IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.62

Περὶ ἀργυροπρατῶν καὶ τῶν περὶ αὐτοὺς συναλλαγμάτων .

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κγ ' τί. δ΄, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Ἐπειδὴ δὲ νόμον ἐθέμεθα, μὴ περαιτέρω τοὺς ἀργύρου τραπέζης προεστῶτας διμοιραίου τόκου δανείζειν, ἐδίδαξαν δὲ, ὅτι καὶ ἀγράφως δανείζουσιν, ἀγνωμονοῦνται δὲ περὶ τὸν τόκον, ὡς μὴ ἐγγράφου γενομένου τοῦ δανείσματος μηδὲ ἐπερωτήσεως παρεντεθείσης· τοῦτο δὲ τὸ δημῶδες τὸ μὴ προσήκειν ἀνεπερώτητον τρέχειν τόκον, καίτοιγε πολλῶν ὄντων θεμάτων, ἐφ᾽ ὧν ἀνεπερώτητοι τόκοι καὶ ἐκ συμφώνου μόνου τίκτονται, ἐστὶ δὲ ὅτε οὔτε ἐκ συμφώνων ἀλλ᾽ αὐτομάτως εἰσαγόμενοι ὅμως ἀπαιτοῦνται· διὰ τοῦτο θεσπίζομεν, μὴ μόνον τὸν ἐξ ἐπερωτήσεως αὐτοῖς δίδοσθαι τόκον, ἀλλὰ καὶ τὸν ἐξ ἀγράφων τοιοῦτον, ὁποῖον ὁ νόμος αὐτοῖς δίδωσιν ἐπερωτᾶν, τουτἐστι τὸν ἐκ διμοίρου τῆς ἑκατοστῆς. τοὺς γὰρ πᾶσι σχεδὸν τοῖς δεομένοις ἑτοίμους ὄντας βοηθεῖν οὐκ ἂν εἴη δίκαιον ὑπὸ τοιαύτης ἀδικεῖσθαι λεπτότητος.