IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.63

Περὶ ἁρπαγῆς παρθένων τε καὶ χηρῶν καὶ καθιερωμένων καὶ μεμνηστευμένων, εὐγενῶν τε καὶ ἀπελευθέρων καὶ δούλων, εἴτε μεθ᾽ ὅπλων ἡ ἁρπαγὴ γέγονεν εἴτε χωρὶς ὅπλων, καὶ περὶ τῶν συναγωνισαμένων αὐτοῖς κατὰ οἱονδήποτε τρόπον ἐν τῇ τοιαύτῃ ἁρπαγῇ.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. νή, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ ἁρπάσαντες γυναῖκα ἢ μεμνηστευμένην ἢ ἀμνήστευτον ἢ χήραν, εἴτε εὐγενής ἐστιν εἴτε δούλη εἴτε ἀπελευθέρα, καὶ μάλιστα ἐὰν τῷ θεῷ ὦσιν αἱ γυναῖκες καθιερωμέναι, νομίμως τιμωρείσθωσαν· τουτέστιν εἰ μὲν μεθ᾽ ὅπλων ἤτοι ξιφῶν ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσαντο, οἱ τοιοῦτοι ξίφει τιμωρείσθωσαν, οἱ δὲ συνυπουργοῦντες αὐτοῖς ἢ συνειδότες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπουδὴν εἰσενεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν· εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες τοῖς τοιούτοις ἐν τῇ ἁρπαγῇ ἢ συνειδότες ἢ ὑπηρετήσαντες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπουδὴν [αὐτοῖς] εἰσενεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν. Ἐὰν οὖν ἐν αὐτῇ τῇ ἁρπαγῇ εἷς ἐκ τούτων καταληφθῇ ἢ παρὰ τῶν πατέρων τῶν γυναικῶν ἢ τῶν ἀδελφῶν, ἢ τῶν ἐπιτρόπων ἢ κουρατόρων ἢ πατρώνων ἢ δεσποτῶν, ἐλεγχθέντες φονευέσθωσαν αὐτοχειρί· μάλιστα ἐὰν [καὶ] γεγαμημένας γυναῖκας ἐπειράθησαν ἁρπάσαι. τὸ δὲ αὐτὸ λέγομεν, εἰ καὶ μνηστήν τις ἰδίαν ἥρπασεν. εἰ δὲ δυνηθῶσιν οἱ τοιοῦτοι φυγεῖν, καὶ οἱ ἐν κωνσταντινουπόλει καὶ οἱ ἐν πάσῃ χώρᾳ ἄρχοντες καὶ στρατηλάται ἐκδικείτωσαν τὸ γινόμενον, κατέχοντες αὐτοὺς καὶ τιμωρούμενοι, καὶ μὴ συγχωροῦντες αὐτοῖς ἐκκαλέσασθαι. Καὶ εἰ μὲν δοῦλαί εἰσιν αἱ ἁρπαγεῖσαι ἢ ἀπελευθέραι, οἱ ἁρπάσαντες μὲν ὑποκείσθωσαν τῇ τοῦ νόμου ποινῇ, οὐ μέντοιγε καὶ οἴκοθεν ζημιούσθωσαν. εἰ δὲ καὶ εὐγενεῖς εἴησαν, τὰ πράγματα τῶν ἁρπασάντων καὶ τῶν βοηθησάντων αὐτοῖς τῆς δεσποτείας αὐτῶν γινέσθωσαν προνοίᾳ τῶν ἀρχόντων καὶ τῶν γονέων εἰς προῖκα, ἢ ἐὰν μὴ βουληθῶσι γαμῆσαι, κατέχειν ταῦτα τὰ πράγματα. μὴ ἐξέστω δὲ τῇ γυναικὶ αὐτὸν τὸν ἁρπάσαντα ἄνδρα λέγειν, μηδὲ τοῖς γονεῦσιν αὐτῆς τοῦτο αὐτῇ κελεύειν. Αἱ δὲ τιμωρίαι τῆς διατάξεως πᾶσαι ἔστωσαν κατ᾿ αὐτῶν τῶν ἁρπασάντων καὶ τῶν βοηθησάντων αὐτοῖς ἐν τῇ ἁρπαγῇ· οἱ μέντοιγε συνειδότες καὶ ὑπηρετήσαντες [καὶ οἱ ὑποδεξάμενοι] ἢ οἱανδήποτε σπουδὴν αὐτοῖς εἰσενεγκόντες τῇ εἰρημένῃ τιμωρίᾳ ὑποκείσθωσαν, εἴτε βουλομένων τῶν γυναικῶν εἴτε μὴ βουλομένων ἡ ἁρπαγὴ γέγονεν. καὶ οἱ γονεῖς δὲ τῆς γυναικὸς κἂν ἀνεξικακήσωσι, περιοριζέσθωσαν. Εἰ δὲ καὶ δοῦλος εὑρεθῇ ἐν τῷ πράγματι, καιέσθω, πασῶν τῶν ἄλλων τιμωριῶν σχολαζουσῶν.

2

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐὰν ἡ ἁρπαγεῖσα ἀσπάσηται τὸν τοῦ ἁρπάσαντος αὐτὴν γάμον, κἂν οἱασδήποτε αἱρέσεως ἢ ἡλι κίας εἴη, μὴ συναινούντων τῶν γονέων αὐτῆς παραχρῆμα οὐ λαμβάνει τὶ τῶν τοῦ ἀνδρὸς πραγμάτων, ἀλλ᾽ ὁ μὴ συναινέσας γονεὺς, κἂν μήτηρ εἴη, λαμβάνει αὐτά· ἀθέμιτος γάρ ἐστιν ὁ τοιοῦτος γάμος. εἰ δὲ οἱ γονεῖς αὐτῆς ἐτελεύτησαν ἢ μετὰ ταῦτα συνήνεσαν, τότε εἰσκομίζεται ἡ οὐσία τοῦ ἁρπάσαντος, οὐ μὴν ἀλλὰ καὶ τὰ αὐτῆς πράγματα.

3

pr.Ἀνάγν. καὶ τί, ιη΄ κεφ. ς΄, ἐν ᾧ φησιν· Ἡ ἁρπαγὴ μείζων ἐστὶ τῆς μοιχείας, καὶ ὁ ἁρπάσας γεγαμημένην ἢ μὴ γεγαμημένην νομίμως τιμωρεῖται, καὶ ἐξωτικοῦ κατηγοροῦντος, ἐὰν ὁ τῆς κόρης πατὴρ παρακληθεὶς συνεχώρησε, καὶ οὔτε ἀντίκειται ἡ τῆς πενταετίας παραγραφή.

4

pr.Ἀνάγν. καὶ βι. δ΄ τί. α΄ κεφ. ις, ἐν ᾧ φησιν· Εἴ τις ἁρπάσει ἢ ὑπονοθεύσει ἢ διαφθείρει ἀσκήτριαν ἢ διακόνισσαν ἢ μονάστριαν ἢ ἄλλην οἱανοῦν γυναῖκα εὐλαβή βίον ἢ σχῆμα ἔχουσαν, τὰ τούτου πράγματα καὶ τῶν τοιούτου μύσους αὐτῷ μετασχόντων κελεύομεν τῷ εὐαγεῖ τόπῳ, ἐν ᾧ ἡ τοιαύτη γυνὴ ᾤκει, διὰ τῶν κατὰ τόπον ὁσιωτάτων ἐπισκόπων καὶ τῶν οἰκονόμων αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἑκάστης ἐπαρχίας ἀρχόντων καὶ τῶν αὐτῶν τάξεων ἐκδικεῖσθαι. τοὺς δὲ τὰ τοιαῦτα πλημμελήσαντας καὶ τοὺς μεταλαχόντας᾽ αὐτῶν τὸν ἐκ τοῦ νόμου κίνδυνον ὑπομένειν, τὴν δὲ τοιαύτην γυναῖκα πανταχοῦ ἀναζητεῖσθαι καὶ μετὰ τῶν ἰδίων πραγμάτων μοναστηρίῳ ἐμβάλλεσθαι, ἐν ᾧ ἀσφαλέστερον φυλάττεσθαι δύναται, ἵνα μὴ πάλιν ἐν τῷ αὐτῷ ἐγκλήματι εὑρεθῇ. εἰ μέντοι διακόνισσα εἴη καὶ παῖδας ἔχει νομίμους, τὸ νόμιμον μέρος τοῖς παισὶ διδόσθω. εἰ δὲ εἴσω ἑνὸς ἐνιαυτοῦ μετὰ τὸ γνωσθῆναι τὸ τοιοῦτον μῦσος τὰ τοιαῦτα πράγματα παρὰ τῶν εὐαγῶν οἴκων μὴ ἐκδικηθείη, κελεύομεν πᾶσι τρόποις τὸν κόμητα τῶν πριβάτων τῷ ἡμετέρῳ οἴκῳ ταῦτα πρ προςκυροῦν, τοῦ τῶν τόπων ἄρχοντος μὴ ἐκδικοῦντος αὐτὰ τῆς ζώνης ἀφαιρουμένου καὶ πρόστιμον πέντε χρυσίου λιτρῶν ὑπὸ τοῦ κόμητος τῶν πριβάτων εἰσπραττομένου.