IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.58

Περὶ τῶν ἀπολλύντων ὡς ἀχαρίστων καὶ ἀναξίων τὸν ἐαθέντα αὐτοῖς κλῆρον ἢ λεγάτον ἢ καὶ τὰ παρανόμως αὐτοῖς καταλειφθέντα ἢ δωρηθέντα.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ ' τί, μβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι ὁ τὸν ἴδιον πάτρωνα τελευτήσαντα καταμηνύσας ὡς ἀθέμιτα πραγματευσάμενον ἐκπίπτει τοῦ λεγατευθέντος αὐτῷ, εἰ καὶ ἔπαθλον ἔλαβεν.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Δημεύεται ἡ κληρονομία, ὅταν ἀμνημόνευτος παῖς αἰτήσας τὴν ἐναντίωσιν τῆς διαθήκης ὑπεισἐλθῃ τὴν τοῦ ἀδελφοῦ κληρονομίαν ἀπὸ τῆς ὀρφανικῆς ἀνήβου ὑποκαταστάσεως. Ἢ ὅτε χειρίζων τὶς ὀφφίκιον ἐν ἐπαρχίᾳ παρανόμως ἐξ αὐτῆς ἀγάγηται, ἢ ἐπίτροπος τὴν ἐπιτροπευθεῖσαν. δημεύεται [γὰρ] τὸ ἐκ διαθήκης αὐτῆς αὐτῷ προσπορισθέν. Ἐκ δὲ τοῦ ἐναντίου αὗται τῶν παρ᾿ αὐτῶν καταλειφθέντων αὐταῖς οὐκ ἐκπίπτουσιν.

3

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐὰν ἔχθρα κεφαλικὴ μεταξὺ τοῦ λεγαταρίου καὶ τοῦ διατιθεμένου γένηται ἢ φανερῶς αὐτὸν ὑβρίσῃ, ὡς δῆλον εἶναι τὸν διαθέμενον μὴ θέλειν λαβεῖν αὐτὸν τὸ λεγάτον, οὐκ ἀπαιτεῖται. Καὶ ὁ περὶ καταστάσεως κινῶν ἐκπίπτει τῶν ἐν τῇ διαθήκῃ, ἐφ᾽ οὗ χώρα τῷ δημοσίῳ.

4

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ἐὰν ἐπὶ μοιχείᾳ γυναικὸς καταδικασθεὶς ἀγάγωμαι αὐτὴν, εἰ καὶ μὴ αὐτὴ κατεδικάσθη, οὔτε ὁ γάμος ἔῤῥωται, ἀλλ᾽ εἰ καὶ κληρονόμον αὐτὴν γράψω ἢ αὐτὴ ἐμὲ, δημεύεται ἡ κληρονομία.

5

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Καὶ ὁ ἀνὴρ μὴ ἐκδικῶν τὸν θάνατον τῆς γυναικὸς ἀφαιρεῖται τὴν προῖκα. Καὶ ὁ πάτρων μὴ ἐκδικῶν τὸν ἀπελεύθερον ἐκπίπτει τοῦ ἁρμόζοντος αὐτῷ πατρωνικοῦ μέρους· ἐπειδὴ πάντας τοὺς κληρονόμους καὶ τοὺς ἐν τάξει κληρονόμων καθήκοντας εἶναι δεῖ περὶ τὴν ἐκδίκησιν τοῦ τελευτήσαντος.

6

pr.Ανάγν. βι. λέ΄ τί. ις ' κεφ. ιε, ἐν ᾧ φησιν· Τοῦ μερικοῦ κληρονόμου λεγάτῳ τιμηθέντος καὶ μὴ ἐκδικήσαντος καὶ ἡ κληρονομία καὶ τὸ λεγάτον ἀφαιρεῖται. κατὰ πάντων δὲ τῶν ὁπωσοῦν κληρονομούντων ἐστὶν ἡ ἀφαίρεσις, κἂν ὦσι πάτρωνες.

7

pr.Καὶ κεφ. κα΄ καὶ κή, ἐν ᾧ φησιν· ὅτι οἱ κληρονόμοι μὴ ἐκδικήσαντες τὸν φόνον τοῦ βιαίως τελευτήσαντος κληροδότου ἀποδιδοῦσι τὰ πράγματα καὶ τοὺς καρπούς. οἱ γὰρ καλῇ πίστει νομεῖς μόνοι τοὺς καρποὺς κερδαίνουσιν, οὗτοι δὲ οὐκ εἰσιν, ἐπειδὴ εἰδότες παρέλειψαν τὸ πρέπον τῇ εὐσεβείᾳ πρᾶγμα.

8

pr.Ἀνάγν. καὶ κεφ. λ΄ μέχρι τοῦ λη ' κεφαλαίου. ἐν δὲ τῷ λέ κεφ. φησίν· ὅτι ὁ τὸ πλαστὸν κινήσας καὶ ἐξ ἀποφάσεως ἡττηθεὶς ἀπόλλυσι τὸ καταλειφθὲν αὐτῷ ἐν ἐκείνῃ τῇ διαθήκῃ. ὁ δὲ ἀρξάμενος κινεῖν καὶ ἀποστὰς οὐδὲν ἀπόλλυσιν.

9

pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. έ κεφ. φβ΄, ἐν ᾧ φησιν· Ἐὰν βιαίως τινὸς τελευτήσαντος· ὁ κληρονόμος ὑπεισέλθῃ τῇ κληρονομίᾳ πρὶν ἢ τὸν φόνον ἐκδικήσει, δημεύεται ἡ κληρονομία.

10

pr.Ἀνάγν. καὶ βι. μδ΄ τί. α΄ κεφ. ρί, ἐν ᾧ φησιν· Ἐάν τις παρανόμως ἀγάγηται τὴν ἐπιτροπευθεῖσαν παρ᾽ αὐτοῦ, λαβεῖν μὲν αὐτὸς ἐκ τῆς διαθήκης αὐτῆς οὐ δύναται, αὐτὴ δὲ ἐκ τῆς αὐτοῦ λαμβάνει.

11

pr.Ἀνάγν. καὶ βι. νς ' τί. β΄ κεφ. κδ΄, ἐν ᾧ φησιν· Τοῦ ἀνδρὸς μὴ ἐκδικοῦντος τὸν φόνον τῆς γυναικὸς, ἡ προῖξ καθ᾽ ὅσον αὐτῷ διαφέρει δημεύεται.

12

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. να΄ κεφ. ις ', ἐν ᾧ φησιν· Αντὶ μὴ γεγραμμένου ἐστὶ τὸ καταλιμπανόμενον ἐν διαθήκῃ τοῖς ὑπευθύνοις τιμωρίας.