JGR V 1.68
[Περὶ ἀτελείας.]
Abrir no leitor do IusCommune →1
pr.[Ἀνάγν. βι. νδ΄ τί. ς΄] οὗτινος ἐν τῷ α΄΄ κεφ. φησίν· Ὅτι ἡ προσώποις διδομένη ἀτέλεια οὐ διαβαίνει εἰς κληρονόμους. εἰ δὲ γένει ἢ ἀπογόνοις δοθῇ, οὐχ ἁρμόζει τοῖς ἀπὸ θηλυγονίας.
2
pr.Ἐν δὲ τῷ ις ' κεφ. Τὰ θεμιτὰ συστήματα, ἅτινα ἐξαρχῆς ἐπενοήθη διὰ τὸ διδόναι τὴν οἰκείαν χρησιμότητα τῷ δημοσίῳ, ἔχουσιν ἀτέλειαν. οὐ πάντες δὲ οἱ ἐν αὐτοῖς, ἀλλὰ μόνοι οἱ τεχνῖται ἔχουσι τὴν ἀτέλειαν.
3
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ἡ διάταξις καταλέγει τινὰς ἀπηλλαγμένους προνομίων, τυχὸν συγκλητικοὺς καὶ τοὺς κόμητας τοὺς κονσιστοριανοὺς καὶ τοὺς νοταρίους καὶ τοὺς κουβικουλαρίους καὶ τοὺς ἀπὸ κουβικουλαρίων. καὶ τοῖς μὲν ἄλλοις τοῖς ἔχουσιν ἀπὸ παλαιῶν διατάξεων προνόμια βεβαιοῖ αὐτὰ ἡ διάταξις, ἐὰν παντὶ τῷ βαθμῷ καὶ οὐχ ἑνὶ προσώπῳ τὸ προνόμιον ἐδόθη. καὶ οἱ γραμματικοὶ δὲ καὶ οἱ ῥήτορες ἑκατέρας παιδείας, τουτέστι τῆς τε ἑλληνικῆς καὶ ῥωμαϊκῆς, τῶν ῥυπαρῶν λειτουργημάτων ἀτέλειαν ἐχέτωσαν· ἵνα μὴ ἀναγκάζωνται συνωθεῖσθαι γυρινοὶ ἀρτοκόποι γίνεσθαι, ἢ προετοιμάζειν τοῖς ἀρτοκόποις.
4
pr.Ἀνάγν. καὶ τί. κδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τις ἀτέλειαν ἐπὶ σίτῳ ἢ ἐλαίῳ ἐπορίσατο, ἀνίσχυρον ἔσται τὸ πραχθέν.
5
pr.Τὸν ἐπιτεθέντα κανόνα τοῖς κτήμασι τοῖς ῥωμαϊκοῖς οὐ βουλόμεθα ἐναλλάττεσθαι. εἰ δέ τις πειραθείη τοιούτου τυχεῖν, διπλάσιον ἀπαιτείσθω· τῶν βικαρίων καὶ τῶν ἀρχόντων [τῶν] προσδεχομένων τὰ τοιαῦτα καὶ συγκεχρημένων τῷ κανόνι περιοριζομένων· οἱ δὲ πρῶτοι τῆς τάξεως ἀποτμηθήσονται.
6
pr.Ἀνάγν. καὶ βι. νς τί. ιζ ' κεφ. λθ ' καὶ βι. νή τί. ιβ΄ κεφ. α΄, ἐν ὦ φησιν· Οἱ τυχόντες ἀτελείας δημοσίων ἔργων ἀντὶ μὴ ἐχόντων ἔστωσαν.