IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.69

Περὶ ἀτιμουμένων, καὶ ἐξ ὧν αἰτιῶν ἀτιμοῦταί τις, καὶ δι᾽ ὧν ἀτιμία προσγίνεται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κα΄ τί. β΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὅτι πάντες οἱ διὰ πόρον εἰς ἀγῶνα κατιόντες ἄτιμοί εἰσιν, καὶ οἱ διὰ φιλοτιμίαν ἐπὶ σκηνῆς προϊόντες. ἐστὶ δὲ σκηνὴ, ἔνθα τὶς ἵσταται ἢ κινεῖται παιδικὴν ἐπιδεικνύμενος τέχνην. 21. Οὐκ ἐστὶ δὲ παιγνικὴ τέχνη οὐδὲ ἀτιμοποιὸς ἡ τῶν ἀθλητῶν καὶ τῶν λεγόντων ἐν τοῖς ὀλυμπίοις τὰ ἐνθύρια καὶ τῶν ἐν ξυστῷ ἀγωνιζομένων καὶ τῶν ἡνιόχων καὶ τῶν ἄλλως ὑπουργούντων ἐν τοῖς ἱεροῖς ἀγῶσιν. Ατιμοῦνται δὲ καὶ οἱ προαγωγοὶ, καὶ συκοφάνται. Καὶ ἡ πρὸ τοῦ πενθίμου γαμηθεῖσα, καὶ ὁ ἐν εἰδήσει ἀ [γα] γόμενος αὐτήν. Καὶ ἡ μνηστευομένη ἑτέρῳ καὶ ἄλλῳ γαμηθεῖσα. Καὶ ὁ καταδικασθεὶς τῷ στελλιονάτους. Καὶ ἡ πλασαμένη ἐγκυμονεῖν.

3

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ἡ κατὰ αὔξησιν ἐπιφερομένη καταδίκη ὑπὲρ τὴν ὡρισμένην ἐκ τοῦ νόμου τιμωρίαν κουφισμὸν τῆς ἀτιμίας χαρίζεται.

4

pr.᾿Εν δὲ τῷ ις ' κεφ. Ἐπὶ τῇ περὶ ὕβρεως ἀγωγῇ οὐ μό- νον ὁ καταδικαζόμενος ἀτιμοῦται, ἀλλὰ καὶ ὁ διαλυόμενος ἀτιμοῦται, ὅταν ἐπὶ χρήμασι διαλύσηται· δοκεῖ γὰρ ἐκ τοῦ συνειδέναι ἑαυτῷ ὡς ἁμαρτήσαντι παρασχεῖν τὰ χρήματα. ἐπεὶ ἐὰν ἁπλῶς καὶ ἀπολελυμένως χωρὶς χρημάτων συμφωνήσῃ, ὁ ὑβρισθεὶς᾽ οὐ κινεῖ τὴν περὶ ὕβρεως ἀγωγὴν, καὶ οὐ γίνεται ἐκ τούτου ὁ ἐναγόμενος ἄτιμος.

5

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Οἱ ἀναισχύντως τοκίζοντες καὶ τόκους τόκων ἀπαιτοῦντες ἀτιμοῦνται. α Ἰνιουριαρούμ.

6

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ὁ τὴν πίστιν ῥηγνὺς τῆς κοινωνίας μετὰ τοῦ τῆς ἀτιμίας κινδύνου οἰκείῳ ὀνόματι τῇ περὶ τῆς κοινωνίας ἀγωγῇ ἐναχθεὶς καὶ ἀτιμοῦται καὶ εἰς τὸ ποιῆσαι τὸ ἱκανὸν τῷ κοινωνῷ συνελαύνεται.