IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.66

Περὶ ἀρχόντων, συγκλητικῶν τε καὶ ἀξιωματικῶν· περὶ παντοίων ὀφφικιαλίων καὶ περὶ τάξεων καὶ προνομίων αὐτῶν καὶ καθεδρῶν, καὶ περὶ παίδων αὐτῶν καὶ γαμετῶν, καὶ περὶ συνέδρων αὐτῶν· καὶ ὅτι οἱ ἄτιμοι καὶ αἰσχροὶ οὐ γίνονται συγκλητικοί· καὶ ὅπως ὀφείλει ἕκαστος αὐτῶν διαπρέπειν ἐν αἷς ἄρχουσιν ἐπαρχίαις.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ς΄ τί. α΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Αἱ γαμεταὶ τῶν λαμπροτάτων λαμπρόταταί εἰσιν, οὐ μὴν αἱ τῶν συγκλητικῶν θυγατέρες. καὶ ὅτι τῇ τοῦ πατρὸς ἀξίᾳ κέχρηται ἡ θυγάτηρ, ἕως οὗ γαμηθῇ ἰδιώτῃ. καὶ ὅτι λαμπροτάτη ἐστὶν ἡ γυνὴ τοῦ λαμπροτάτου καὶ τοῦ ὑπάτου, καὶ αἱ διαζευχθεῖσαι τούτων, εἰ μὴ γαμηθῶσιν ἑτέροις ἥττονος οὖσιν ἀξίας.

2

pr.Ἐν δὲ τῷ ἡ κεφ. Συναπτομένης θυγατρὸς ἀξιωματικοῦ ἀπελευθέρῳ, κἂν ὁ πατὴρ αὐτῆς ἀποκινηθῇ τῆς ἀξίας, ὁ γάμος [οὐ] βεβαιοῦται. ἡ γὰρ τοῦ πατρὸς συμφορὰ τὴν περιποιηθεῖσαν τοῖς παισὶν ἀξίαν οὐκ ἀφαιρεῖται.

3

pr.Πάντες οἱ τοῦ συγκλητικοῦ κατιόντες συγκλητικοῦ λέγονται παῖδες.

4

pr.Ἐν δὲ τῷ ια κεφ. Ὅτι ἀπὸ πατρικίων ἕως ἰλλουστρίων εἰσὶν οἱ συγκλητικοὶ, καὶ οὗτοι μόνοι βουλὴν ἐν τῇ συγκλήτῳ δύνανται λέγειν.

5

pr.Καὶ [ὅτι] ἐν τῇ ἱπποδρομίᾳ ὀφείλουσι συνάγεσθαι.

6

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Οἱ ἔπαρχοι προκαθεζέσθωσαν ὅλων, καὶ μετ᾿ αὐτοὺς οἱ συγκλητικοί.

7

pr.Ἐν δὲ τῷ ιή κεφ. Οἱ ἄτιμοι καὶ οἱ αἰσχροὶ οὐ δύνανται γίνεσθαι συγκλητικοί.

8

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Μηδεὶς ἔμπορος ἢ μονιτάριος ἢ τελώνης ἢ ἀπὸ εὐτελοῦς ὀφφικίου ἐπιχειρείτω γίνεσθαι ἀξιωματικός. εἰ δὲ καὶ γένηται, πάλιν ἀποδιδόσθω τῷ ἰδίῳ σωματείῳ.

9

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Τὸ δίκαιον τῶν συγκλητικῶν καὶ τὴν αὐθεντίαν τῆς τάξεως, ἐν ᾗ καὶ ἡμεῖς συναριθμούμεθα, οὐ δεῖ ὑβρίζεσθαι. καλῶς δὲ εἶπεν ὁ βασιλεὺς συναριθμεῖσθαι τοῖς συγκλητικοῖς, ἐπειδὴ καὶ ὑπατεύειν ἀνέχεται '.

10

pr.Ἐν δὲ τῷ κέ κεφ. Οἱ τῶν ἀπελευθέρων παῖδες δύνανται γενέσθαι συγκλητικοί. αὐτοὶ γὰρ οἱ ἀπελεύθεροι μόνοι κει κώλυνται.

11

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Ἡ διάταξις κελεύει τὸν συγκλητικὸν, εἴτε ἐπὶ χρηματικῇ αἰτίᾳ εἴτε ἐπὶ ἐγκλήματι ἐναγόμενον, ἐγγύας μὴ ἀπαιτεῖσθαι, ἀλλὰ μόνον ἐξωμοσίᾳ [κατα] πιστεύεσθαι.

12

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Οἱ πάσας τὰς ἐπαρχίας διοικοῦντες δίκαιον ἔχουσι ξίφους καὶ τοῦ μεταλλίζειν.

13

pr.Ἐν δὲ τῷ μ ' κεφ. Ὁ ἄρχων ἀναγκαζέτω τοὺς τῶν οἴκων δεσπότας ἀνανεοῦν αὐτούς. εἰ δὲ ὑπερτίθενται, ἁρμοδίως αὐτὸς θεραπευέτω τὴν ἀμορφίαν τῆς πόλεως.

14

pr.Ἐν δὲ τῷ ν ' κεφ. Μὴ δεχέσθω δὲ ξένιον, [εἰ] μὴ τὸ δι᾽ ὀλίγων ἡμερῶν δαπανώμενον βρώσιμον ἢ πόσιμον.

15

pr.Ἐν δὲ τῷ να κεφ. Εὐχερὴς ἔστω τοῖς προσιοῦσι καὶ ἀκαταφρόνητος, καὶ μὴ ἐξίσου συναναστρεφέτω τοῖς ἀρχομένοις, καὶ μὴ δηλούτω τῇ ὄψει ἐλεῶν ἢ ὀργιζόμενος.

16

pr.Ἐν δὲ τῷ οα΄ κεφ. Μηδεὶς ἅμα [καὶ] συνηγορείτω καὶ ἑτέροις συνεδρευέτω, ἢ καὶ δύο κατὰ ταὐτὸν ἄρχουσι συμ- πονείτω.

17

pr.Ἐν δὲ τῷ π ' κεφ. Μηδεὶς ἄρχων ὢν τὴν κωνσταντινούπολιν ἄνευ θείας καταλαμβανέτω κελεύσεως, τὴν ἁρμοδίαν ποινὴν εὐλαβούμενος.

18

pr.Ἐν δὲ τῷ ριε κεφ. Οἱ ἄρχοντες καὶ οἱ ὑπασπισταὶ καὶ οἱ τῆς τάξεως πρῶτοι μετὰ τοῦ ἄρχοντος ἀνὰ τρεῖς λίτρας προστιμάσθωσαν χρυσοῦ, ἀξιωματικοῦ κωλυθέντος παρὰ τοῖς ἄρχουσιν εἰσελθεῖν, εἰ μὴ μετὰ τιμῆς εἰσελθόντος, ἢ μὴ συγκαθεσθέντος τῷ ἄρχοντι.

19

pr.Ἀνάγν. καὶ τί. γ΄· διαλαμβάνει γὰρ περὶ τοῦ χωρὶς τῆς οἱασοῦν δόσεως γίνεσθαι τοὺς ἄρχοντας, καὶ ὅπως διαπρέπειν ὀφείλουσι. Καὶ τοῦ μήτε αὐτοὺς λαμβάνειν τὶ παρά τινος λόγῳ ξενίου μήτε ἕτερον συγχωρεῖν τοῦτο πράττειν, καὶ ὅτι οἱ λαβεῖν τολμῶντες οὐ μόνον εἰς τὸ τετραπλάσιον ἀποδώσουσιν ὃ εἰλήφασιν, ἀλλὰ καὶ ζώνης καὶ οὐσίας ἐκπεσοῦνται πρὸς τῷ καὶ τιμωρίαις ὑποβληθῆναι πρεπούσαις, καὶ περὶ τοῦ φυλάττειν τοὺς ὑπηκόους ἀνεπηρεάστους, καὶ ἴσους μὲν ἐν ταῖς δίκαις, ἴσους δὲ ἐν ταῖς δημώδεσι καταστάσεσιν εἶναι. καὶ τοὺς μὲν ἀνευθύνους πανταχόθεν φυλάττειν καθαροὺς, τοῖς δὲ ὑπευθύνοις ἐπιτιθέναι πρὸς τὸν νόμον τὴν ποινήν. ἐπειδὰν δὲ κατάθοιντο τὴν ζώνην, πεντήκοντα ἡμέρας ἐν τῇ ἐπαρχίᾳ διατρίβειν τὰς παρὰ πάντων δεχόμενοι ἐναγωγάς· μὴ περατωθείσης δὲ τῆς δίκης εἴσω τῶν πεντήκοντα ἡμερῶν, χρηματικῆς μὲν οὔσης διδόναι προκουράτορα, ἐγκληματικῆς δὲ μέχρι πέρατος μένειν τῆς ὑποθέσεως. καὶ περὶ τοὺς δημοσίους φόρους ἐπιμέλειαν ἔχειν, καὶ ὅρκον δὲ ὑπέχειν τοῦ παραφυλάττειν πάντα τὰ διατεταγμένα. καὶ τοῦ μὴ συγχωρεῖν, εἰ καὶ θεῖον τύπον τὶς ἐξενέγκοι, ἀδικίας γίνεσθαι ἢ καὶ προστασίας ἀδίκους, ἢ σανίδας ἐπιτίθεσθαι χωρίοις ἢ ἐργαστηρίοις ἀλλοτρίοις παρά τινος· μήτε μὴν γεωργοὺς ἐᾷν ἀλλοτρίους εἰσδέχεσθαί τινα· ἀναγκάζειν τε τοὺς τῶν δημοσίων ἀπαιτητὰς ἀποδείξεις ποιεῖν, καὶ τοὺς ἐπικτωμένους ἀγροὺς ἢ χωρία ἀπογράφεσθαι τοῦ συντελεῖν, ὡς ἂν μὴ ἄλλοι μὲν εἶεν οἱ νεμόμενοι, ἕτεροι δὲ οἱ συντελοῦντες. καὶ περὶ τοῦ ἐπισκέπτεσθαι ἐν ταῖς κυριακαῖς τοὺς ἐν φυλακαῖς, καὶ μανθάνειν εἰ φιλανθρώπως αὐτοῖς οἱ φύλακες κέχρηνται. καὶ μηδὲ ἀγγαρείαις ἢ δαπανήμασι βαρύνειν τοὺς ὑποτελεῖς. καὶ τοῦ μὴ ἐπικτᾶσθαί τι τοὺς ἄρχοντας ἐν αἷς ἄρχουσιν ἐπαρχίαις μηδὲ τοὺς τῆς κωνσταντινουπόλεως κινητὸν ἢ ἀκίνητον δίχα θείας κελεύσεως, μηδὲ δωρεὰν εἰς αὐτοὺς ἐῤῥῶσθαι.

20

pr.Ἐν δὲ τῷ λα΄ κεφ. τοῦ αὐτοῦ τί. διαλαμβάνεται ὁ ὅρκος, ὃν ὑπέχουσιν οἱ λαμβάνοντες ἀρχήν.

21

pr.Ἀνάγν. καὶ τί. κα΄, ἐν ᾧ φησι περὶ τοῦ ἕκαστον τῶν ἀρχόντων κατὰ τὴν ἰδίαν ἐπαρχίαν διοικεῖν τάς τε ἐγκληματικὰς καὶ χρηματικὰς δίκας.

22

pr.Καὶ τί. κδ, ἐν ᾧ φησι περὶ τῶν τὴν ἰδίαν δικαιοδοσίαν ἑτέρῳ ἐντελλομένων.

23

pr.Ἀνάγν. καὶ βι. κγ ' τί. α΄ κεφ. λγ ', ἐν ᾧ φησιν· Οἱ ἄρχοντες τῶν ἐπαρχιῶν καὶ οἱ περὶ αὐτοὺς κεκώλυνται πραγματεύεσθαι ἢ δανείζειν ἢ τοκίζειν.

24

pr.Οἱ δὲ ταξεῶται καὶ δανείζουσι καὶ τοκίζουσι. καὶ ἑ ἄρχων ἐκτόκως δανείζεται.

25

pr.Καὶ κεφ. μέ, ἐν ᾧ φησιν· Ὁ ἀρχὴν ἢ ὀφφίκιον ἐν ἐπαρχίᾳ πράττων οὔτε δι ἑαυτοῦ οὔτε διὰ μέσου προσώπου ἐν τῷ καιρῷ τῆς ἰδίας ἀρχῆς δανείζειν δύναται.

26

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λθ ' κεφ. α΄, ἐν ᾧ φησι· Ὅτι ὁ ἄρχων χρήματα λαβὼν ἐπὶ τῷ καταδικάσαι τινὰ κεφαλικῶς τῷ τῶν ἀνδροφόνων νόμῳ ὑπόκειται.

27

pr.Περὶ ἀνθυπάτων καὶ ὑπάτων καὶ λεγάτων ἀνάγν. βι. ς ' τί. β΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησίν· Οὐκ ὀφείλει μιτάτοις τὴν ἐπαρχίαν βαρεῖν ὁ ἀνθύπατος.

28

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Μετὰ τὸ εἰσελθεῖν ἐν τῇ ἐπαρχίᾳ ποιείτω τοὺς λεγάτους· πρὸ τούτου γὰρ οὔτε αὐτὸς δικαιοδοσίαν ἔχει, καὶ οὐ δύναται ἣν οὐκ ἔχει ἐντέλλεσθαι ἑτέρῳ.

29

pr.Ἐν δὲ τῷ η΄ κεφ. Δέχεσθαι δὲ ξένια ἢ ἀγοράζειν ὁ ἀνθύπατος ἢ ὁ ἕτερον χειρίζων ὀφφίκιον πλὴν τῆς ἐφημέρου τροφῆς οὐκ ἐπιτέτραπται.

30

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Οἱ λεγάτοι οὐδὲν ἔχουσιν ἴδιον, εἰ μὴ παρὰ τῶν ἀνθυπάτων αὐτοῖς ἡ δικαιοδοσία ἐνταλθῇ.

31

pr.Περὶ ' ἐπάρχου πόλεως καὶ τάξεως καὶ προνομίου αὐτοῦ, καὶ ἐπάρχου πραιτωρίων ἀνάγν. βι. ς΄ τί. δ΄, οὗτινος ἐν τῷ ια΄ κεφ. φησί· Πασῶν τῶν ἐν κωνσταντινουπόλει ἀρχῶν ἡ ἐπαρχότης προεχέτω τῆς πόλεως, κατὰ μηδὲν δηλονότι τὰς λοιπὰς ἀδικοῦσα.

32

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Πάντα τὰ ἐν κωνσταντινουπόλει συστήματα καὶ οἱ πολῖται καὶ οἱ ἀπὸ τοῦ δημοσίους πάντες τῷ ἐπάρχῳ τῆς πόλεως ὑποκείσθωσαν.

33

pr.Ἀνάγν. βι. νς τί. ιζ ' κεφ. κε΄ καὶ κς ' καὶ κζ καὶ κὴ καὶ βι. νζ ' τί. β΄ κεφ. κς ', ἐν ᾧ φησιν· Δίκαιον στρατιωτικοῦ πεκουλίου ἔχουσι καὶ οἱ σκρηνιάριοι καὶ οἱ ἐξσκέπτορες τοῦ ἐπάρχου τῶν πραιτωρίων. δοκοῦσι γὰρ τῆς πρώτης λεγεῶνος εἶναι τῆς τῷ βασιλεῖ βοηθούσης.

34

pr.Περὶς νυκτεπάρχου ἤτοι πραίτωρος δήμου ἀνάγν. βι. ς ' τί. έ, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Διὰ τοὺς ἐμπρησμοὺς ἐπενοήθη ὁ νυκτέπαρχος [ἤτοι ὁ πραίτωρ].

35

pr.Διαγινώσκει γὰρ περὶ τῶν ποιούντων ἐμπρησμούς τε καὶ τοιχωρυχίας καὶ κλοπὰς καὶ ἁρπαγὰς, καὶ περὶ τῶν ὑποδεχομένων. τοὺς δὲ τραχεῖς καὶ περιφανεῖς διαπέμπει τῷ ἐπάρχῳ.

36

pr.Περὶ κοιαίστωρος καὶ τάξεως καὶ προνομίων αὐτοῦ, καὶ περὶ κοιαισίτωρος τουτέστιν ἐρευνητοῦ ἀνάγν. βι. ς΄ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αδιάφορον εἴτε ἐξ ἰδιωτῶν εἴτε ἀπὸ πατρικίων οἱ κοιαίστορες γίνονται. ἀναγινώσκουσι δὲ τῷ βασιλεῖ λιβέλλους, καὶ βουλεύονται ἐν τῇ συγκλήτῳ, καὶ τὰς βασιλικὰς ἀναγινώσκουσι κελεύσεις. καὶ σχεδὸν πασῶν τῶν ἀρχῶν τῶν ἄλλων αὕτη ἀρχαιοτέρα ἐστὶ, καί τινες μὲν αὐτῶν εἰς ἐπαρχίας ἐπὶ ζητήσει πόρων ἐξῄεσαν, οἱ δὲ διαλάμποντες παρὰ τῷ βασιλεῖ ἔμενον.

37

pr.Ἐν δὲ τῷ ιε κεφ. Θεσπίζομεν τὸν τὴν ἀρχὴν τοῦ κοιαισίτορος ἤτοι ἐρευνητοῦ ἔχοντα ταύτην ἀφορῶντα πρὸς θεὸν καὶ τὸ ἡμέτερον δέος καὶ τὸν νόμον ἀναζητεῖν τοὺς ἐπὶ τῆς μεγάλης ταύτης ἐπιδημοῦντας πόλεως, ἐξ οἱασδήποτε χώρας εἶεν, εἴτε ἄνδρας εἴτε γυναῖκας, εἴτε κληρικοὺς ἢ μοναχοὺς ἢ ἀσκητρίας, εἴτε τῶν ἔξω πόλεων συνηγόρους εἴτε καὶ ἄλλης οἱασοῦν τύχης [τε] καὶ ἀξίας· καὶ περιεργάζεσθαι τίνες τε εἶεν καὶ πόθεν ἥκοιεν καὶ ἐπὶ ποίᾳ προφάσει. καὶ εἰ μὲν γεωργοὶ, σκοπεῖν τοὺς οἷς τῶν ἡμετέρων ἀρχόντων αἱ κατ᾿ αὐτοὺς προσήκουσιν ὑποθέσεις, καὶ τούτοις ἐπικεῖσθαι, συντόμως τε αὐτοὺς ἀπαλλάττειν τῶν δυσκόλων, δι ἅπερ ἂν ἐνταυθοῖ γεγόνασι ', καὶ ὅτι τάχιστα τούτους, ὅθεν ἥκουσιν, ἐκπέμπειν τῶν προσηκόντων ἀπολαύσαντας. Εἰ δέ τινες εἶεν γεωργοὶ τελοῦντες ὑπὸ δεσποτείαν καὶ δεόμενοι τούτων εἰς ταύτην παραγεγόνασι τὴν βασιλίδα πόλιν, παρασκευάζειν τοὺς κεκτημένους θᾶττον αὐτοῖς διακρίνειν τὰ ἐφ᾽ οἷς ἀφίκοιντο πράγματα, καὶ ἐκπέμπειν αὐτίκα τυχόντας τῶν δικαίων. εἰ δὲ ὡς εἰκὸς εἰς ἐναντίωσιν τῶν κεκτημένων παρεγένοντο καὶ πρὸς αὐτοὺς λέγοιεν δίκας, εἰ μὲν πλῆθος εἴη, τοὺς μὲν πολλοὺς ἀποπέμπειν παραχρῆμα εἰς τὴν χώραν, δύο ἢ τριῶν καταλιμπανομένων, οἵπερ κατὰ τὸ τοῦ συνδίκου σχῆμα τὴν δίκην ἀγωνιοῦνται, καὶ οὕτω δὲ αὐτοὺς ἐπικεῖσθαι τῷ τῆς δίκης ἀκροατῇ, καὶ παρασκευάζειν ὅτι τάχιστα τέμνειν τὰς ὑποθέσεις, ἵνα μὴ μῆκος αὐτοῖς ἐγγίνοιτο χρόνου, καὶ μάλιστα γεωργοῖς, ὧν ἡ τε ἐνταῦθα παρουσία περιττή, ἥ τε ἐκ τῆς γεωργίας σχολὴ βλάβος αὐτοῖς τε καὶ τοῖς κεκτημένοις ποιεῖ. Εἰ δὲ οὔτε γεωργικὸν εἴη τὸ ἐπιδημοῦν πλῆθος, ἀλλά τινες τυχὸν ἕτεροι ἢ καὶ δικασόμενοι πρὸς ἑτέρους, καὶ ἐνταῦθα χρονίζοιεν, μὴ ἐᾷν, ἀλλὰ σὺν πάσῃ συντονίᾳ τοὺς δικαστὰς ἐπάγειν μετὰ σπουδῆς αὐτοὺς τῶν ἀμφισβητουμένων ἀπαλ λάττειν τε καὶ τῶν δικῶν ἐλευθερουμένους ἐκπέμπειν ὥστε αὐτοὺς τὰς οἰκείας χώρας τε καὶ πόλεις οἰκεῖν. εἰ δὲ πολλάκις ἐνοχλήσαντος τὸν ἀκροώμενον τῆς δίκης ἢ τοὺς τῶν γεωργῶν κυρίους τοῦ παρ᾽ ἡμῶν καταστάντος ἄρχοντος, ἐφ᾽ ᾧ τοὺς δικαζομένους ἢ προσεδρεύοντας ἐλευθερῶσαι, αὐτοὶ πρὸς τοῦτο ἀναβάλλοιντο καὶ μὴ θᾶττον αὐτοὺς ἢ τῆς δίκης ἢ τοῦ προσεδρεύειν [αὐτοῖς] ἀπαλλάξουσι, τηνικαῦτα αὐτὸν τὸν παρ᾽ ἡμῶν ἐπὶ ταύτης τῆς ἀρχῆς προβληθέντα ἄγειν εἰς ἑαυτὸν τοὺς δικαζομένους ἢ δεομένους τινὸς τῶν δικαίων παρὰ τῶν κεκτημένων, εἶτα μὴ τυγχάνοντας, καὶ ἐξετάζειν καὶ ἐν τάχει διατιθέντα, ἐφ᾽ οἷς ἐκεῖνοι ταύτῃ τῇ μεγάλῃ προσεδρεύουσι πόλει, πρὸς τὰς οἰκείας ἐκπέμπειν πατρίδας ἢ ὅλως ἐξ ὧν ἥκουσι τόπων, πᾶσιν᾿ ἀνῃρημένης πρὸς τοῦτο προνομίας τε καὶ φόρου παραγραφῆς. Εἰ δὲ βίου πρόφασίν τινες ἢ δίκης αἰτίαν οὐκ ἔχοντες ἐπὶ ταύτης εἰσὶ τῆς ἡμετέρας πόλεως, ὥστε διαζῆν ἢ ἐκ τοῦ μεταιτεῖν, ἢ τούτου πρὸς τὰς αὐτῶν ἐπιθυμίας οὐκ ἀρκοῦντος ἤδη καὶ πλημμελεῖν, τὴν τῶν σωμάτων αὐτῶν κατάστασιν ὁποία τὶς ἐστὶν ἐποπτεύειν· καὶ εἰ μὲν ἔῤῥωται αὐτοῖς τὰ σώματα, δυνατοὶ δὲ ἀρκεῖν πρὸς πόνον εἰσὶν, εἰ μὲν οἰκέται τινῶν εἶεν, μανθάνειν τίνων εἰσὶν, καὶ τούτους καὶ ἄκοντας τοῖς κεκτημένοις ἐκπέμπειν· εἰ δὲ ἐλεύθεροι τὴν τύχην καὶ ἔκ τινων ἐπαρχιῶν ἢ πόλεων ὁρμώμενοι, τούτους ἐκπέμπειν εἰς τὰς ἐξ ὧν εἰσιν ἐπαρχίας. Εἰ δὲ αὐτόχθονες εἶεν, καὶ σώμασι μὲν ἐῤῥωμένοις χρῶνται, βίου δὲ αὐτοῖς εὐπρεπὴς οὐκ ἐστι πρόφασις, τούτους μὴ μάταιον εἶναι τῆς γῆς ἄχθος συγχωρεῖν, ἀλλὰ παραδιδόναι θᾶττον αὐτοὺς τοῖς τε τῶν ἔργων τῶν δημοσίων [τεχνίταις] εἰς ὑπουργίαν, τοῖς τε προεστῶσιν ἀρτοποιητικῶν ἐργαστηρίων καὶ τοῖς τοὺς κήπους· ἐργαζομένοις, καὶ ἄλλοις διαφόροις τέχναις καὶ ἐργασίαις, ἐν αἷς ἰσχύουσιν ἅμα μὲν κάμνειν ἅμα δὲ ἀποτρέφεσθαι καὶ τὸν ἀργὸν οὕτως ἐπὶ τὰ κρείττω μεταβάλλειν βίον. εἰ δέ τινες μὴ βουλήθῶσι προσεδρεύειν ταῖς ἐργασίαις αἷς παρεδόθησαν, τούτους ἀπελαύνειν ταύτης τῆς βασιλίδος πόλεως. φειδόμενοι γὰρ αὐτῶν ταῦτα νομοθετοῦμεν, ὅπως ἂν αὐτοὺς μὴ τῆς ἀργίας εἰς ἀτόπους πράξεις ὠθούσης οἱ νόμοι τούτους ἁρπάζοιεν πρὸς ποινὰς τοῖς ἡμετέροις παραδιδόντες ἄρχουσι. τοὺς δέ γε βεβλαμμένους ἢ βεβλαμμένας τὸ σῶμα ἢ τῇ πολιᾷ βαρεῖς, τούτους ἀνενοχλήτους εἶναι κελεύομεν ἐπὶ ταύτης τῆς ἀγαθῆς καὶ βασιλίδος πόλεως παρὰ τῶν εὐσεβεῖν βουλομένων ἀποτρεφομένους. καὶ τῶν ἄλλων ἕκαστον ὁρᾷν, τίνος παρεγένοντο χάριν, καὶ πυνθανόμενον τὰ εἰκότα ἐπ᾿ αὐτοῖς πράττειν, ὥστε μὴ ἀργοὺς ἐνταῦθα καθῆσθαι, ἀλλὰ τὰ προσήκοντα πράξαντας εἰς τὰς οἰκείας ἐπανελθεῖν χώρας. Εἰ δέ τινες ἢ τῶν ἐπὶ ταύτης οἰκούντων τῆς πόλεως ἢ καὶ τῶν ἔξωθεν παραγινομένων μέμφοιντό τισιν, ὡς παρ᾽ αὐτῶν ζημιωθέντες, κατὰ πρόφασιν τυχὸν τῶν λεγομένων συνηθειῶν ἢ καὶ τῶν ἐντεῦθεν ἀδικιῶν, καὶ φάσκοιεν αὐτοὺς ἢ παραβῆναι τοὺς ὑπὲρ τούτων ἡμῶν νόμους ἢ καὶ χωρὶς ἀρχικῆς προστάξεως ὑπόμνησιν αὐτοῖς προσαγαγεῖν, ζητεῖν ἀκριβῶς τοὺς ταῦτα πλημμελήσαντας, ὁποίας ἂν εἶεν ἀξίας τε καὶ στρατείας καὶ ὑφ᾽ οἱανοῦν τελοῖεν ἀρχὴν, καὶ τούτους άμα μὲν συλλαμβάνειν, ἅμα δὲ μετ᾿ ἐλέγχους τὰς ἠπειλημένας κατὰ τοὺς ἡμετέρους νόμους εἰσπράττειν ποινὰς, οὐδενὸς τῶν προσφόρων ἀρχόντων ἀντιποιεῖσθαι δυναμένου· καὶ τοῦτο μὲν ἀζημίους φυλάττειν τοὺς ἠδικημένους ἀπολαμβάνοντας ἅπερ παρὰ τὸν νόμον ἀπῄτηνται, τοῦτο δὲ τὰς ποινὰς τὰς παρὰ τῶν ἡμετέρων ὡρισμένας διατάξεων προσαπαιτεῖν, καὶ εἰς ἡμᾶς τὰ περὶ αὐτῶν ἀναφέρειν, ἔνθα ἂν συνίδοιμεν δοθησομένας. Πρὸς τούτοις δὲ καὶ ὅσα μέμψιν λαμβάνει παραποιήσεως ἤτοι τῆς καλουμένης πλαστογραφίας ἐν οἱῳδήποτε πράγματι, ταῦτα ἀναζητεῖν, καὶ τοὺς ἐπὶ τούτοις προσαγγελλομένους συνέχειν, καὶ μετὰ γραφὴν καὶ ἐλέγχους τιμωρεῖσθαι τούτους. Δίδομεν δὲ τῷ τὴν ἀρχὴν ἔχοντι παῤῥησίαν καὶ ἄρχουσιν ἐνοχλεῖν, καὶ εἰς ἡμᾶς ἀναφέρειν, καὶ οἴκοθεν πράττειν τὰ προσήκοντα, ἵνα μήτε ἀσθένειαν μήτε ἄλλο τὶ παντελῶς αἰτιώμενος τῆς ἡμετέρας ἐπ᾿ αὐτῷ κρίσεως ἐλάττων φανείη. Λαμβάνειν δὲ αὐτὸν λόγῳ δαπάνης χρυσίου λίτρας δέκα· ὁ δὲ τούτου πάρεδρος νομίσματα ρ΄΄.

38

pr.[Ανάγν. καὶ βι. νδ΄ τί. κή κεφ. α΄, ἐν ᾧ φησιν περὶ σκρίβα.]

39

pr.Περὶ τοῦ πραίτωρος πισιδίας ἀνάγν. βι. ς΄ τί. ζ΄.

40

pr.Περὶ τοῦ πραίτωρος λυκαονίας ἀνάγν. βι. ς΄ τί. η΄.

41

pr.Περὶ τοῦ κόμητος ἰσαυρίας ἀνάγν. βι. ς΄ τί. ί.

42

pr.Περὶ τοῦ πραίτωρος ἤτοι στρατηγοῦ τῆς παφλαγονίας ἀνάγν. βι. ς΄ τί. ιβ΄.

43

pr.Περὶ τῆς διατυπώσεως τῶν τεσσάρων ἀρχόντων ἀρμενίας ἀνάγν. βι. ς΄ τί. ιδ΄.

44

pr.Περὶ τοῦ ἀνθυπάτου καππαδοκίας ἀνάγν. βι. ς΄ τί. ις '.

45

pr.Περὶ ἐκδίκων ἀνάγν. βι. ς ' τί. ιη΄.

46

pr.Περὶ τοῦ δουκὸς ἤτοι βιοκωλύτου λυκαονίας καὶ λυδίας ἀνάγν. βι. ς΄ τί. κ΄.

47

pr.Περὶ τοῦ πραιποσίτου καὶ κουβικουλαρίου καὶ νοταρίου ἀνάγν. βι ς΄ τί. κέ, οὗτινος ἐν τῷ α΄΄ κεφ. φησίν· Οἱ πραιπόσιτοι τὴν αὐτὴν ἔχουσιν ἐξουσίαν τοῖς γενομένοις ἐπάρχοις πραιτωρίων ἢ πόλεως ἢ στρατηλάταις καὶ ἐν ταῖς προσκυνήσεσι ταῖς βασιλικαῖς γινομέναις καὶ ἐν ταῖς ἰδιωτικαῖς ἑορταῖς καὶ ἐν πάσαις ταῖς ἄλλαις τάξεσιν, ἵνα κατὰ βαθμὸν, ὃν ὁ χρόνος δίδωσι, προτιμῶνται.

48

pr.Περὶ τοῦ πραίτωρος θράκης ἀνάγν. βι. ς ' τί. θ΄.

49

pr.Περὶ τοῦ μοδεράτορος τουτέστιν ἁρμοστοῦ ἑλενοπόντου ἀνάγν. βι. ς ' τί. ια΄.

50

pr.Περὶ τοῦ πραίτωρος σικελίας ἀνάγν. βι. ς΄ τί. ιγ΄.

51

pr.Περὶ τοῦ μοδεράτορος ἀραβίας ἀνάγν. βι. ς ' τί. ιε΄.

52

pr.Περὶ τοῦ ἀνθυπάτου παλαιστίνης ἀνάγν. βι. ς΄ τί. ιζ΄.

53

pr.Περὶ τοποτηρητῶν καὶ βιοκωλυτῶν ἀνάγν. βι. ς΄ τί. ιθ΄.

54

pr.Περὶ τοῦ κουράτορος τοῦ βασιλέως, νῦν δὲ λογοθέτου, ἀνάγν. βι. ς ' τί. κζ '.

55

pr.Περὶ κομήτων καὶ τριβούνων καὶ ἰατρῶν τοῦ παλατίου ἀνάγν. βι. ς ' τί. κς΄.

56

pr.Περὶ ἀρχιατρῶν καὶ παιδευτῶν καὶ σελεντιαρίων ἀνάγν. βι. ς΄ τί. κζ΄.

57

pr.Περὶ δομεστίκων καὶ προτεκτώρων ἀνάγν. βι. ς΄ τί. κή΄.

58

pr.Περὶ τῶν ἐν τοῖς σκρινίοις τῶν ὑπομνημάτων στρατευομένων ἀνάγν. βι. ς΄ τί. κθ΄.

59

pr.Περὶ δεκανῶν, καὶ ὅτι προτιμῶνται οἱ ἐν τῷ παλατίῳ στρατευόμενοι τῶν ἐν ἐπαρχίαις ἀρξάντων ἀνάγν. βι. ς΄ τί. λδ΄.

60

pr.Περὶ ἀξιωμάτων ἱππέων καὶ περὶ ἀποεπάρχων ἀναγν. βι. ς΄ τί. λε΄.

61

pr.Περὶ ταβουλλαρίων καὶ χαρτουλαρίων, βοηθῶν ἤτοι σκρινιαρίων καὶ ἐξκεπτόρων τῶν τε πολιτικῶν καὶ στρατιωτικῶν ἀρχόντων ἀνάγν. βι. ς΄ τί. λς΄ Τ.