JGR V 1.20
Περὶ πραθέντος εἰς δύο πρόσωπα ἀγροῦ.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε΄ τί. α΄ κεφ. φέ, ἐν ᾧ φησιν· Ἐὰν δύο τινὲς τὸν αὐτὸν ἀγρὸν ἀγοράσωσιν ἐξ ὁλοκλήρου, ὁ πρώτως αὐτὸν λαβὼν ἔσται βελτίων, εἰ καὶ τὸ τίμημα οὐ κατέβαλε, κἂν τὰ μάλιστα μὴ ἔλαβες τὰ δικαιώματα τοῦ ἀγροῦ. ὁμοίως καὶ ἐπὶ δωρεᾶς.
2
pr.Ἀνάγν. καὶ τί. β΄ κεφ. θ ' θεμ. γ΄, ἐν ᾧ φησιν· Ἐὰν δὲ δύο τισὶ τὸ αὐτὸ πρᾶγμα κεχωρισμένως πραθῇ καλῇ πίστει, εἰ μὲν ἀπὸ τοῦ αὐτοῦ, κρείττων ἐστὶν ὁ πρώτως λαβών· εἰ δὲ παρὰ διαφόρων μὴ δεσποζόντων, κρείττων ἐστὶν ὁ νεμόμενος.