IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.57

Περὶ ἀπολέσαντος τὸ δοθὲν αὐτῷ.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κ΄ τί. δ΄ κεφ. ιε΄, ἐν ᾧ φησιν· Ἐὰν παράσχω σοι διατετιμημένον πρᾶγμα, ἐφ᾽ ᾧ ἢ αὐτὸ ἀγαγεῖν, μοι ἢ τὸ τίμημα, καὶ ἀπόληται πρὶν ἢ πραθῇ, ἔχω τὴν περὶ τῶν προγεγραμμένων συμφώνων ἀγωγήν. καὶ εἰ μὲν ἐγώ σε παρεκάλεσα λαβεῖν, ἐμός ἐστιν ὁ κίνδυνος· εἰ δὲ σὺ παρεκάλεσας, σός· εἰ δὲ μηδέτερος, δόλον καὶ ἀμέλειαν χρεωστεῖς.

2

pr.Καὶ κεφ. ιθ΄, ἐν ᾧ φησιν· Ἐὰν βουλομένου σου σκεῦος ἀγο ράσαι ὁ τεχνίτης ἀγαγὼν ἐάσῃ παρά σοι, καὶ ἀπαρεσθεὶς πέμψῃς αὐτὸ διὰ δούλου σου καὶ ἀπόληται ἄνευ δόλου σου καὶ ἀμελείας, ὁ τεχνίτης ζημιοῦται· καὶ αὐτοῦ γὰρ χάριν ἐπέμφθη. ἐνέχῃ δὲ καὶ ἀπὸ ἀμελείας τῶν λαβόντων αὐτὸ φυλάξαι παρά σου ἢ διακομίσαι. ἁρμόζει οὖν ἡ τῶν προγεγραμμένων συμφώνων ἀγωγή.

3

pr.Καὶ κεφ. κβ΄, ἐν ᾧ φησι· Τὸν δακτύλιόν σου ἔλαβον ἐπὶ τῷ ἰδεῖν, καὶ ἐξέπεσεν ἐπὶ τὸν ποταμόν· ἐνέχομαι τῇ ἀγωγῇ.