IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.60

Περὶ τοῦ ἀποσπῶντος βίᾳ ἢ δόλῳ τὸν καλούμενον εἰς δικαστήριον ἢ καὶ ἐμποδίζοντος.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. 5΄ τί. ιγ΄, οὗτινος ἐν τῷ ἐ κεφ. φησίν· Ὁ ἀποσπάσας οὐ τὸ διαφέρον δίδωσιν, ἀλλὰ τὴν γενομένην παρὰ τοῦ ἐνάγοντος τῆς δίκης διατίμησιν διὰ τῆς ζημιούσης ἀγωγῆς, κἂν κατὰ συκοφαντίαν ἐνήγαγεν. Ὀφείλει δὲ δεικνύναι ὁ ἐνάγων, ὡς διὰ τὸ ἀποσπασθῆναι οὐ πάρεστιν ὁ κληθείς. εἰ γὰρ πάρεστιν, ἀργεῖ ἡ ποινή. αὕτη ἡ ζημιωτικὴ ἀγωγὴ καὶ πολλῶν πλημμελησάντων καθ ἑκάστου δίδοται εἰς ὁλόκληρον καὶ μένει ὁ ἀποσπασθεὶς ἐνεχόμενος. τότε δὲ κληρονόμοις δίδοται, ὅτε διέφερεν αὐτοῖς. οὔτε δὲ κατὰ κληρονόμων, οὔτε μετ᾿ ἐνιαυτὸν δίδοται.

2

pr.Ἀνάγν. καὶ τί. ιε κεφ. ε΄, ἐν ᾧ φησιν, ὅτι ὁ δι ἑαυτοῦ ἢ διὰ τῶν αὐτῷ προσηκόντων ἢ δι᾽ ἑτέρων ἀγνοούντων ἢ γι νωσκόντων δολερῶς ἐμποδίσας τινὶ ἐλθεῖν εἰς τὸ δικαστήριον ὑπόκειται τῷ νόμῳ. Δόλον δὲ ποιεῖ καὶ ὁ τῷ ἀπερχομένῳ εἰς δίκην ἀγγείλας τὶ στυγνὸν καὶ κατὰ τοῦτο ἐμποδίσας.