IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.61

Περὶ ἀποστατῶν τῶν ἀφισταμένων τῆς ὀρθοδόξου πίστεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. νδ κεφ. κ ' ', ἐν ᾧ φησιν· Ὁ ἀπὸ χριστιανῶν ἰουδαῖος γενόμενος δημευέσθω.

2

pr.Ἀνάγν. κεφ. κα΄ καὶ κβ΄, ἐν ᾧ φησιν, ὅτι ὁ προδιδοὺς τὸ ἅγιον βάπτισμα οὐ μαρτυρεῖ, οὔτε διατίθεται οὔτε ἄλλον διαδέχεται. ἀποστάτης γὰρ νοεῖται.

3

pr.Ἀνάγν. καὶ κεφ. κγ ', ἐν ᾧ φησιν· Ὁ τὴν ὀρθόδοξον πίστιν κλέπτων μήτε διατιθέσθω μήτε δωρείσθω μήτε διὰ πράσεως εἰκονικῶς εἰς ἀπάτην τοῦ νόμου φερέτω. διαδεχέσθωσαν δὲ αὐτὸν ἐξ ἀδιαθέτου μόνοι χριστιανοὶ συγγενεῖς.