JGR V 1.67
Περὶ ἀσελγῶν ἤτοι ἀρσενοκοιτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. [ξ΄] τί. λθ ' κεφ. β΄ ἐν ᾧ φησιν· Ακινδύνως τὶς φονεύει τὸν βιαζόμενον αὐτὸν ἢ τοὺς αὐτοῦ πρὸς ἀσέλγειαν.
2
pr.Ἀνάγν. καὶ βι. δ΄ τῶν ἰνστιτούτων τί. ιζ ' διάταξιν ζ΄· φησὶ γὰρ, ὅτι ὁ ἰούλιος δὲ ἀδουλτέριις τοὺς μὲν μοιχοὺς καὶ ἀρσενοκοίτας ξίφει τιμωρεῖται, τοὺς δὲ χωρὶς βίας παρθένον ἢ χῆραν αἰσχρουργήσαντας, εὐϋπολήπτους μὲν ὄντας εἰς τὸ ἥμισυ τῆς οὐσίας δημεύει, τοὺς εὐτελεῖς δὲ σωματικῶς σωφρονίζει καὶ ἐξορίζει.