IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.54

Περὶ ἀπογραφῆς τῶν πραγμάτων τοῦ τελευτήσαντος.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λέ τί. ιδ ' κεφ. φ΄, ἐν ᾧ φησιν· Ὅτε κληρονομία πρός τινα εἴτε ἐκ διαθήκης εἴτε ἐξ ἀδιαθέτου κατενεχθῇ, Δηλονότι μὴ ὄντας ὑπὲρ τὸ νόμιμον. εἴτε ἐξ ὁλοκλήρου εἴτε ἐκ μέρους, εἰ μὲν ὀρθῇ ὁδῷ καταδέξασθαι βούλεται τὴν κληρονομίαν, καὶ ἐλπίδι φανερωτάτῃ τοῦτο ποιήσει καὶ ἑαυτὸν ἐμμίξει, ἵνα μὴ ὕστερον ταύτην ἀποπέμψηται, οὐδεμιᾶς χρήζει ἀπογραφῆς, ἐπειδὴ πᾶσι τοῖς δανεισταῖς καὶ λεγαταρίοις κατέχεται ὡς τῆς κληρονομίας αὐτῷ ἐξ οἰκείας βουλήσεως ἐμπαγείσης. καὶ τὸν αὐτὸν τρόπον εἰ μὲν· σκαζούσῃ διανοίᾳ ἀποπτυστέαν᾽ ἤτοι παραιτητέαν αὐτῷ τὴν κληρονομίαν εἶναι πιστεύσει, φανερῶς εἴσω τριῶν μηνῶν διαστήματος, ἐξ οὗ αὐτῷ γνωσθῇ γεγραμμένον αὐτὸν εἶναι ἢ κληθέντα κληρονόμον, ἀπαγορευέτω, οὐδεμιᾶς ἀπογραφῆς γινομένης οὐδὲ ἄλλης περιόδου σκοπουμένης, καὶ εἴη ἀλλότριος τῆς τοιαύτης κληρονομίας, εἴτε ἐπιβαρής ἐστιν εἴτε ἐπικερδὴς εἴη. εἰ δὲ ἀμφίβολός ἐστι, πότερον προσδεκτέα ἐστὶν ἢ οὔκ ἐστιν ἡ τοῦ τελευτήσαντος κληρονομία, μὴ νομιζέτω ἑαυτῷ εἶναι χρειώδη τὴν διάσκεψιν, ἀλλὰ καταδεξάσθω τὴν κληρονομίαν ἢ ἑαυτὸν ἐμμιξάτω· παντὶ μέντοι τρόπῳ ἀπογραφὴ παρ᾽ αὐτοῦ γινέσθω, ἵνα εἴσω λ΄ ἡμερῶν, μετὰ τὸ ἀνοιγῆναι τὴν διαθήκην ἢ μεθ᾽ ὃ γνωσθῇ αὐτῷ ἡ ἄνοιξις τῆς διαθήκης ἢ μεθ᾽ ὃ γνῷ κατενεχθεῖσαν αὐτῷ ἐξ ἀδιαθέτου κληρονομίαν ἀριθμουμένων, προοίμιον δέξηται ἡ ἀπογραφὴ περὶ τούτων τῶν πραγμάτων, ἅπερ ὁ τελευτήσας ἐν καιρῷ τῆς τελευτῆς εἶχε. καὶ αὕτη ἡ ἀπογραφὴ εἴσω πάλιν ἄλλων ξ΄ ἡμερῶν πᾶσι τρόποις πληρούσθω ὑπὸ παρουσίᾳ ταβουλλαρίων καὶ τῶν λοιπῶν, οἵτινες εἰς τὴν τοιαύτην ποίησιν χρειώδεις εἰσίν. ὑπογραφὴν μέντοι τὸν κληρονόμον ὑποτάσσειν ἐπάναγκές ἐστι, σημαίνουσαν καὶ τὴν ποσότητα τῶν πραγμάτων, καὶ ὅτι οὐδεμιᾶς κακοθελείας περὶ αὐτὰ ἐξ αὐτοῦ γενομένης ἢ γενησομένης τὰ πράγματα παρ᾿ αὐτῷ μένουσιν· ἢ ἐὰν ἄπειρός ἐστι γραμμάτων ἢ γράψαι ἐμποδίζηται, ἰδικοῦ ταβουλλαρίου εἰς τοῦτο μόνον προσλαμβανομένου, ἵνα ὑπὲρ αὐτοῦ ὑπογράψῃ, τοῦ προσκυνουμένου σημείου πρότερον χειρὶ τοῦ κληρονόμου προταγέντος· μαρτύρων δηλαδή προσλαμβανομένων, οἵτινες τὸν κληρονόμον ἐπιγινώσκουσιν [καὶ] κελεύοντος αὐτοῦ τὸν ταβουλλάριον ὑπὲρ αὐτοῦ ὑπογράψαι συνίσασιν.

2

pr.Ἀνάγν. καὶ βι. λζ ' τί. ζ ' κεφ. έ, ἐν ᾧ φησι, ὅτι ἐὰν χωρὶς εὐλόγου αἰτίας ὁ ἐπίτροπος μὴ ποιήσῃ ἰνβεντάριον᾽ ἤτοι καταγραφὴν, ὡς δόλον ἁμαρτάνων ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ εἰς τὸ διαφέρον. πρὸ τῆς ποιήσεως δὲ αὐτῆς διοικεῖν οὐδὲν ὀφείλει, εἰ μὴ τὰ μηδὲ μετρίας ὑπερθέσεως ἀνεχόμενα.

3

pr.Ἀνάγν. καὶ τί. ιβ΄ κεφ. α΄, ἐν ᾧ φησιν, ὅτι ἄδεια ἔστω ταῖς μητρᾶσιν ἐπιτροπεύειν τῶν παίδων. σὺν ἀκριβείᾳ δὲ καὶ αὐτὰς ποιεῖν ἀπογραφὴν παρόντος καὶ τοῦ σκρίβα, ᾧ ἡ περὶ τῶν τοιούτων φροντὶς ἐπιτέτραπται.

4

pr.Ἀνάγν. καὶ βι. λή τί. γ΄ κεφ. λς΄, ἐν ᾧ φησιν· Μὴ ἁπτέσθω δὲ τῶν πραγμάτων ὁ ἐπίτροπος, εἰ μὴ πρότερον ἀπογραφὴ γένηται· εἰ μήτιγε ἄρα οἱ τὴν οὐσίαν παραπέμψαντες εἰς τοὺς ἀνήβους αὐτοὶ τὴν ἀπογραφὴν ἐκώλυσαν γενέσθαι. ὁ δὲ μὴ ποιήσας ἀπογραφὴν καὶ ὡς ὕποπτος ἀποκινείσθω, καὶ ἀτιμούσθω μηδὲ ἀπὸ βασιλικῆς ἀντιγραφῆς συγγνωσθῆναι δυνάμενος.

5

pr.Ἀνάγν. καὶ τί. ιέ κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἐπίτροπος μὴ ποιήσας ἀπογραφὴν ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ.

6

pr.Ἀνάγν. καὶ βι. μα τί. δ΄ κεφ. γ ' καὶ κεφ. [δ΄], ἐν οἷς φησιν, ὅτι εἰ μὴ ποιήσει καταγραφὴν ὁ κληρονόμος, οὐ παρακαθέξει φαλκίδιον, ἀλλὰ πληρώσει τοὺς λεγαταρίους, κἂν τὸ τῆς καθαρᾶς οὐσίας τοῦ τελευτήσαντος ὑπερβαίνῃ μέτρον ἡ τῶν λεγάτων δόσις.