IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.70

Περὶ ἀφηλίκων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ιθ΄, οὗτινος ἐν τῷ γ'ι κεφ. φησίν· Ὅτι ὁ νέος κατὰ συναίνεσιν τοῦ κουράτορος καλῶς ἐνάγεται.

2

pr.᾿ Ανάγν. καὶ βι. ί τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ τῆς τῶν ἀφηλίκων ἀποκαταστάσεως, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ὅτι μόνος ὁ βασιλεὺς σπανίως, οὐ μὴν ὕπατοι ἢ ἄρχοντες, ἐπιτρέπει τοῖς ἀφήλιξι τὰ ἴδια διοικεῖν.

3

pr.Ἐν δὲ τῷ δ᾽ κεφ. θέμ. ή· Ἀφήλιξ δοῦλος οὐκ ἀποκαθίσταται, οὔτε δὲ ὁ δεσπότης αὐτοῦ τέλειος ὢν, ἐφ᾽ οἷς ὁ δοῦλος ἔπραξεν ἔχων ἐλευθέραν πεκουλίου διοίκησιν, ἢ ὁ δεσπότης δι᾽ αὐτοῦ συνήλλαξε, κἂν ἦν [δ] δοῦλος ἄνηβος.

4

pr.Ὁ γὰρ τοιοῦτος γνώμῃ τοῦ δεσπότου δοκεῖ συναλλάττειν, ὡς καὶ ἐπὶ τῆς ἐργαστηρίου προστασίας, καὶ ἔνθα τέλειος ἐπιτρέψει ἀφήλικί τι πρᾶξαι.

5

pr.Ἐν δὲ τῷ ς ' κεφ. Οὐ μόνον ἐπὶ τῷ [μὴ] ζημιωθῆναι ὁ ἀφήλιξ ἀποκαθίσταται, ἀλλὰ καὶ ἐπὶ τῷ μὴ δίκαις καὶ δαπάναις σκύλλεσθαι.

6

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐν τοῖς ἁμαρτήμασιν οὐ βοηθοῦνται οἱ ἀφήλικες, οἷον δόλον ποιοῦντες ἐν τῷ πραθέντις ἢ χρησθέντι ἢ ἑτέρῳ συναλλάγματι, κἂν μηδὲν εἰς αὐτοὺς ἐντεῦθεν περιέλθῃ· οὔτε εἰ κλοπὴν ἢ ζημίαν ποιήσουσιν. εἰ δὲ ἐπὶ τοῦ βλαβέντος ἀρνησάμενος ὑπέπεσε τῷ διπλῷ, ἢ ἐπὶ τῆς κλοπῆς δυνάμενος διαλύσασθαι καὶ μὴ ὑποπεσεῖν τῷ διπλῷ ἢ τῷ τετραπλῷ, οὐ διελύσατο, ἀποκαθίσταται εἰς τὸ δοῦναι τὸ ἁπλοῦν, ὅπερ ἠδύνατο παρασχεῖν καὶ διαλυόμενος.

7

pr.Ἐν δὲ τῷ ια΄ κεφ. [θέμ. δ΄]· Τῆς αἰτίας διαγινωσκομένης ἡ ἀποκατάστασις δίδοται τοῖς ἐλάττοσι. τοῖς γὰρ καλῶς διοικοῦσιν οὐ δίδοται, κἂν ἐναντίον ἀποτέλεσμα γέγονε. τυχὸν γὰρ δοῦλον ἀναγκαῖον ἠγόρασε καὶ ἐτελεύτησεν· Ἢ κληρονομίαν εὔπορον ἐκληρονόμησε καὶ τυχηρῶς ἐμειώθη.

8

pr.Ἐν δὲ τῷ ἐ΄ θέμ. Ἐὰν ἀφήλιξ ἀφήλικι παράσχῃ, καὶ ὁ λαβὼν ἀπολέσῃ, κρείττων ἐστὶν ὁ λαβών. Εἰ δὲ δανείσῃ ἀφήλιξ ὑπεξουσίῳ μείζονι παρὰ τὸ δόγμα, ἀποκαθίσταται.

9

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ἐὰν ἐγγυήσηται γυνὴ παρὰ ἀφήλικι, εἰ μὲν εὔπορός ἐστιν ὁ χρεώστης, οὐκ ἐνάγεται ἡ γυνή· εἰ δὲ ἄπορός ἐστιν, ἐνάγεται.

10

pr.Καὶὶ ὅτι ἐὰν εἰδώς σε νέον εἶναι οὐκ ἐπίστευόν σοι, καὶ ἐλθὼν πέτρος ἐγγυήσηταί σε, οὐ βοηθεῖται· οὔτε μὴν ἔχει κατὰ σοῦ τὴν περὶ τῆς ἐντολῆς ἀγωγήν.

11

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Οὐ πάντα τὰ παρὰ τῶν νέων γενόμενα ἀνατρέπεται, ἀλλ᾽ ὅτε δόλος ἐστὶ προφανὴς ἢ ῥᾳθυμία αὐτῶν μεγάλη. Καὶ ὅτι ἐὰν υἱὸς ὑπεξούσιος ἢ δοῦλος περιγράψῃ νέον, ὁ πατὴρ ἢ ὁ δεσπότης δίδωσι τὸ περιελθὸν καὶ τὸ ἐλλεῖπον ἀπὸ τοῦ πεκουλίου. εἰ δὲ μηδ᾽ οὕτω πληροῦται, ὁ μὲν δοῦλος δόλον ποιήσας ἢ μαστίζεται ἢ εἰς τὸ δι᾽ ἑαυτοῦ ἀποπληρῶσαι δίδοται· ὁ δὲ υἱὸς καταδικάζεται εἰς τὸ δοῦναι αὐτὸ μετὰ αὐτεξουσιότητα.

12

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ὁ νέος δανεισάμενος καὶ ἀπολέσας οὐκ ἐνέχεται.

13

pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Εἰ καὶ τοῦ πατρὸς ἐπιτροπεύοντος καὶ αὐθεντοῦντος ἐπὶ τοῖς μητρώοις πράγμασι περιγραφῇ ὁ ἄνηβος, ἀποκαθίσταται μετὰ ταῦτα λαμβάνων κουράτορα.

14

pr.Ἐν δὲ τῷ λδ κεφ. Ἐὰν νέος ὑπεξουσίῳ δανείσῃ, κρείττων ἐστὶν ὁ δαπανήσας· εἰ μὴ ἄρα κατὰ τὸν καιρὸν τῆς προκατάρξεως ὁ λαβὼν εὑρεθῇ γεγονὼς εὐπορώτερος.

15

pr.Ἐν δὲ τῷ λη ' κεφ. Τότε αὐτεξούσιος νέος ἐπὶ τοῖς ἐν ὑπεξουσιότητι πραχθεῖσιν οὐκ ἀποκαθίσταται, ὅτε τὸ ἐντεῦθεν τῷ πατρὶ προσπορίζεται.

16

pr.Ἐν δὲ τῷ μ ' κεφ. Δεδωκὼς ὁ νέος ἀγρὸν ἀντὶ χρέους πατρῴου καλῶς ἀποκαθίσταται. δίδωσι δὲ τοὺς τόκους τῶν καρπῶν συλλογιζομένων.

17

pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Οὐκ ἐν πᾶσιν οἱ νέοι ἀποκαθίστανται, ἀλλ᾽ ἐν οἷς ὑφ᾽ ἑαυτῶν ἢ ἑτέρων περιεγράφησαν, ἀπολέσαντες ἢ μὴ κτησάμενοι ἢ ἐνοχοποιηθέντες.

18

pr.Ἐν δὲ τῷ μή κεφ. Ἐὰν ὁ ἀγοράσας παρὰ νέου δοῦλον ἐλευθερώσῃ αὐτὸν, ἀργεῖ μὲν ἡ ἀποκατάστασις, ἔχει δὲ κατὰ τοῦ ἀγοραστοῦ ὁ νέος ἀγωγὴν εἰς τὸ διαφέρον.

19

pr.Ἐν δὲ τῷ νη΄ κεφ. Παλαιός ἐστιν ὁ τῆς διατάξεως ταύτης κανὼν, λέγων μὴ δοκεῖν τὸν ἐλάττονα περιγράφεσθαι ἐν ἐκείνοις, ἐν οἷς τῷ κοινῷ νομίμῳ κέχρηται.

20

pr.Ἐν δὲ τῷ ξβ΄ κεφ. Ἐδωρήθη τινὶ πρᾶγμα τοῦ ἀφήλικος δίχα ἀποφάσεως τοῦ ἄρχοντος, καὶ ὁ λαβὼν αὐτὸ κατὰ δωρεὰν πέπρακεν [αὐτὸ] ἑτέρῳ τινί. λέγει οὖν ἡ διάταξις, ὅτι, ἐπειδὴ εὔλογον τίτλον νομῆς ἔσχεν ὁ ἀγοραστὴς, ἐὰν μετὰ τὸ γενέσθαι μείζονα τὸν νέον ἢ παρόντος αὐτοῦ δεκαετίαν ἐνεμήθη ὁ ἀγοραστὴς, ἢ ἀπόντος αὐτοῦ εἰκοσαετίαν, ἀντιτιθεμένης τῆς τοῦ μακροῦ χρόνου παραγραφῆς τὸν ἐνάγοντα χρὴ ἀποκλείεσθαι.

21

pr.Ἐν δὲ τῷ ξδ ' κεφ. Ἐὰν ἡ πρᾶσις χωρὶς ἀποφάσεως γέγονε, καὶ μηδὲ μείζων γενόμενος ἐβεβαίωσε τὴν πρᾶσιν ὁ ἀφήλιξ, μηδὲ διὰ χρονίας χρήσεως κυρίως ἐκτήσατο τὸ πρᾶγμα ὁ ἀγοραστὴς καλῇ πίστει, ὁ ἀγοράσας ἀποδίδωσιν αὐτὸ μετὰ τῶν καρπῶν.

22

pr.Ἐν δὲ τῷ ξέ κεφ. Εἴτε ἀνήβου εἴτε ἀφήλικος ἢ κουρατορευομένου ἢ αἰτήσαντος ἤδη συγγνώμην ἡλικίας πρᾶγμα ἐξεποιήθη, κἀκεῖνος ἐπὶ πολὺν χρόνον ἐσιώπησε, βεβαιοῦται μὲν ἡ πρᾶσις δηλονότι, ὁρίζει δὲ χρόνον ἡ διάταξις, ὃν σιωπήσας ὁ ἀφήλιξ μετὰ τὴν τελείαν ἡλικίαν βεβαιοῖ τὴν πρᾶσιν ἤτοι τὴν ὑποθήκην. κελεύει γὰρ, ἵνα ἐὰν πέντε ἐνιαυτοὺς συναπτοὺς μετὰ τοὺς εἰκοσιπέντε ἐνιαυτοὺς μὴ μέμψηται ἢ αὐτὸς ἢ ὁ κληρονόμος αὐτοῦ, ἰσχύει. ἐπειδὴ δὲ δωρεῖσθαι οὐδὲ μετὰ ἀποφάσεως τοῖς ἐλάττοσιν ἔξεστι, εἰ μὴ ἄρα προγαμιαίαν δωρεὰν, νομοθετεῖ· ἐὰν ὁ ἐλάττων συγγνώμην ἡλικίας αἰτήσας ἤδη δωρήσηταί τινι, μὴ ἐῤῥῶσθαι τὴν δωρεὰν, εἰ μὴ μετὰ τοὺς εἰκοσιπέντε ἐνιαυτοὺς δέκα ἢ εἴκοσι ἐνιαυτοὶ διαδράμωσιν. εἰ δὲ ἐν τῷ μεταξὺ ὁ ἀφήλιξ τελευτήσει, ζητοῦμεν ἵνα τὸ λεῖπον τοῦ χρόνου διάστημα δράμῃ τοῦ κληρονόμου αὐτοῦ σιωπῶντος.

23

pr.Ἀνάγν. καὶ τί. ε΄, ἐν ᾧ φησι περὶ ἀφηλίκων ὑπεξουσίων.

24

pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ φησι καὶ περὶ τῶν ἐγγυωμένων τοὺς ἀφήλικας, καὶ ὅτι ἐνέχονται αὐτοὶ τῶν ἀφηλίκων ἀποκαθισταμένων.

25

pr.Ἀνάγν. καὶ τί. ζ΄, ἐν ᾧ φησι περὶ ἐπιτροπευομένων καὶ κουρατορευομένων ἀφηλίκων, ὅτι καὶ αὐτοὶ ἐν οἷς περιγραφῶσιν, εἰ καὶ παρόντων τῶν ἐπιτρόπων καὶ κουρατόρων αὐτῶν ἔπραξαν, ἀποκαθίστανται.

26

pr.Ἀνάγν. καὶ τί. θ΄, ἐν ᾧ φησιν, ὅτι καταδικασθέντες ἀποκαθίστανται ἐπὶ τῷ αὖθις κινῆσαι τὴν δίκην.

27

pr.Ἀνάγν. καὶ τί. ί, ἐν ᾧ φησιν, ὅτι κατὰ τῆς ἰδίας πράσεως, εἰ καὶ ὅρκον ἐπαγάγωσιν, ἀποκαθίστανται.

28

pr.Ἀνάγν. καὶ τί. ια΄, ἐν ᾧ φησι περὶ τῶν πραθέντων ἐνεχύρων αὐτῶν παρὰ τῶν δανειστῶν, ὅτι εἰ μεγάλως ἐζημιώθησαν, ἀποκαθίστανται.

29

pr.[Ανάγν. καὶ τί. ιβ΄, ἐν ᾧ φησιν, ὅτι] ὶ ἐάν τινα πράγματα πρὸ τῶν γάμων μετὰ τῆς πρεπούσης συμμετρίας ὁ ἐλάττων τῶν κε΄ ἐνιαυτῶν ἐν τῷ καιρῷ τῆς μνηστείας παρόντος αὐτῷ τοῦ κουράτορος τῇ μνηστῇ ἐδωρήσατο, οὐκ ἀνακαλοῦνται ͵

30

pr.Καὶ ὅτι τὸ δωρηθὲν παρὰ πατρὸς [τῷ] αὐτεξουσίῳ ἀφήλικι [οὐδὲ συναινοῦντος τοῦ ἀφήλικος] δύναται ὁ πατὴρ ἑτέρῳ δωρεῖσθαι.

31

pr.Ἀνάγν. καὶ τί. ιγ ', ἐν ᾧ φησιν, ὅτι κἂν περιγραφεὶς ὁ ἀφήλιξ ἐλευθερώσει δοῦλον ἐν συνεδρίῳ, οὐκ ἀποκαθίσταται· [ἀλλὰ τὸ ἀζήμιον αὐτῷ γίγνεται παρὰ τοῦ ἐλευθερωθέντος.· εἰ δὲ χωρὶς συνεδρίου ἠλευθέρωσεν, ἀποκαθίσταται.]

32

pr.Ἀνάγν. καὶ τί. ιδ΄, ἐν ᾧ φησιν, ὅτι καὶ διαλυόμενοι οἱ ἐλάττονες ἀποκαθίστανται.

33

pr.Ἀνάγν. καὶ τί. ιέ, ἐν ᾧ φησι περὶ χρεωστῶν καὶ περὶ τῶν λαβόντων ἐξ αὐτῶν λεγάτον μὴ χρεωστούμενον.

34

pr.Ἀνάγν. καὶ τί. ις΄, ἐν ᾧ φησι περὶ ἀφήλικος κατὰ περιγραφὴν καὶ ἀπάτην πᾶσαν τὴν οὐσίαν αὐτῆς ἐπιδεδωκυίας ἐν προικί.

35

pr.Ἀνάγν. καὶ τί. ιζ΄, ἐν ᾧ φησιν, ὅτι καὶ ἐν τοῖς ἁμαρτήμασιν, εἰ μὴ ἐκ πονηρᾶς προαιρέσεως γένηται τὸ ἁμάρτημα, βοηθοῦνται.

36

pr.Ἀνάγν. καὶ τί. ιη΄, ἐν ᾧ φησιν· Ἐάν τινες τὰ τῶν ἀνήβων ἢ τῶν ἀφηλίκων πράγματα κατέχοντες διὰ τῆς χρονίας νομῆς κτήσωνται τὴν ἐπ᾿ αὐτοῖς δεσποτείαν, ἡ τῆς ἀποκαταστάσεως βοήθεια αὐτοῖς τοῖς νέοις ὀφείλει παρέχεσθαι.

37

pr.Ἀνάγν. καὶ τί. ιθ΄, ἐν ᾧ φησιν, ὅτι καὶ κατὰ τοῦ δημοσίου ἀποκαθίστανται οἱ ἀφήλικες.

38

pr.Ἀνάγν. καὶ τί. κ΄, ἐν ᾧ φησιν· Καὶ δανειζόμενοι, ἐὰν κακῶς δαπανήσωσι τὰ δανεισθέντα, βοηθοῦνται.

39

pr.Ἀνάγν. καὶ τί. κα καὶ κβ΄, ἐν οἷς φησι περὶ τῆς καταλειφθείσης αὐτοῖς κληρονομίας· ὅτι ἐὰν μὴ συμφερόντως ἐμμίξωσιν αὐτῇ ἢ ὑπεισέλθωσιν ἢ τὸ ἐναντίον, ἀποκαθίστανται.

40

pr.Ἀνάγν. καὶ τί. κγ΄. Εἰ καὶ τὸν φόνον οὐκ ἐκδικήσουσιν οἱ ἀφήλικες τοῦ κληρονόμους αὐτοὺς ἐάσαντος, οὐκ ἐκπίπτουσι τῆς κληρονομίας. τοῦτο γὰρ ἐπὶ τῶν τελείων κρατεῖ. Καὶ ὅτι τοῖς μὲν τελείοις πενταετίᾳ ἀναιρεῖται ἡ κατὰ τῆς διαθήκης μέμψις· τοῖς δὲ ἐλάττοσιν, εἰ μὴ πληρώσουσι τὸν κε΄ χρόνον, πενταετία οὐ τρέχει. Καὶ ὅτι οἱ χρεῶσται τοῦ ἀφήλικος, εἰ μὴ αὐτομάτως᾿ τὸ χρέος ἀποδώσουσιν, ὑπέρθεσιν ποιοῦσιν. ὡσαύτως καὶ ἐπὶ τῶν φειδικομίσσων καὶ ἐπὶ τῶν λεγάτων. Καὶ ὅτι οὐδὲ ἡ παραγραφὴ τῆς ἀναργυρίας τοῖς ἐλάττοσιν τρέχει '.

41

pr.Ἀνάγν. καὶ τί. κδ΄, ἐν ᾧ φησιν, ὅτι οὐκ ἀποκαθίστανται οἱ ἀφήλικες, ἐὰν ἐπιμελεῖς οἰκοδεσπόται ἐγένοντο, καὶ μάλιστα ἐν δημοσίαις διοικήσεσιν, ἢ ἐὰν κατὰ πατρὸς ἢ πάτρωνος τὴν μέμψιν κινήσωσιν.

42

pr.Ἀνάγν. καὶ τί. κέ, ἐν ᾧ φησι περὶ ἥττονος, ἐὰν μείζονα ἑαυτὸν εἴπῃ, ἢ ἀποδείξῃ παρὰ ἄρχοντι, ἢ μεθ᾽ ὅρκου ἐγγράφως βεβαιώσηται, ἢ καὶ σωματικῶς ὀμόσῃ, καὶ πότε μὲν ἀποκαθίσταται, καὶ πότε οὐκ ἀποκαθίσταται. Καὶ ὅτι ἐὰν διὰ τῆς οἰκείας θέας ἠπάτησέ τινα, μείζονα ἑαυτὸν διαβεβαιωσάμενος εἶναι, οὐκ ἀποκαθίσταται.

43

pr.Ἐν δὲ δ ' κεφ. Ἐὰν [ἐν] συμβολαίῳ μετὰ ὅρκου μείζονα σεαυτὸν εἶναι ἐβεβαιώσω, οὐκ ὀφείλεις ἀγνοεῖν ἀποκεκλεισμένην σοι εἶναι τὴν τῆς ἀποκαταστάσεως βοήθειαν διὰ τὸν ὅρκον, εἰ μὴ φανερῶς καὶ προδήλως δι᾽ ἐγγράφων συμβολαίων παρά σου προφερομένων, οὐ μὴν διὰ μαρτύρων καταθέσεως, σεαυτὸν ἐλάττονα εἶναι ἀποδείξεις. ταῦτα ὅπου ἐνεγράφη τῷ συμβολαίῳ μόνον ὁ ὅρκος, οὐ μὴν σωματικῶς καὶ τῇ ἀληθείᾳ ὤμοσεν ὁ νεώτερος ἑαυτὸν εἶναι μείζονα. ἐὰν μέντοι, φησὶν, οὗτος ὁ ὅρκος σωματικῶς ἐδόθη παρά σου, τουτέστιν αὐτῇ τῇ ἀληθείᾳ ἐπωμόσω μείζονα σαυτὸν εἶναι, μηδεμίαν σοὶ περιλελεῖφθαι βοήθειαν, προφανεστάτου νομίμου ἐστίν.

44

pr.Ἀνάγν. καὶ τί. κς΄, ἐν ᾧ φησιν, ὅτι κατὰ ἀποφάσεως δικαστοῦ ἀποκατάστασις τοῖς ἀφήλιξι δίδοται· ἐκ δευτέρου δὲ τὴν τῆς ἀποκαταστάσεως δίκην μὴ πράττεσθαι, εἰ μὴ καιναὶ προφέρονται δικαιολογίαι.

45

pr.Ἀνάγν, καὶ τί. κζ ', ἐν ᾧ φησι περὶ τῶν συγγνώμην ἡλικίας λαβόντων, καὶ ὅτι ὁ μὲν ἀνὴρ πληρουμένων τῶν εἴκοσι ἐτῶν, ἡ δὲ γυνὴ πληρουμένων τῶν δεκαοκτὼ ἐτῶν δύναται τὴν συγγνώμην τῆς ἡλικίας ἐξαιτεῖν παρὰ βασιλέως. κτήματα δὲ αὐτῶν ἄνευ ἐγγράφου ψηφίσματος ἐκποιεῖν οὐ δύνανται.

46

pr.Ἀνάγν. καὶ βι. κη΄ τί. β΄ κεφ. β΄, ἐν ᾧ φησι· Γίνεται δὲ ἡ αἴτησις τῆς συγγνώμης τῆς ἡλικίας, τοῖς μὲν ἀνδρᾶσιν ἀπὸ εἴκοσι χρόνων ἕως κε΄, ταῖς δὲ θηλείαις ἀπὸ ιη΄ μέχρι τοῦ κε΄ χρόνου· αἰτούμενοι βασιλέα ἀπώσασθαι τοὺς κουράτορας αὐτῶν, ὡς αὐτοὺς μόνους δυναμένους· τὴν τῶν οἰκείων πραγμάτων ποιεῖσθαι φροντίδα, ὑπολήψεως ἀγαθῆς δηλονότι μαρτυρούμενοι. καὶ τηνικαῦτα δὲ μετὰ τὴν αἴτησιν πράττουσι [τὰ] τῶν τελείων, οὐ μέντοιγε χωρὶς ἀποφάσεως κριτοῦ ἐκ ποιοῦνταί τι τῶν αὐτοῖς προσόντων.

47

pr.Ἀνάγν. καὶ τί. κή τοῦ ί βι., ἐν ᾧ φησιν· Ἐὰν δεκτὰ ἡγήσωνται μετὰ τὸν κε΄ ἐνιαυτὸν τὰ ἐλάττονι ἡλικίᾳ πεπραγμένα, οὐκ ἀποκαθίστανται.

48

pr.Ἀνάγν. καὶ τί. κθ΄, ἐν ᾧ φησι, παρὰ τίνι ἡ διάγνωσις τῆς ἀποκαταστάσεως γίνεται. καὶ ὅτι καὶ καταβαλὼν ὁ νέος τὰ ἀπὸ τῆς διαλύσεως ἀναλαμβάνει.

49

pr.Ἀνάγν. καὶ τί. Χ΄, ἐν ᾧ φησιν· Ὁ ἀποκαθιστάμενος κατά τινος πράγματος οὔτε ζημιοῦσθαι οὔτε κερδαίνειν ἐξ αὐτοῦ ὀφείλει.

50

pr.Ἀνάγν. καὶ τί. λά, ἐν ᾧ φησιν, ὅτι καὶ διὰ ἐντολέως δύναται ὁ νέος ἀποκατάστασιν αἰτεῖν.

51

pr.Ἀνάγν. καὶ τί. λβ΄, ἐν ᾧ φησι περὶ τοῦ κατὰ ἀποφάσεως ἐκκαλουμένου.

52

pr.Ἀνάγν. καὶ τί. λγ ' κεφ. ε΄, ἐν ᾧ φησιν· Ὅτι ὁπηνίκα ὁ δημόσιος πιπράσκῃ τὸ τοῦ ἀνήβου πρᾶγμα ἢ τὸ τοῦ διὰ πρᾶγμα δημόσιον ἀπολιμπανομένου ἢ ἑτέρου τινὸς καθ᾽ οἷονδήποτε τρόπον ἀποκαταστῆναι δυναμένου, μὴ ἀντικεῖσθαι τοῖς τοῦ πράγματος δεσπόταις τὸν τετραετῆ χρόνον τὸν βεβαιοῦντα τὰς γινομένας ὑπὸ τοῦ δημοσίου πράσεις τῶν ἀλλοτρίων πραγμάτων.

53

pr.Ἀνάγν. καὶ τί. λδ΄, ἐν ᾧ φησι περὶ τῆς δεδομένης τετραετίας εἰς ἀποκατάστασιν τοῖς ἀφήλιξι μετὰ τὸν κέ ἐνιαυτὸν, ὁμοίως καὶ τοῖς συγγνώμην ἡλικίας αἰτήσασι μετὰ τὸ λαβεῖν τὴν συγγνώμην τῆς ἡλικίας τρέχειν τὸν τετραετῆ χρόνον.

54

pr.Ἀνάγν. καὶ βι. ιθ΄ τί. ζ ' κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἥττων τῶν εἴκοσι ἐτῶν ἀνισχύρως ἐπὶ τῷ ἐλευθερωθῆναι πωλεῖ δοῦλον, κἂν συμφωνήσῃ τὴν ἐλευθερίαν ὑπερτεθῆναι ἕως οὗ πληρώσῃ τὰ κ΄ ἔτη.

55

pr.Ἀνάγν. καὶ βι. κς ' τί. δ΄ κεφ. ιζ ' καὶ βι. να τί. δ΄ κεφ. δ΄ θέμ. ί, ἐν ᾧ φησιν· Ἐὰν ἀφήλιξ δωρήσηταί μοι ἑπταέτην, καὶ μετὰ ταῦτα ἐκδικῇ αὐτὸν, ἐκβάλλεται παραγραφῇ μὴ διδοὺς τὰς δεδοκιμασμένας δαπάνας καὶ τὰς τροφάς.

56

pr.Ἀνάγν. καὶ βι. ή τί. β΄ κεφ. πη ' ', ἐν ᾧ φησιν· Τοῖς ἐλάττοσιν ἡ ἡλικία ἐν ταῖς ζημίαις συντρέχειν, οὐ μὴν ἐν τοῖς πράγμασιν τοῖς αἰσίως διοικηθεῖσιν ἀντικεῖσθαι εἴωθεν.