JGR V 1.71
Περὶ ἀχαρίστων παίδων τε καὶ γονέων, καὶ τῶν τῆς ἀχαριστίας αἰτιῶν, δι᾽ ἃς δύνανται ἑκάτεροι ἀποκλήρους ποιεῖν.
Abrir no leitor do IusCommune →1
pr.᾿ Ανάγν. βι. λε΄ τί. η΄ κεφ. λή, ἐν ᾧ φησιν· Αἰτίας δὲ δικαίας τῆς ἀχαριστίας ταύτας εἶναι ψηφιζόμεθα. Εἴ τις τοῖς ἰδίοις γονεῦσι χεῖρας ἐπιβάλλει· ἢ βαρεῖαν καὶ ἀπρεπῆ ὕβριν αὐτοῖς ἐπαγάγει· ἢ ἐπὶ ἐγληματικαῖς αἰτίαις αὐτῶν κατηγορήσει ταῖς μὴ οὔσαις ἢ κατὰ βασιλέως ἢ πολιτείας· ἐπὶ τούτων γὰρ ἀποκηρύσσονται οἱ παῖδες. ἢ εἰ μετὰ φαρμακῶν ὡς φαρμακὸς ἀναστρέφεται· εἰ τῇ ζωῇ τῶν ἰδίων γονέων διὰ φαρμακείας, ἢ ἄλλῳ τρόπῳ ἐπιβουλεῦσαι πειραθείη· εἰ τῇ ἰδίᾳ μητρυιᾷ ἢ τῇ τοῦ πατρὸς παλλακῇ ἑαυτὸν μίξει· εἰ συκοφάντης ὁ υἱὸς κατὰ τῶν γονέων γένηται, καὶ διὰ τῆς ἰδίας καταμηνύσεως βαρείας αὐτοὺς ζημίας ὑπομεῖναι παρασκευάσει. εἰ συμβῇ τινα τῶν ἰδίων γονέων ἐγκεκλεῖσθαι, οἱ δὲ παῖδες οἱ δυνάμενοι ἐξ ἀδιαθέτου εἰς τὴν τούτου διαδοχὴν ἐλθεῖν αἰτηθέντες παρ᾽ αὐτοῦ, ἤγουν ὁ εἷς ἐξ αὐτῶν, μὴ βουληθεῖεν ἐπὶ τὴν ἑαυτῶν ἐγγύην τοῦτον ἀναδέξασθαι, ἢ ὑπὲρ προσώπου ἢ τοῦ χρέους, εἰς ὅσον ἐπιτήδειος εἶναι ὁ αἰτούμενος ἀποδείκνυται. τοῦτο μέντοιγε, ὅπερ ἐπὶ τῆς ἐγγύης ἐθεσπίσαμεν, εἰς τοὺς ἄῤῥενας καὶ μόνον ἀνήκειν παῖδας βουλόμεθα. εἰ ἐλεγχθείη τὶς τῶν παίδων, ὅτι ἐκώλυσε τοὺς ἰδίους γονεῖς ποιήσασθαι διαθήκην, ὥστε εἰ μὲν μετὰ ταῦτα διαθήκην ποιήσασθαι δυνηθεῖεν, ἄδειαν αὐτοῖς εἶναι ὑπὲρ τῆς τοιαύτης αἰτίας τὸν παῖδα ἐξνερεδάτον ποιεῖν ἤγουν ἀπόκληρον ποιεῖν. εἰ δὲ καὶ ἐν αὐτῇ τῇ κωλύσει δίχα διαθήκης τῶν γονέων τὶς τελευτήσει, καὶ ἄλλοι εἴτε ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν ἢ μετ᾿ αὐτοῦ τοῦ παιδὸς τοῦ τὴν διαθήκην γενέσθαι κωλύσαντος ἢ μετ᾿ αὐτὸν καλούμενοι, εἴτε οὓς κληρονόμους ἢ λεγαταρίους ἔχειν ἠβούλετο, εἴτε οἱ βλάβην τινὰ ἐκ τῆς κωλύσεως τῆς διαθήκης ὑπομείναντες τοῦτο αὐτὸ ἀποδείξαιεν, κατὰ τοὺς ἄλλους νόμους τοὺς περὶ τούτου κειμένους τὰ τοιαῦτα πράγματα περαιούσθω. εἰ παρὰ γνώμην τῶν γονέων μεταξὺ κυνηγῶν ἢ μίμων ἑαυτὸν ὁ υἱὸς ἐγκαταλέξει, καὶ ἐν τούτῳ τῷ ἐπιτηδεύματι διαμένοι, εἰ μὴ τυχὸν καὶ οἱ γονεῖς τοιαύτης ἐπιτηδεύσεως γεγόνασιν. εἴ τινι ἐκ τῶν εἰρημένων γονέων βουλομένῳ τῇ ἰδίᾳ θυγατρὶ ἢ ἐκγόνῃ ἄνδρα δοῦναι καὶ προῖκα κατὰ τὴν δύναμιν τῆς ἰδίας περιουσίας αὐτῇ παρασχεῖν, ἐκείνη μὴ συναινέσῃ, ἀλλ᾽ αἰσχρὸν βίον ἐπιλέξηται. εἰ δὲ μέχρι εἴκοσι πέντε ἐνιαυτῶν ἡλικίας ἡ θυγάτηρ γένηται, καὶ οἱ γονεῖς ὑπέρθωνται ταύτην ἀνδρὶ συνάψαι, καὶ ἴσως ἐκ τούτου συμβῇ εἰς τὸ ἑαυτῆς σῶμα ταύτην ἁμαρτῆσαι, τοῦτο εἰς ἀχαριστίαν τῇ θυγατρὶ λογίζεσθαι οὐ βουλόμεθα· ἐπειδὴ οὐ τῇ ἑαυτῆς, ἀλλὰ τῇ τῶν γονέων αἰτίᾳ τοῦτο γινώσκεται πλημμελήσασα. εἴ τις ἐκ τῶν εἰρημένων γονέων μανῇ, καὶ οἱ παῖδες αὐτοῦ ἢ τινες ἐξ αὐτῶν, ἢ παίδων αὐτῷ μὴ ὑπόντων οἱ ἄλλοι αὐτοῦ συγγενεῖς οἱ ἐξ ἀδιαθέτου εἰς τὸν αὐτοῦ κλῆρον καλούμενοι, ὑπηρεσίαν καὶ φροντίδα προσήκουσαν αὐτῷ μὴ παράσχοιεν· εἰ μὲν τοιαύτης ἀπαλλαγείη νόσου, ἔσται αὐτῷ ἄδεια πότερον βούλεται τὸν παῖδα ἢ τοὺς παῖδας ἢ συγγενεῖς τοὺς ἠμεληκότας ἀχάριστον ἢ ἀχαρίστους ἐν τῇ ἰδίᾳ γράψαι διαθήκῃ. εἰ δὲ ἐν τῇ νόσῳ τῆς μανίας αὐτὸν κατεχόμενον ἐξωτικός τις ἴδοι ἀπὸ τῶν ἰδίων ἀμελούμενον παίδων ἢ συγγενῶν ἢ ἄλλων ὑπ᾿ αὐτοῦ γεγραμμένων κληρονόμων, καὶ διὰ συμπάθειαν βουληθείη αὐτοῦ φροντίσαι, δίδομεν αὐτῷ ἄδειαν διαμαρτυρίαν τοῖς ἐξ ἀδιαθέτου ἢ ἀπὸ διαθήκης ἤδη γεγενημένης εἰς τὸν τοῦ μεμηνότος κλῆρον καλουμένοις ἐγγράφως στέλλειν, ὥστε σπουδάζειν αὐτοὺς τούτου φροντίζειν· εἰ δέ γε καὶ μετὰ τὴν τοιαύτην διαμαρτυρίαν ἀμελήσαιεν, καὶ ἐξωτικὸς ἐν τῷ αὐτοῦ οἴκῳ τὸν μεμηνότα ὑποδεξάμενος δαπανήμασιν οἰκείοις ἄχρι τῆς τελευτῆς αὐτοῦ φροντίσας δειχθείη, τὸν τὴν ὑπηρεσίαν καὶ τὴν ἐπιμέλειαν τῷ μεμηνότι παρασχόμενον, κἂν τὰ μάλιστα ἐξωτικὸς εἴη, εἰς τὴν τούτου διαδοχὴν ἔρχεσθαι κελεύομεν· ἀνατρεπομένης τῆς αὐτῶν ἐνστάσεως, ἅτε δὴ ἀναξίων ὄντων [καὶ] τῷ μεμηνότι καθάπερ εἰρήκαμεν φροντίδα παρασχεῖν ἀμελησάντων· οὕτω μέντοι ὥστε τὰ λοιπὰ τῆς διαθήκης κεφάλαια ἐν τῇ ἰδίᾳ μένειν ἰσχύϊ. εἰ ἕνα τῶν προῤῥηθέντων γονέων ἐν αἰχμαλωσίᾳ κρατεῖσθαι συμβαίη, καὶ οἱ τούτου παῖδες, εἴτε πάντες εἴτε εἷς, μὴ σπουδάσαιεν τοῦτον ἀναῤῥύσασθαι, ὥστε εἰ μὲν δυνηθείη τὴν τῆς αἰχμαλωσίας συμφορὰν ἐκφυγεῖν, ἐν τῇ αὐτοῦ εἶναι ἐξουσίᾳ, πότερον ταύτην ἀχαριστίας αἰτίαν τῇ ἰδίᾳ βούλοιτο ἐγγράψαι διαθήκῃ. εἰ δὲ διὰ τῆς τῶν παίδων ἀμελείας ἢ καταφρονήσεως μὴ ἐλευθερωθῇ, ἀλλ᾽ ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσῃ, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ ἀνεχόμεθα, οἵτινες οὐκ ἐσπούδασαν τῆς ἀναῤῥύσεως αὐτοῦ φροντίσαι, ἀλλὰ πάντων τῶν παίδων ἐπὶ τούτῳ ἀμελησάντων, πάντα τὰ πράγματα τὰ παρ᾽ αὐτοῦ καταλιμπανόμενα τῇ ἐκκλησίᾳ τῆς πόλεως, ἐξ ἧς ὥρμηται, προσκυροῦσθαι· ἀπογραφῆς ἐπὶ δημοσίου δηλαδὴ ἐκμαρτυρίου γενομένης, ὥστε μηδὲν ἐκ τῆς αὐτοῦ περιουσίας παραπολέσθαι, ἐφ᾽ ᾧ πᾶν ὅπερ ἐντεῦθεν εἰς τὴν ἐκκλησίαν προέλθοι εἰς αἰχμαλώτων ἀνάῤῥυσιν προελθεῖν. ἀλλὰ ταῦτα μὲν ὅσον ἐπὶ τοῖς προσώποις εἴρηται, ἅπερ ἀπὸ κληρονόμων ποιεῖν οὐκ ἔξεστιν, εἰ μὴ τὰς τῆς ἀχαριστίας αἰτίας γραφῆναι καὶ ἀποδειχθῆναι συμβαίη. πρόφασιν δὲ ἡμῖν πρὸς τὸ γενικὸν ποιήσασθαι νόμον ἡ παροῦσα ὑπόθεσις δέδωκεν. καὶ διὰ τοῦτο γενικῶς κελεύομεν, ὥστε εἴπερ ἐκεῖνος ἐν αἰχμαλωσίᾳ προσληφθείη ' καὶ παῖδας μὴ ἔχῃ, καὶ τῶν ἄλλων τῶν εἰς [τὴν] τούτου κληρονομίαν ἐξ ἀδιαθέτου καλουμένων ἀναῤῥύσασθαι αὐτὸν μὴ σπουδαζόντων ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσοι, μηδένα ἐκ τῶν ἀμελησάντων εἰς τὴν τούτου κληρονομίαν ἔρχεσθαι, εἰ καὶ πρὸ τῆς αἰχμαλωσίας διαθήκη τυχὸν παρ᾽ αὐτοῦ ἐγεγόνει, ἐν ᾗ τὰ μνημονευθέντα πρόσωπα ἔγραψε κληρονόμους. ἀλλὰ καὶ ἐνταῦθα τῆς ἐνστάσεως τῶν κληρονόμων· ἀκυρουμένης καὶ τῶν λοιπῶν τῆς διαθήκης κεφαλαίων ἐν τῇ ἰδίᾳ μενόντων ἰσχύϊ αἱ περιουσίαι τῶν τοιούτων προσώπων κατὰ τὸν ὅμοιον τρόπον ταῖς ἐκκλησίαις τῶν πόλεων ἐξ ὧν ὥρμηνται προσκυρούσθωσαν, καὶ μὴ ἐν ἄλλαις οἱαισοῦν αἰτίαις, ἀλλ᾽ ἐν ταῖς τῶν αἰχμαλώτων ἀναῤῥύσεσι δαπανάσθωσαν· ὥστε ὅθεν ἐκεῖνοι ὑπὸ τῶν ἰδίων οὐκ ἀνεῤῥύσθησαν, τὰς ἄλλων ἀναῤῥύσεις φροντίζεσθαι καὶ τὰς ἐκείνων ψυχὰς ἐκ ταύτης τῆς εὐσεβοῦς πράξεως ἐπικουφίζει σθαι. αὐτοῦ τούτου παραφυλαττομένου, κἂν εἰ ἄλλο ἐξωτικὸν πρόσωπον πρὸ τῆς αἰχμαλωσίας γράψοι κληρονόμον, κἀκεῖνος εἰδὼς ἑαυτὸν ὑπ᾽ ἐκείνου γεγράφθαι κληρονόμον ἀναῤῥύσασθαι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἀμελήσει. ταύτην δὲ τὴν ποινὴν κατ᾿ ἐκείνων κρατεῖν θεσπίζομεν, οἵτινες τὸν ὀκτωκαιδέκατον τῆς ἡλικίας τῆς ἑαυτῶν ἐπλήρωσαν ἐνιαυτόν. ἐν δὲ ταῖς τοιαύταις αἰτίαις, ἡνίκα ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώ των ἀναγκαῖον εἴη χρήματα δοθῆναι, εἴ τις ἴδια μὴ ἔχοι χρήματα, [ἄδειαν ἐχέτω, εἴπερ τῆς εἰρημένης ὑπάρχει ἡλικίας, δανείζεσθαι χρήματα] καὶ πράγματα κινητὰ ἢ ἀκίνητα ὑποτίθεσθαι, εἴτε ἴδια ἔχοι εἴτε τὰ τοῦ ἐν αἰχμαλωσίᾳ κρατουμένου. ἐπειδὴ ἐν τοῖς εἰρημένοις ἅπασι τοῖς ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων δίδοσθαι ἢ ἀναλίσκεσθαι δεικνυμένοις τὰ τοιαῦτα συναλλάγματα ὡς παρὰ προσώπου αὐτεξουσίου καὶ τελείας ἡλικίας οὕτω γινόμενα βέβαια εἶναι παρακελευόμεθα, μηδενὸς τοῖς μετὰ τῶν τοιούτων προσώπων ἐπὶ ταῖς μνημονευθείσαις αἰτίαις καθάπερ εἴρηται συναλλάττουσι προκρίματος γινομένου· ἀνάγκην δηλαδὴ ἔχοντος τοῦ [ἐκ] τῆς αἰχμαλωσίας ἐπανερχομένου τὰ τοιαῦτα συναλλάγματα βέβαια ἡγεῖσθαι καὶ τούτοις ὡς ἰδίοις ὀφλήμασιν ἐνέχεσθαι. εἴ τις ἐκ τῶν εἰρημένων γονέων ὀρθόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ εἶναι τῆς καθολικῆς πίστεως, μηδὲ ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ κοινωνεῖν, ἐν ᾗ πάντες οἱ μακαριώτατοι πατριάρχαι μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τὴν ὀρθοτάτην πίστιν κηρύσσουσιν. Εἴτε τοίνυν πάσας τὰς εἰρημένας τῆς ἀχαριστίας αἰτίας εἴτε τινὰς· ἐξ αὐτῶν, εἴτε μίαν οἱανδήποτε οἱ γονεῖς τῇ ἰδίᾳ ἐγγράψαιεν διαθήκῃ, καὶ οἱ γραφόμενοι κληρονόμοι τὴν ὀνομασθεῖσαν ἢ τὰς ὀνομασθείσας αἰτίας ἢ μίαν ἐξ αὐτῶν ἀληθεῖς ἢ ἀληθῆ εἶναι δείξαιεν, τὴν διαθήκην τὴν ἰδίαν ἰσχὺν ἔχειν παρακελευόμεθα. εἰ δὲ ταῦτα μὴ παραφυλαχθῇ, μηδὲν γίνεσθαι πρόκριμα τοῖς ἀποκληρονόμων γραφεῖσι παισὶν, ἀλλ᾽ ὅσον εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἀνήκει τῆς διαθήκης ἀκυρουμένης, εἰς τὴν τῶν γονέων κληρονομίαν τοὺς παῖδας ἐξ ἀδιαθέτου ἐξ ἴσης μοίρας ἔρχεσθαι, ὥστε μὴ τοὺς παῖδας πεπλασμέναις κατηγορίαις κατακρίνεσθαι ἤ τινα περιγραφὴν ἐν ταῖς τῶν γονέων περιουσίαις ὑπομένειν. Καὶ ταῦτα μὲν περὶ τῶν διαθηκῶν τῶν γονέων διετυπώσαμεν. δίκαιον δὲ εἶναι συνίδομεν καὶ ἐκ τοῦ ἐναντίου περὶ τῶν διαθηκῶν τῶν παίδων τὰ αὐτὰ μετά τινος διαστίξεως διατυπῶσαι. τὰς δὲ αἰτίας τῆς ἀχαριστίας τῶν γονέων πρὸς τοὺς παῖδας ταύτας εἶναι κελεύομεν. Εἰ οἱ γονεῖς εἰς ἀναίρεσιν ζωῆς τοὺς ἰδίους παῖδας παραδοῖενα, δίχα μέντοιγε αἰτίας εἰς καθοσίωσιν ἀναφερομένης· ἢ φαρμακείαις ἢ γοητείαις ἢ ἄλλῳ τρόπῳ οἱ γονεῖς τῇ τῶν παίδων ζωῇ ἐπιβουλεύοντες ἀποδειχθεῖεν. εἰ ὁ πατὴρ τῇ ἰδίᾳ νύμφῃ ἢ τῇ παλλακῇ τοῦ ἰδίου παιδὸς συμμιγείη. εἰ οἱ γονεῖς τοὺς ἰδίους παῖδας διαθήκας ποιῆσαι κωλύσειαν ἐν τοῖς πράγμασιν, ἐν οἷς ἔχουσιν ἄδειαν [τοῦ διατίθεσθαι]· πάντων δηλαδὴ τῶν ἐπὶ τῇ κωλύσει τῶν τοιούτων διαθηκῶν φυλαττομένων, ἅπερ ἐπὶ τῷ τῶν γονέων προσώπῳ διεστίξαμεν. Εἰ συμβαίη τὸν ἄνδρα τῇ ἑαυτοῦ γαμετῇ εἰς ἀναίρεσιν ἢ ἔκστασιν τῆς διανοίας δοῦναι φάρμακον, ἢ τὴν γαμετὴν τῷ ἀνδρὶ, ἢ ἄλλῳ τρόπῳ τὸν ἕτερον τῇ τοῦ ἑτέρου ζωῇ ἐπιβουλεῦσαι, τὸ μὲν τοιοῦτον ἔγκλημα οἷα δημόσιον ὑπάρχον κατὰ τοὺς νόμους ἐξετάζεσθαι καὶ νομίμης ἐκδικήσεως ἀξιοῦσθαι θεσπίζομεν, τοῖς δὲ παισὶν ἄδειαν εἶναι ἐν ταῖς ἰδίαις διαθήκαις μηδὲν ἐκ τῶν ἰδίων περιουσιῶν ἐκείνῳ τῷ προσώπῳ καταλιμπάνειν τῷ τοιοῦτον μῦσος πεπραχέναι γινωσκομένῳ. Εἰ τῶν παίδων ἢ ἑνὸς ἐξ αὐτῶν ἐν μανίᾳ τυγχάνοντος οἱ γονεῖς φροντίσαι αὐτῶν ἀμελήσειαν, πάντα καὶ ἐντεῦθεν παραφυλάττεσθαι προστάττομεν, ἅπερ περὶ τῶν μαινομένων γονέων ἀνωτέρω ἐθεσπίσαμεν. Τούτοις τοῖς θέμασι ' καὶ τὴν τῆς αἰχμαλωσίας συμφορὰν προστίθεμεν, ἐν ᾗ εἰ τοὺς παῖδας κρατεῖσθαι καὶ διὰ τῆς τῶν γονέων καταφρονήσεως ἢ ἀμελείας μὴ ἀναῤῥυσθέντας τελευτῆσαι συμβαίη, μηδαμῶς τοὺς τούτων γονεῖς εἰς τὰς περιουσίας ἔρχεσθαι τῶν παίδων, ἐφ᾽ αἷς διατίθεσθαι οἱ παῖδες ἠδύναντο, ἀλλὰ πάντα καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ φυλάττεσθαι, ἅπερ καὶ περὶ γονέων καὶ συγγενῶν τῶν ἐξ ἀδιαθέτου εἰς τὰ τούτων δίκαια καλουμένων ἢ περὶ τῶν ἐξωτικῶν γραφομένων κληρονόμων ἀνωτέρω διετυπώσαμεν. Εἴ τις ἐκ τῶν μνημονευθέντων παίδων ὀρθόδοξος τυγχάνων αἴσθηται τὸν ἴδιον γονέα ἢ γονεῖς μὴ εἶναι καθολικοὺς, ταῦτα καὶ ἐπὶ τῶν τοιούτων προσώπων κρατεῖν, ἅπερ ἀνωτέρω περὶ τῶν γονέων διετυπώσαμεν.