JGR V 1.55
Περὶ ἀποκαταστάσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ί, οὗτινος ἐν τῷ α τί. κεφ. α΄ φησίν· Εἴτε διὰ τὴν ἡλικίαν εἴτε διὰ φόβον εἴτε διὰ πανουργίαν εἴτε κατὰ ἀπουσίαν περιγραφῇ τις, βοηθεῖται, εἴτε διὰ τὴν ἐναλλαγὴν τῆς καταστάσεως ἢ δικαίαν πλάνην.
3
pr.Ἐν δὲ τῷ ζ κεφ. Ὁ κληθεὶς καὶ μὴ ὑπακούσας καὶ ἐκ τούτου καταδικασθεὶς, ἐὰν παραυτίκα προκαθημένῳ τῷ ἄρχοντι προσέλθῃ, ἀποκαθίσταται. δοκεῖ γὰρ μὴ κατὰ προπέτειαν ἀπολειφθῆναι, ἀλλ᾽ ὡς μὴ ἀκούσας τοῦ κήρυκος.
4
pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. α΄ φησίν· Ἐὰν κατὰ βίαν ἐλευθερώσω ἢ καταλύσω κτίσματα, χώρα τῇ ἀποκαταστάσει. Καὶ ἐὰν κατὰ βίαν ὁμολογήσω σοι, ἔχω παραγραφὴν καὶ ἐναγωγὴν εἰς τὸ ἀναλαβεῖν τὴν ὁμολογίαν. εἰ δὲ καὶ καταβάλω μετὰ τὴν ὁμολογίαν ἢ ἀποχὴν βιαίαν ποιήσω, καὶ παραγραφὴν καὶ ἀγωγὴν ἔχω, καὶ τὴν ἐπὶ τῷ πράγματι ἀγωγήν. ἔτι γὰρ τὸ πρᾶγμα ἐν τῇ οὐσίᾳ ἐστὶ τοῦ βιασθέντος.
5
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐάν τις εἱρκτῇ τινα βαλὼν παρασκευάσῃ τὶ πρᾶξαι, ἀνίσχυρόν ἐστιν.
6
pr.Ἐν δὲ τῷ κε κεφ. Ἐάν τις κατὰ βίαν ἢ φόβον θανάτου ἢ τὰς κατὰ τοῦ σώματος βασάνους εὐλαβηθεὶς πωλήσῃ πράγματα, καὶ μηδὲ μετὰ ταῦτα τῇ συναινέσει βεβαιώσῃ τὴν πρᾶσιν, κατὰ [τὴν] δύναμιν τοῦ διηνεκοῦς διατάγματος ἐντὸς μὲν ἐνιαυτοῦ κινῶν, ἐὰν μὴ ἀποδοθῇ αὐτῷ τὸ πρᾶγμα, τὸ τετραπλάσιον ἀπολήψεται· ἀναδιδοὺς δηλονότι τὸ τίμημα, ὅπερ ἔλαβεν. μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν δοθήσεται αὐτῷ.
7
pr.Ἐν δὲ τῷ λβ ' κεφ. Ἐάν τις ἢ κατηγόρησέ μου ἤδη ἢ ἠπείλησέ μου κατηγορήσειν, καὶ ἵνα μὴ κατηγορηθῶ παρ αὐτοῦ ἢ ἵνα παύσηται τῆς ἀρχθείσης κατηγορίας, ἢ ἐξεποίησα αὐτῷ τίποτε ἢ ἐπηρωτήθην αὐτῷ, οὐ δύναμαι ταῦτα ἀνατρέπειν ὡς φόβῳ γενόμενα. ἀλλὰ δοκῶ καὶ ἀναίσχυντόν τι ποιεῖν ἐπιχειρῶν ταῦτα ἀνατρέπειν.
8
pr.Ἐν δὲ τῷ γ΄ τί. κεφ. ζ΄ φησὶ περὶ τῶν διὰ δόλον τὶ πραξαντων καὶ ἀποκαθισταμένων.
9
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ ἄνηβος ὡς κληρονόμος ἐνάγεται τῇ περὶ δόλου ἀγωγῇ· ἀπὸ δὲ οἰκείου φάκτου, ὅτε πλησιάσει τῇ ἥβῃ, καὶ μάλιστα εἰ γέγονεν εὐπορώτερος.
10
pr.Ἐν δὲ τῷ λ΄ τί. κεφ. α΄· Ὁ ἀποκαθιστάμενος κατά τινος πράγματος ὥσπερ ζημιοῦσθαι ἐξ αὐτοῦ οὐκ ὀφείλει, οὕτως οὐδὲ κερδαίνειν. καὶ διὰ τοῦτο εἴτι δήποτε ἐὰν εἰς αὐτὸν περιέλθῃ ἢ ἐξ ἀγορασίας ἢ ἀπὸ πράσεως ἢ ἐξ ἄλλου συναλλάγματος, καὶ ἀποκαθίσταται κατὰ τούτου τοῦ συναλλάγματος, ὀφείλει ἀποδιδόναι τὰ ἐξ αὐτοῦ κερδανθέντα. εἰ δὲ καὶ παρενέβαλεν ἑαυτὸν καὶ ὑπέρ τινος χρέος ἀναδεξάμενος αἰτεῖ ἀποκατάστασιν, εἰς τὸν παλαιὸν χρεώστην τὸν ἐλευθερωθέντα τῆς μεταθέσεως τοῦ χρέους ὀφείλει ἀνανεοῦσθαι ἡ ἀγωγὴ τῷ δανειστῇ, καθ᾽ οὗ τὴν ἀποκατάστασιν ζητεῖ ὁ νεώτερος.
11
pr.Ἐν δὲ τῷ λγ ' τί. καὶ τῷ λέ καὶ τῷ λς διαλαμβάνεται περὶ τῆς τῶν ἀπολιμπανομένων ἀποκαταστάσεως κατὰ διαφόρους αἰτίας, οἷον φόβου χάριν ἢ διὰ δημόσιον πρᾶγμα, ἢ στρατείαν, ἢ ἐν δεσμοῖς ἢ δουλείᾳ ἢ αἰχμαλωσίᾳ εἶναι, ἢ διὰ τὸ μὴ καλείσθαι ἄκοντα εἰς δικαστήριον τὸν ἀντίδικον αὐτῶν, καὶ διὰ τῆς ἀχρησίας ἐκπεσόντων τινὸς, ἢ διὰ τῆς ἑτέρου διὰ χρήσεως κυριότητος. καὶ ἐν τῷ παρελθεῖν τὸν χρόνον τῆς ἀγωγῆς δίδοται ἀποκατάστασις εἴσω ἐνιαυτοῦ, μεθ᾽ ὅτις κινῆσαι δυνηθῇ, καὶ ἐξ ἑτέρας εὐλόγου αἰτίας, εἰ μὴ νόμος ἐναντιοῦται. ζημιωθεῖσι δὲ τοῖς τελείοις δίδοται ἀποκατάστασις, οὐ μὴν ὅτε θέλουσιν ἐκ τῆς ἑτέρων ποινῆς ἢ ζημίας κερδάναι. καθὼς ἐν τῷ κβ΄ κεφαλαίῳ τοῦ λέ τίτλου φησίν.
12
pr.Ἐν δὲ τῷ κη΄ κεφ. τοῦ αὐτοῦ τί. φησίν· Πάντες γενικῶς οἱ ἐξ ἀνάγκης ἀπολιμπανόμενοι ἀποκαθίστανται·
13
pr.Οὐ μόνον ἐφ᾽ οἷς ζημιοῦνται, ἀλλὰ καὶ ἐφ᾽ οἷς οὐ κερδαίνουσιν.
14
pr.Ἐν δὲ τῷ λέ κεφ. Ὅτι ὁ στρατιώτης μετὰ ἀπολύσεως ὢν ἐν τῷ ἰδίῳ οἴκῳ οὐκ ἄπεστιν εἰς πρᾶγμα δημόσιον, οὔτε ὁ μισθωσάμενος δημόσια τέλη.
15
pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Οὐ λέγομεν ἀπεῖναι εἰς πρᾶγμα δημόσιον τοὺς μὴ κατ᾿ ἀνάγκην, ἀλλὰ κέρδος· ἴδιον ἀπόντας.
16
pr.Ἐν δὲ τῷ γ ' κεφ. τοῦ λς΄ τί. φησὶν, ὅτι κανόνα θαυμαστὸν ἡ διάταξις αὕτη παρεισάγει, τὸν λέγοντα ἐπὶ τῶν καλῇ πίστει συναλλαγμάτων καὶ τοὺς μείζονας βοηθεῖσθαι. ἔχε οὖν ἐκ τῆς διατάξεως τὸν ἄμαχον κανόνα, ὅτι καὶ ἐπὶ πάντων τῶν καλῇ πίστει συναλλαγμάτων καὶ οἱ μείζονες τῶν κε ἐνιαυτῶν βοηθοῦνται. πρόδηλον δὲ ὅτι οὐκ ἀποκατάστασιν αὐτοῦσιν, ἀλλ᾽ ὅτι αὐτὸ τὸ ὀφφίκιον τοῦ δικαστοῦ αὐτοῖς βοηθεῖ.