JGR V 1.21
Περὶ ἀγοράσαντος παρὰ μὴ δεσπότου, αὐτοῦ τοῦ δεσπότου παραγγέλλοντος μὴ ἀγοράσαι, καὶ περὶ λοιπῶν ἀγοραστῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε΄ τί. α΄ κεφ. φζ΄, ἐν ᾧ φησιν· Ἐάν τις ἀγρὸν ἀγοράσῃ παρὰ μὴ δεσπότου πωλοῦντος, αὐτοῦ τοῦ δεσπότου παραγγέλλοντος αὐτῷ μὴ ἀγοράσαι, μετὰ τῶν καρπῶν αὐτὸν ἀποκαθίστησι.
2
pr.Ἀνάγν. καὶ τοῦ αὐτοῦ τί. κεφ. η΄, ἐν ᾧ φησιν· Ὅτι ὁ ἀγοραστὴς πρὸ παραδόσεως οὐκ ἔχει τὴν ἐπ᾿ αὐτῷ τῷ πράγματι ἀγωγὴν, ὁ δὲ κληρονόμος ἔχει ἐπὶ τοῖς κληρονομιαίοις καὶ πρὶν ἢ νεμηθῇ.
3
pr.Ἀνάγν. καὶ κεφ. ξέ, ἐν ᾧ φησιν· Ὁ ἀγοράσας ἀλλότριον ἀγρὸν οὐ δίδωσιν αὐτὸν τῷ δεσπότῃ, εἰ μὴ λάβῃ τὰ χρήματα ἅπερ δέδωκε τῷ ἐσχηκότι αὐτὸν εἰς ἐνέχυρον.
4
pr.Ἀνάγν. καὶ κεφ. οβ΄, ἐν ᾧ φησιν· Ἐὰν τὸν ἀγρὸν πέτρου πωλήσῃς μοι, καὶ παραδῷς λαβὼν τὸ τίμημα, εἶτα κληρονομήσας πέτρου πωλήσῃς καὶ παραδῶς αὐτὸν ἑτέρῳ, ἐγώ εἰμι ἐπικρατέστερος, ἐπειδὴ κἂν ἐγὼ νέμωμαι καὶ ἐνάγῃς μοι, παραγράφομαί σε, καὶ σὺ ἐὰν νέμῃ, ἐκδικῶ αὐτόν.
5
pr.Ἀνάγν. καὶ κεφ. πδ, ἐν ᾧ φησιν· Ὁ παρὰ κακῇ πίστει νομέως ἀγοράσας καλῇ πίστει δύναται τὸ πρᾶγμα διὰ χρήσεως δεσπόζειν.
6
pr.Ἀνάγν. καὶ κεφ. πς΄, ἐν ᾧ φησιν· Ὁ ἀγοράσας ἑαυτῷ κτήματα ἐκ τῶν παρακατατεθέντων αὐτῷ νομισμάτων ὑπό τινος οὐκ ἀναγκάζεται αὐτὰ τὰ κτήματα διδόναι ἀντὶ τῆς παραθήκης, ἀλλὰ τὰ νομίσματα ἅπερ ἔλαβεν ἀποδίδωσιν.
7
pr.Ἀνάγν. καὶ κεφ. φβ΄, ἐν ᾧ φησιν· Ὁ δούλην πωλήσας καὶ παραδοὺς οὐκέτι δύναται διεκδικεῖν αὐτὴν ἢ τοὺς τοκετοὺς αὐτῆς, ἅπαξ δεσπότου τοῦ ἀγοραστοῦ γενομένου· ἀλλὰ μᾶλλον περὶ τοῦ τιμήματος ὀφείλει κινεῖν τὴν ἁρμόζουσαν αὐτῷ ἀγωγήν.
8
pr.Ἀνάγν. καὶ κεφ. φδ, ἐν ᾧ φησιν· Ἐάν τις παρὰ γυναικὸς ἀγοράσῃ πρᾶγμα διαφέρον τῷ ταύτης παιδὶ, καλῶς ἐνάγεται τῇ ἐπ᾿ αὐτῷ ἀγωγῇ. ἐὰν δὲ ὁ παῖς κληρονομήσῃ τὴν μητέρα, εἰς ὅσον αὐτὴν ἐκληρονόμησεν ἀναγκάζεται ἐφησυχάζειν, ἐκβαλλόμενος διὰ δόλου παραγραφῆς.
9
pr.Ἀνάγν. καὶ κεφ. ρ5΄, ἐν ᾧ φησιν· Ὁ ἀγοράσας δοῦλον οὐ δύναται πρὸ παραδόσεως ἐκδικεῖν τὴν τούτου δεσποτείαν. ὁμοίως· πανταχοῦ, ὅτι οὐκ ἀπὸ τοῦ συμφώνου, ἀλλ᾽ ἀπὸ τῆς παραδόσεως γίνεται δεσπότης ὁ ἀγοραστής.
10
pr.Ἀνάγν. καὶ τί. β΄ τοῦ αὐτοῦ ιε βι. ἀπὸ τοῦ ζ΄ κεφ. ἕως τοῦ ιε κεφ. ἐν δὲ τῷ ζ ' κεφ. φησίν· Ὅτι ὁ ἀπὸ μαινομένου ἐν ἀγνοίᾳ ἀγοράζων ἔχει τὴν πουβλικιανήν· διὰ χρήσεως γὰρ δεσπόζει. Καὶ ὁ ἀγοράσας ἐν ἀγνοίᾳ παρὰ νέου, Καὶ ὁ λαβὼν κατὰ ἀνταλλαγὴν ἢ δωρεάν. Ἡ γὰρ πουβλικιανὴ μίμησιν ἔχει δεσποτείας. Καὶ ὅτι παντὶ ἀγοραστῇ τῷ καλῇ πίστει ἁρμόζει, καὶ οὐ βλάπτει αὐτὴν ὁ δόλος τοῦ πράτου. Πρὶν δὲ παραλάβῃ τὶς τὸ πρᾶγμα, οὐκ ἔχει τὴν πουβλικιανὴν, κἂν καλῇ πίστει ἠγόρασεν.
11
pr.᾿ Ανάγν. καὶ τί. δ΄ κεφ. ε΄ θεμ. ε΄.