JGR V 1.72
Περὶ ἀχαρίστων ἀδελφῶν καὶ τῶν αἰτιῶν τῆς ἀχαριστίας αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κή τί. ιδ ' κεφ. ιζ ' θέμ. έ, ἐν ᾧ φησιν· Ἐπειδὴ ἴσμεν πολλὰς τοῖς ἀδελφοῖς πρὸς ἀλλήλους γινομένας φιλονεικίας, ἐκεῖνον μόνον ἀχάριστον τῶν ἀδελφῶν γινόμενον μετέχειν τούτου τοῦ κέρδους οὐ συγχωροῦμεν, ὃς ἂν ἢ θάνατον ἐπιβουλεύσειε τῷ ἀδελφῷ, ἢ ἐγκληματικὴν ἐπενέγκοιτο κατ᾿ αὐτοῦ γραφὴν, ἢ τῆς οὐσίας αὐτοῦ σπεύσειεν ἐπαγαγεῖν ἀφαίρεσιν. τὸ γὰρ ἐκείνου μέρος εἴς τε τοὺς λοιποὺς ἀδελφοὺς καὶ εἰς ἀδελφόπαιδας καὶ τὴν μητέρα ἔρχεσθαι.