IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.59

Περὶ ἀπόντων καὶ ἀναζητουμένων ὡς ἐπὶ ἐγκλήματι κατηγορουμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. μθ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν, ὅτι ἀπών τις οὐ καταδικάζεται μεγάλῳ ἐγκλήματι, τυχὸν ἐπάγοντι ποινὴν κεφαλικὴν ἢ εἰς ἔργον μετάλλου· Ἀλλὰ γίνεται ἀναζητούμενος, προγράμματος προτιθεμένου, ἵνα τοῦτο γνοὺς ἔλθῃ καὶ ἑαυτὸν καθάρῃ. γίνονται δὲ καὶ γράμματα παρὰ τοῦ ἄρχοντος πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας, ἐν ᾗ διάγει ὁ ἀναζητούμενος, καὶ δι αὐτοῦ ἐν εἰδήσει γίνεται. Αφ᾽ οὗ δὲ γνῷ, τὸν ἐνιαυτὸν ἔχει πρὸς τὸ ἑαυτὸν καθάραι. καὶ ἐὰν εἴσω τοῦ ἐνιαυτοῦ ἔλθῃ καὶ ἀσφαλίσηται, ἢ ἀποθάνῃ, οὐ δημεύεται ἡ οὐσία αὐτοῦ, ἀλλὰ τοῖς κληρονόμοις ἁρμόζει.

2

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ ἐπὶ βαρυτάτοις ἐγκλήμασιν ἐνεχόμενος καὶ ἀπολιμπανόμενος οὐ καταδικάζεται ἀπών, ἀλλὰ γίνεται ἀναζητούμενος. καὶ ἐὰν ἐντὸς ἐνιαυτοῦ παραγένηται καὶ ἀποδείξῃ ἑαυτὸν ἀνεύθυνον, παραλαμβάνει τὰ ἴδια πράγματα κρίσει τοῦ δικαστοῦ σφραγισθέντα. ὅθεν καὶ μετὰ ταῦτα, εἰ καὶ μηδέπω ἐκάθῃρεν ἑαυτὸν τοῦ ἐπιφερομένου ἐγ κλήματος, ὅμως ἐὰν τελευτήσῃ, εἰς τοὺς κληρονόμους τοὺς ἰδίους παραπέμπει τὴν ἰδίαν οὐσίαν.

3

pr.Εἴ τις ' δήποτε ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς ὑπεύθυνος γέγονεν, ἐν δικαστηρίῳ αἰτιαθεὶς εἴσω ἐνιαυτοῦ διαστήματος μὴ βουληθῇ παραγενέσθαι ἐν τῷ δικαστηρίῳ, καὶ τὰ πράγματα τῷ δημοσίῳ διεκδικηθῶσι, καὶ μετὰ ταῦτα εὑρεθεὶς ὑπεύθυνος, εἰ ᾖ καταληφθεὶς, καὶ αὐστηροτέρᾳ ἀποφάσει ὑποβαλλέσθω. εἰ δὲ καὶ ἐλέγχοις φανεροῖς καὶ ἀποδείξει διαυγεῖ τὴν ἀθωότητα τὴν ἰδίαν καθάραι σπουδάσει, μηδὲν ἧττον αἱ ὑποστάσεις αὐτοῦ παρὰ τῷ δημοσίῳ μενέτωσαν.

4

pr.Ἀνάγν. καὶ βι. θ΄ τί. α΄ κεφ. ρμέ, ἐν ᾧ φησιν· Ἐάν τις ἐπὶ ἐγκλήματι γενόμενος ἀναζητούμενος τελευτήσῃ, τὰ πράγματα αὐτοῦ τῷ κληρονόμῳ αὐτοῦ διαφέρουσιν.