωκα, κατὰ σοῦ ἔχω τὴν περὶ παρα [κατα] θήκης ἀγωγήν. εἰ δὲ συνεβούλευσάς μοι μᾶλλον τῷ ἀπελευθέρῳ παραθέσθαι, κατ᾿ αὐτοῦ μὲν ἔχω τὴν περὶ παρα [κατα] θήκης ἀγωγὴν, κατὰ σοῦ δὲ οὔτε τὴν περὶ παρακαταθήκης ἀγωγὴν οὔτε τὴν περὶ ἐντολῆς ἀγωγὴν, εἰ μὴ ἐνετείλω μοι κινδύνῳ σου αὐτὸ παραθέσθαι. Δοῦλος λαβὼν παραθήκην οὐκ ἐνάγεται μετ᾽ ἐλευθερίαν τῇ περὶ παραθήκης ἀγωγῇ, κἂν εἰ ἀπὸ δόλου καὶ τῶν ἐν δουλείᾳ πλημμελημάτων ἐνάγεται· ἐπειδὴ τὰ ἁμαρτήματα τῇ κεφαλῇ ἕπονται. χρηστέον οὖν ἑτέραις προσφόροις ἀγωγαῖς. Ἡ περὶ παραθήκης ἀγωγὴ τῶν καλῇ πίστει ἐστίν. ὅθεν καὶ καρποὺς καὶ τοκετοὺς καὶ πᾶν πρᾶγμα ἀπαιτεῖ.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν δυσὶ παρατεθῇ καὶ ὁ εἷς ἐνάγηται εἰς ὁλόκληρον, ὁ ἄλλος οὐκ ἐλευθεροῦται τῇ προκατάρξει, ἀλλὰ τῇ καταβολῇ. ἐὰν οὖν τῶν δύο δόλον ποιησάντων ὁ εἷς δῷ τὸ διαφέρον, ὁ ἄλλος ἐλευθεροῦται καθ᾽ ὑπόδειγμα τῶν ἐπιτρόπων.
3
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Εἴτε τόκον ὁ τὴν παραθήκην λαβὼν ἐκ τῶν παρατεθέντων αὐτῷ λάβῃ ἢ συγχρήσεται τοῖς παρατεθεῖσι, δίδωσι τόκους. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων τῶν καλῇ πίστει ἀγωγῶν.
4
pr.Ἐὰν ὁ λαβὼν ἄργυρον εἰς σάκκον ἐσφραγισμένον παρ᾽ ἐμοῦ χρήσηται αὐτῷ παρὰ γνώμην μου, ἐνέχεται τῇ περὶ παραθήκης ἀγωγῇ καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ.
5
pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ὁ μὴ τῆς παραθήκης ὡς τῶν ἰδίων ἐπιμελούμενος δόλον ποιεῖ.
6
pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἡ μὲν τυχηρὰ περίστασις οὐ κινδυνεύεται τῷ λαβόντι τὴν παραθήκην. μύνον γὰρ δόλον καὶ μεγάλην ἀμέλειαν ἀπαιτεῖται, ἐν ᾧ μηδὲν ἰδικώτερον συνεφωνήθη. εἰ δὲ νεμόμενος τὰ πράγματα ὁ κληρονόμος τοῦ λαβόντος τὴν παραθήκην κρύπτει αὐτὴν ἢ δόλῳ ἐπαύσατο νέμεσθαι, κατέχεται καὶ τῇ περὶ παραθήκης ἀγωγῇ καὶ τῇ περὶ ἀποκρυβέντων πραγμάτων ἀγωγῇ.
7
pr.Ἀνάγν. καὶ βι. κς ' τί. ε κεφ. οη ' καὶ βι. νβ΄ι τί. α΄ κεφ. β'b.