IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Β

JGR V 2.1

Περὶ βαθμῶν συγγενείας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κη ' τί. ε΄, ἐν ᾧ φησιν· Ἡ συγγένεια ὄνομά ἐστι γενικόν. διαιρεῖται δὲ [εἰς τρία], εἰς ἀνιόντας, εἰς κατιόντας καὶ [εἰς] τοὺς ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες· οἷον πατὴρ μήτηρ πάππος μάμμη πρόπαππος προμάμμη καὶ οἱ ἔτι τούτων ἀνωτέρω. κατιόντες δὲ οἱ ἐξ ἡμῶν γεννώμενοι· οἷον υἱὸς θυγάτηρ ἔγγονος ἐγγόνη προέγγονος προεγγόνη καὶ οἱ ἔτι τούτων κατωτέρω. ἐκ πλαγίου δὲ οἱ μήτε ἡμᾶς γεγεννηκότες μήτε ἐξ ἡμῶν γεννώμενοι, τῆς δὲ αὐτῆς γονῆς καὶ ῥίζης ἡμῖν κεκοινωνηκότες· οἷον ἀδελφὸς ἀδελφὴ θεῖος θεία ἀνεψιὸς ἀνεψιὰ καὶ οἱ ἐκ τούτων καταγόμενοι. ἡ δὲ ἐκ πλαγίου συγγένεια διαιρεῖται εἰς δύο, εἰς τοὺς κατὰ ἀῤῥενογονίαν καὶ κατὰ θηλυγονίαν ἡμῖν συναπτομένους. ἑκάστη δὲ τάξις συγγενείας ποικίλους ἔχει καὶ διαφόρους βαθμούς. ἀλλ᾽ ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων ἁπλουστέρα τὶς καὶ εὐχερὴς ἡ κατάληψις τῶν βαθμῶν· ἕκαστον γὰρ τούτων τῶν προσώπων βαθμὸν ἀποτελεῖ, καὶ ἁπλῶς ὅσαι γεννήσεις τοσοῦτοι καὶ βαθμοί. δυσχερεστέρα δὲ καὶ οὐκ εὐκατάληπτος ἡ ἐκ πλαγίου τῶν βαθμῶν εὕρεσις. δεῖ γὰρ ἡμᾶς οὐκ εὐθέως τρέχειν ἐπὶ τὸ ἐκ πλαγίου πρόσωπον, ἀλλὰ πρότερον ποιεῖσθαι ἀνάβασιν ἐπὶ τοὺς ἀνιόντας, μέχρις οὗ ἐπιστῶμεν ἐκείνῳ τῷ αἰτίῳ τῆς γεννήσεως τοῦ ἐκ πλαγίου, εἶτα τοῦτο εὑρόντας κατιέναι ἐπὶ τὸ ζητούμενον πρόσωπον τὸ ἐκ πλαγίου, καὶ οὕτω πάσας ἀριθμεῖν τὰς γεννήσεις τὰς συναγομένας τοῦτο μὲν ἐπὶ τῆς ἀνόδου, τοῦτο δὲ ἐπὶ τῆς καθόδου· ἑκάστην γὰρ γέννησιν ἐν ἰδιάζοντι τάττων βαθμῷ ποιοῦ τὸν ἀριθμόν. καὶ ἐπὶ μὲν τῶν κατιόντων εὐχερὲς τοῦτο. οἷον ὁ υἱός μου πόστου ἐστὶ βαθμοῦ; ἐγὼ ἔτεκον· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν· οὐκοῦν πρώτου μοί ἐστι βαθμοῦ. ὁ ἔγγονος πόστου; ἐγὼ ἐγέννησα τὸν υἱὸν, ὁ υἱὸς τὸν ἔγγονον· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· οὐκοῦν ὁ ἔγγονός ἐστι δευτέρου βαθμοῦ. τὸ αὐτὸ ἐφεξῆς ἐπὶ προεγγόνου καὶ ἀπεγγόνου. ὁμοίως καὶ ἐπὶ τῶν ἀνιόντων. ὁ πατὴρ πόστου ἐστὶ βαθμοῦ; ἐμὲ ἐγέννησεν ὁ πατήρ· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν, ὥστε οὖν πρώτου μοί ἐστι βαθμοῦ. ὁ πάππος πόστου; ἐμὲ ὁ πατὴρ ἐγέννησεν, τὸν πατέρα ὁ πάππος· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· ἐστὶν οὖν ὁ πάππος δευτέρου βαθμοῦ. τὸ αὐτὸ καὶ ἐπὶ μητρὸς καὶ μάμμης καὶ πάντων τῶν ἀνιόντων, ἀῤῥένων καὶ θηλειῶν. ἐπὶ δὲ τῶν ἐκ πλαγίου, ὡς εἴρηται, δεῖ ἀνιέναι ἐπὶ τὸ τῆς συγγενείας αἴτιον πρόσωπον τὰς γεννήσεις ἀριθμοῦντας, καὶ πάλιν κατιέναι ψηφίζοντας τὰς γεννήσεις, ἕως οὗ ἔλθωμεν εἰς τὸ πρόσωπον, περὶ οὗ ἡ ζήτησις. εἰ γάρ τίς σε ἐρωτήσει, ὁ ἀδελφός σου πόστου ἐστὶ βαθμοῦ; λέγε δευτέρου. διὰ τί; ἀνέρχῃ πρὸς τὸν πατέρα· ἰδοὺ μία γέννησις ἀπὸ τοῦ πατρὸς εἰς σὲ ἕνα βαθμὸν ἀπετέλεσεν· εἶτα ἐπειδὴ εὗρες τὸ αἴτιον τῆς γεννήσεως πρόσωπον, κάτελθε πρὸς τὸν ἀδελφὸν προστιθεὶς ἐνταῦθα ἑτέραν γέννησιν· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· οὐκοῦν καλῶς εἴρηται, ὅτι ὁ ἀδελφὸς δευτέρου βαθμοῦ ἐστι. πάλιν ἐάν τίς σε ἐρωτᾷ, ὁ θεῖος πόστου σοί ἐστι βαθμοῦ; λέγε τρίτου. ἀνάγκη γάρ σε ἀνιέναι ἐπὶ τὸν σὸν πατέρα καὶ λέγειν· ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος· ἰδοὺ δύο γεννήσεις· ὁ αὐτὸς πάππος τὸν ἐμὸν θεῖον· ἰδοὺ τρεῖς γεννήσεις τρεῖς ἀπετέλεσαν βαθμοὺς, ὥστε οὖν τρίτου μοι ἐστὶ βαθμοῦ ὁ θεῖος. οὕτω καὶ ἐπὶ τῶν ἑξῆς τῷ αὐτῷ προσέχων κανόνι δύναμαι καταλαβεῖν τοὺς βαθμούς.

2

pr.Ἀνάγν. καὶ βι. μέ τί. β΄ κεφ. θ΄, ἐν ᾧ φησιν· Ἡ συγγενικὴ βοήθεια ἓξ βαθμοὺς συγγενείας περιλαμβάνει, καὶ ἀπὸ τοῦ ἑβδόμου βαθμοῦ πρόσωπα δύο, τὸ τικτόμενον ἀπὸ δισεξαδέλφου καὶ δισεξαδέλφης.

3

pr.Καὶ κεφ. κβ΄, ἐν ᾧ φησιν· Ὀγδόου βαθμοῦ συγγενὴς, κἂν μὴ ὑπεισέλθῃ τὴν κληρονομίαν, ἔχει τὴν τοῦ νόμου βοήθειαν.

4

pr.Ἀνάγν. καὶ τί. γ΄ κεφ. α΄, ἐν ᾧ φησιν· Τῶν συγγενῶν οἱ μὲν τῶν ἀνιόντων εἰσὶν, οἱ δὲ τῶν κατιόντων, ἄλλοι δὲ τῶν ἐκ πλαγίου. καὶ οἱ μὲν ἀνιόντες καὶ οἱ κατιόντες ἀπὸ τοῦ πρώτου βαθμοῦ ἄρχονται· οἱ ἐκ πλαγίου δὲ πρῶτον οὐκ ἔχουσιν, ἀλλ᾽ ἀπὸ δευτέρου ἄρχονται. ἡνίκα δὲ περὶ κληρονομίας ἢ διακατοχῆς ζητεῖται, οὐ συντρέχουσιν ἀλλήλοις πάντοτε οἱ τοῦ αὐτοῦ βαθμοῦ ὄντες.

5

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐν τῇ φυσικῇ συγγενείᾳ τὸν ἕβδομον βαθμὸν οὐ παρεξερχόμεθα. οὐ γὰρ ἡ φύσις ἀνέχεται ὑπὲρ τοῦτον τὸν βαθμὸν τὴν ζωὴν τῶν ἀνθρώπων ἐπεκτείνεσθαι.