IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.56

Περὶ ἀποδείξεων καὶ τίς καὶ πῶς ὀφείλει ἀποδεικνύειν .

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κβ΄ τί. α΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν, ὅτι ὁ λέγων οὐ μὴν ὁ ἀρνούμενος δεικνύει.

2

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὅτι ὁ ἀγοραστής δεικνύει τὸν δοῦλον πρὸ τῆς πράσεως πεφευγέναι.

3

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὅτι ἐὰν μὴ δείκνυται ὡς παρὰ τῷ πράτῃ φυγὰς ἦν ὁ δοῦλος, τῇ ἐμβασάνῳ αὐτοῦ ζητήσει πιστεύομεν. καθ᾽ ἑαυτοῦ γὰρ ἐρωτᾶσθαι δοκεῖ, οὐ μὴν ὑπὲρ δεσπότου ἢ κατὰ δεσπότου.

4

pr.Καὶ ὁ υἱὸς λέγων ἑαυτὸν αὐτεξούσιον δεικνύει.

5

pr.Ἐν δὲ τῷ ια΄ κεφ. θέμ. β΄· Ἐσθ᾽ ὅτε ὁ ἐναγόμενος δείκνυσιν, ὡς ἐπὶ τοῦ συνομολογοῦντος μὲν δανείσασθαι, λέγοντος δὲ καταβεβληκέναι.

6

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων ἐστὶ, καὶ ὑπόκειται ταῖς ἀποδείξεσιν.

7

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ἐὰν χιωθῇ τὸ γραμματεῖον, ὁ χρεώστης ἠλευθέρωται κατὰ πρόληψιν, εἰ μὴ δείξῃ ὁ δανειστὴς ἔτι χρεωστεῖσθαι.

8

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Ζητήσεως περὶ τοῦ μὴ χρεωστουμένου γενομένης, εἰ μὲν ὅλως σύνθηται λαβεῖν ὁ ἐναγόμενος, τότε ὁ λέγων μὴν χρεωστῶν καταβαλεῖν δείκνυσι κατὰ δόλον τοῦ δεξαμένου ἢ ἑτέραν εὔλογον ἄγνοιαν καταβαλεῖν, καὶ τοῦτο μὴ ποιῶν καταδικάζεται. εἰ δὲ ἄνηβος ἢ νέος ἢ γυνὴ ἢ στρατιώτης ἢ ἄπειρος καὶ ἄκροικος πολιτικῶν πραγμάτων ἢ ἄλλως ἁπλοῦς ἐστιν ὁ δεδωκὼς, τότε ὁ λαβὼν δείκνυσι χρέος εἰληφέναι. εἰ δὲ τὴν ἀρχὴν ὁ δεξάμενος ἀρνήσεται λαβεῖν καὶ συστῇ τῇ δόσει ὁ ἐνάγων, λοιπὸν οὐχ ὁ δεδωκὼς δείκνυσι μὴ χρεωστῶν δεδωκέναι, ἀλλ᾽ ὁ δεξάμενος χρέος λαβεῖν. εἰ μέντοι τὶς μὴ τὸ πᾶν λέγει καταβαλεῖν μὴ χρεωστούμενον, ἀλλὰ μέρος ἢ δεύτερον ἢ παραγραφὴν ἐσχηκέναι, αὐτὸς οἷος ἂν εἴη δείκνυσιν ὅ φησιν. ἐν πᾶσι δὲ τούτοις ἐφεῖται ὅρκον ἐπαγαγεῖν, καὶ ὁ τῆς συκοφαντίας δίδοται, καὶ ἀντεπιφέρειν. ταῦτα περὶ καταβολῆς. εἰ γὰρ λέγοι τὶς μὴ χρεωστῶν ποιῆσαι γραμματεῖον, καὶ ἐστὶν ἀσαφὲς, ὁ λαβὼν αὐτὸ δείκνυσι χρεωστούμενον. εἰ δὲ ῥητῶς ὁ τὸ γραμματεῖον ἐκθέμενος εἴποι τὰς αἰτίας δι᾽ ἃς συνεγράψατο, στοιχεῖν ἀναγκάζεται, εἰ μὴ προφανῶς δι᾽ ἐγγράφων δείξῃ μὴ χρεωστῶν ὁμολογῆσαι.

9

pr.Ἐν δὲ τῷ κη΄ κεφ. Τῷ ὀνόματι τῶν δικαιωμάτων δηλοῦνται πάντα τὰ τὴν ὑπόθεσιν δεικνῦντα. διὸ καὶ τὰ ἐκμαρτύρια καὶ οἱ μάρτυρες τάξιν δικαιωμάτων ἐπέχουσιν.

10

pr.Ἐν δὲ τῷ μα κεφ. Ὁ ἐναγόμενος ἀποδείξεσιν οὐ βαρεῖται· εἰ μὴ μόνον ἐπὶ τῆς παραθήκης ἀναγκάζεται προφέρειν τὰ βρέβια αὐτοῦ.

11

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. περὶ τῶν εἰς ἐλευθερίαν ἀναφωνούντων.

12

pr.[Ἐν δὲ τῷ νζ ' κεφ.] Ἐάν τις προφέρῃ τινὰ γραφὴν, ὀφείλει αὐτὸς αὐτὴν ἀποδεικνύειν ἀληθῆ, ἐπεὶ εἰ μὴ τοῦτο δείξει, πλαστογραφίας δίκην ὑφέξει.

13

pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Ὁ ἐν ὑπομνήμασιν ὁμολογήσας μὴ κεχρῆσθαι συμβολαίῳ οὐκέτι αὐτῷ κέχρηται.

14

pr.Ἐν δὲ τῷ ογ ' κεφ. ς· Ἐὰν ἐναγόμενός τις ἀρνήσηται χεῖρα ἰδίαν προφερομένην ἐν γραμματείῳ, ἐν προικὶ ἢ ἐν ἑτέρῳ χάρτῃ, εἰ μὲν ἀπὸ συγκρίσεως ἐλεγχθείη, τουτέστιν αὐτοῦ ἑτέρας προφερομένης χειρὸς καὶ ἀντεξεταζομένης πρὸς τὴν ἐν τῷ γραμματείῳ κειμένην, διδόναι αὐτὸν λόγῳ προστίμου τῷ ἐνάγοντι ὑπὲρ αὐτοῦ τοῦ ψεύδους κδ΄ νομίσματα. ἐὰν δὲ ἢ συμβολαιογράφος πορενεχθῇ παρ᾽ ᾧ τὸ συμβόλαιον ἐγράφη, ἢ καὶ ἕτεροί τινες μαρτυροῦντες τῇ ἀληθείᾳ, τότε αὐτὸν πρὸς τῷ ἐπιτιμίῳ τῶν κδ ' νομισμάτων οὐδὲ παῤῥησίαν δύνασθαι ἔχειν πρὸς τὸ ἀντιτιθέναι τὴν τῆς ἀναργυρίας παραγραφὴν, λέγοντα ὅτι κἂν τὸ συμβόλαιον ἐγένετο, οὐκ ἐδόθησαν τὰ ἐν αὐτῷ γεγραμμένα· ἀλλὰ πάντως καταδικάζεσθαι, κἂν εἰ μηδὲν αὐτῷ ταῖς ἀληθείαις κατεβλήθη. ταῦτα μὲν ἐὰν ἐνάγηταί τις ἐξ οἰκείου συναλλάγματος. εἰ δὲ ἐπίτροπός ἐστιν ἢ κουράτωρ ἑνὸς τῶν κουρατορευομένων προσώπων, ἄῤῥην εἴτε θήλεια κατὰ τὰς διατάξεις ἐπιτροπεύουσα τῶν ἰδίων παίδων, καὶ χεῖρα ἰδίαν προφερομένην ἐν τῷ συναλλάγματι τῶν ἐπιτροπευομένων ἢ κουρατορευομένων ἀρνήσεται, τηνικαῦτα εἰ μὲν ἀπὸ μόνης συγκρίσεως ἐλεγχθείησαν ψευδόμενοι, παρέχειν αὐτοὺς τὰ κδ΄ νομίσματα· εἰ δὲ καὶ ἐκ παραγωγῆς συμβολαιογράφου ἢ μαρτύρων, τὴν μὲν τῆς ἀναργυρίας παραγραφὴν μὴ ἀναιρεῖσθαι τοῖς ἐπιτροπευομένοις ἢ κουρατορευομένοις προσώποις· οὐδὲ γὰρ ἥμαρτον ἐκεῖνοι· αὐτοὺς δὲ τοὺς ἐπιτρόπους ἢ κουράτορας ἑτέρους κδ΄ χρυσοῦς λόγῳ προστίμου διδόναι τῷ ἐνάγοντι, ἐχόντων τῶν ἐπιτροπευομένων καὶ κουρατορευομένων σωζομένην αὐτοῖς τὴν τῆς ἀναργυρίας παραγραφήν. οὐδὲ γὰρ δίκαιόν ἐστιν αὐτοὺς ἐξ ἀλλοτρίων ἁμαρτημάτων ζημιοῦσθαι. ταῦτα περὶ τῶν ἐναγομένων εἰποῦσα ἡ διάταξις ἔρχεται καὶ εἰς τὸ τῶν ἐναγόντων πρόσωπον, κελεύουσα, ἵνα ἐὰν ὁ ἐνάγων ἀρνήσηται χεῖρα [ἰδίαν] κειμένην ἐν χάρτῃ κατ᾿ αὐτοῦ προφερομένῳ, τυχὸν ἐν ἀποληπτικῇ ὁμολογίᾳ, καὶ αὐτὸς ὁμοίως, εἰ μὲν ἐκ μόνης συγκρίσεως ἐλεγχθείη, παράσχῃ τὰ κδ ' νομίσματα· εἰ δὲ ἐκ παραγωγῆς συμβολαιογράφου ἢ μαρτύρων, τηνικαῦτα πᾶσι τρόποις ὑπολογίζεσθαι αὐτὸν τὰ ἐν ἐκείνῃ τῇ ἀποδείξει περιεχόμενα, κἂν μὴ ταῖς ἀληθείαις κατεβλήθησαν ἐπὶ αὐτοῦ. ταῦτα ἐὰν οἰκείῳ ὀνόματι ἐνάγηται. ἐὰν δὲ ἐπίτροπός ἐστιν ἢ κουράτωρ, δίδωσι μὲν διπλάσιον τὸ ἐπιτίμιον τῶν κδ΄ νομισμάτων, ὁ δὲ ἐπιτροπευόμενος ἢ κουρατορευόμενος δύναται ἀντιτιθέναι τῇ ἀποδείξει τὴν ἀναργυρίαν. νόησον δὲ τὴν σύγκρισιν πανταχοῦ γίνεσθαι κατὰ τὴν νεαρὰν διάταξιν τὴν κελεύουσαν μεθ᾽ ὅρκων γίνεσθαι τὰς τῶν γραμμάτων συγκρίσεις.

15

pr.Ἐν δὲ τῷ οθ΄ κεφ. Ἐν τοῖς συναλλάγμασιν ἡ τῶν πραγμάτων ἀλήθεια σκοπείσθω μᾶλλον, ἤπερ τὸ ἔγγραφον.

16

pr.Ἀνάγν. καὶ τί. γ΄ τοῦ αὐτοῦ κβ΄ βι. καὶ τί. δ΄, ἐν οἷς φησι περὶ τῆς τῶν προκομιζομένων ἐγγράφων βεβαιώσεως διὰ τῆς τῶν γραμμάτων συγκρίσεως, καὶ διὰ τῆς τῶν μαρτύρων ὑπογραφῆς καὶ ἑτέρων τινῶν σημείων. περὶ ὧν πλατύτερον ἐν τοῖς περὶ βεβαιώσεως εὑρήσεις.

17

pr.Ἀνάγν. καὶ βι. κς ' τί. ε κεφ. ρκέ ἐν ᾧ φησιν· Ὅτι ὁ λέγων πεπληρωκέναι τὸ χρέος αὐτὸς ὀφείλει δεικνύειν. λοιπὸν δὲ εἰ δείξει, ἀναλήψεται κατὰ τοὺς νόμους τὸ γραμματεῖον.

18

pr.Ἀνάγν. καὶ βι. ν ' τί. ια κεφ. ια΄, ἐν ᾧ φησιν· Εἴ τις ἐγκαλοῖτο πράγματα κατέχειν ἑτέρου, φάσκοι δὲ οὐκ εἶναι τὰ πράγματα ἐκείνου περὶ οὗ φησιν ὁ διώκων, ἀναγκασθῇ δὲ ὁ τὴν ἐναγωγὴν ποιούμενος ἢ συμβολαίοις ἢ μάρτυσιν ἢ ἑτέροις πόνοις χρήσασθαι πρὸς τὸ δειχθῆναι τὰ πράγματα ἐκείνου καθεστάναι, εἶτα ὕστερον ὁ μέχρι παντὸς διαρνηθεὶς ἐκείνου ταῦτα μὴ γενέσθαι χρῆσθαι βουληθείη τοῖς ἐξ ἐκείνου δικαίοις, καὶ φάσκειν ὡς ἐξ ὑποθηκῶν ἢ ἑτέρων αἰτιῶν εἰς ἐκεῖνο τὸ πρόσωπον ἀναφερομένων κυριώτερός ἐστι τοῦ τὴν δίκην κινοῦντος· αἱ μὲν οὖν ἄλλαι πᾶσαι σχολαζέτωσαν γνῶμαι αἱ τοῖς πρὸ ἡμῶν παραστᾶσαι, μετρία δέ τις καὶ φιλάνθρωπος καὶ αὐτοῦ τοῦ πράγματος ἐστοχασμένη ποινὴ τοῖς ἀρνηθεῖσιν ἐπαγέσθω. ὑπὲρ γὰρ τῆς περὶ ταῦτα ἀρνήσεως καὶ τῶν τοῦ διώκοντος πόνων καὶ λεγομένης ἔτι τῆς δίκης ἐπὶ τὸν διώκοντα μετατιθέσθω τῶν πραγμάτων περὶ ὧν ἡ ζήτησις γέγονεν ἡ νομή· ἄδειαν ἔχοντος τοῦ ταύτην ἀποδιδόντος, εἴ τινα δίκαια ἔχοι ἐξ ἐκείνου τοῦ προσώπου, περὶ οὗ πρότερον τὴν ἄρνησιν ὑπέμεινε, προσήκοντα αὐτῷ, ταῦτα προτιθέναι καὶ τοῦ νόμου καὶ τοῦ δικαίου τυγχάνειν, τῆς ποινῆς ἐν μόνῃ τῇ μεταστάσει τῆς νομῆς περιισταμένης.

19

pr.Ἀνάγν. καὶ βι. ζ ' τί. ιδ ' κεφ. ιδ, ἐν ᾧ φησιν· Ἐν πάσαις ταῖς αἰτίαις, εἴτε διὰ γράμματα εἴη φιλονεικηθὲν εἴτε διὰ συμβόλαια εἴτε διά τι ἕτερον, ἐν ᾧ ἀνάγκη ἀποδείξεως ἔγκειται, θεσπίζομεν μὴ ἄλλως τὰς αὐτὰς ἀποδείξεις [παρέχειν] ἀναγκάζεσθαι, εἰ μὴ πρότερον ὅστις ταύτας ἀπαιτεῖ ὅρκον περὶ συκοφαντίας παράσχοι, ὅτι οὐκ ἐπὶ τῷ ὑπερθέσθαι τὴν δίκην τὰς τοιαύτας προσέθηκε δικαιολογίας· καὶ γὰρ τῷ φόβῳ τοῦ ὅρκου ἡ ἐμφιλόνεικος τῶν σπουδαζομένων ' ἔνστασις κατέχεται. ἵνα δὲ μηδὲ προπετῶς εἰς βάσανον οἰκέτας τινὲς χειριζόμενοι τὴν τοῦ ἰδίου λογισμοῦ ὠμότητα ἐγγυμνάζωσι, μὴ ἄλλως αὐτοῖς συγχωρεῖσθαι, οἵτινες τὴν βάσανον αὐτοῦσι τοῦ οἰκέτου, εἰς τοῦτο ἐλθεῖν ἢ ἐκ τοῦ δικαστοῦ αὐτοὺς ἀκουσθῆναι, εἰ μὴ πρότερον κατασχεθεισῶν τῶν ἁγίων γρα-- φῶν κατάθωνται, ὅτι οὐ μίσει τῶν οἰκετῶν ἢ δι᾽ ἀγανάκτησιν τῶν συγκληρονόμων εἰς τοῦτο ἦλθον, ἀλλ᾽ ἐπειδὴ ἄλλως τῶν πραγμάτων τῶν κληρονομιαίων τὴν ἀλήθειαν ζητῆσαι ἢ ἀποδεῖξαι οὐ ' δύνανται.

20

pr.Ἀνάγν. βι. να τί. δ΄ κεφ. κς '. ἀνάγν. καὶ τὸν περὶ ἀναγκαζομένων μαρτυρεῖν τίτλον.