JGR V 1.64
Περὶ τῶν ἁρπαγὰς ἐξ ἐφόδου ποιούντων, εἴτε ἀπ᾿ ἀγροῦ εἴτε ἐξ ἐμπρησμοῦ ἢ καταπτώσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. ς ' κεφ. λβ'ι, ἐν ᾧ φησιν· Ἐάν τις ἀπὸ ἐμπρησμοῦ ἢ ναυαγίου ἀφέληταί τι ἢ μειώσῃ, ἐντὸς ἐνιαυτοῦ ὡρισμένου εἰς τὸ τετραπλάσιον κατέχεται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν πρὸς τῇ ἤδη ὡρισμένῃ ποινῇ.
2
pr.Ἀνάγν. καὶ τί. ιζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἅρπαξ καὶ κλέπτης ἐστὶν ἀφανής. καὶ πρώτη μὲν ἡ περὶ βιαίας πραγμάτων ἁρπαγῆς κινουμένη ἀναιρεῖ τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγήν· εἰ δὲ πρώτη κινηθῇ ἡ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγή, σώζεται ἡ παροῦσα ἐπὶ τῷ περιττῷ.
3
pr.Ἐν δὲ τῷ β΄ κεφ. Οὐ μόνον ὁ ἅρπαξ᾽, ἀλλὰ καὶ ὁ συνάγων ἀνθρώπους ἀρμάτους ἐπὶ τῷ ζημιῶσαι ἢ ἁρπάσαι δόλον ποιεῖ· καὶ ὁ χρώμενος τοῖς ἐξ ἄλλου συναχθεῖσιν. Εἴτε δὲ πολλοὺς συνάξει εἴτε ἕνα, εἴτε μόνος ποιήσει τὴν βίαν, εἴτε δούλους εἴτε ἐλευθέρους, εἴτε ἐνόπλους εἴτε ἀνόπλους, χώρα τῷ παραγγέλματι. Καὶ ἐπὶ ἑνὶ πράγματι ἁρπαγέντι χώρα τῷ διατάγματι. Καὶ ὁ μὴ συναγαγών, ἀλλ᾽ εὑρεθεὶς μεταξὺ τῶν συναχθέντων ζημιώσας ἢ ἁρπάσας ἐνέχεται. καὶ οὐ μόνον ἐὰν αὐτὸς ὁ ἐναγόμενος συναγαγὼν ἁρπάσῃ, ἀλλὰ καὶ ἐὰν δόλον ποιήσει ἐφ᾽ ᾧ ἄλλον ἁρπάσαι ἢ ζημιῶσαι, κἂν ὑφ᾽ ἑτέρου συνήχθησαν. περιέχονται δὲ καὶ οἱ συνάγοντες καὶ οἱ συναχθέντες. Εἴσως ἐνιαυτοῦ τὸ ἀληθὲς τοῦ πράγματος τίμημα τετραπλασιάζεται, οὐ μὴν τὸ διαφέρον.
4
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Καὶ ὀνόματι φαμιλίας κινεῖται, καὶ οὐκ ἀναγκάζεται δεῖξαι, τίνες ἐκ τῆς φαμιλίας εἰσὶν οἱ ἁρπάσαντες ἢ ζημιώσαντες.
5
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὁ ἅρπαξ οὐκ ἀπαλλάττεται τῆς ποινῆς πρὸ τῆς δίκης προσάγων τὸ πρᾶγμα.
6
pr.Ἀνάγν. καὶ τί. ιη΄, οὗτινος ἐν τῷ β΄ καὶ γ΄ κεφ. φησί· Καὶ ὁ ἁρπάζων τὶ ἐξ ἐμπρησμοῦ πλὴν ὕλης, καὶ ὁ παραγενόμενος ἔνοπλος εἰς ἐμπρησμὸν ἐπὶ τῷ ἁρπάσαι ἢ κωλύσαι τὸν δεσπότην σῶσαι τὰ ἴδια, καὶ ὁ μετὰ ὅπλων ἐκβαλὼν τὸν νομέα ἐκ τοῦ οἴκου ἢ ἀγροῦ τῷ περὶ βίας δημοσίας νόμῳ κατέχονται· ἐστὶ δὲ καὶ ἡ καταδίκη αὐτοῖς ἡ εἰς μέταλλον διηνεκὴς ἐξορία.
7
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Ὅμοιόν ἐστι τὸ ἁρπάσαι καὶ τὸ ὑποδέξασθαι τὰ ἁρπαγέντα ἐν εἰδήσει.
8
pr.Ἀνάγν. καὶ τί. κ΄ ' οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι ὁ ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως ἁρπάζων ἢ κατὰ δόλον ὑποδεχόμενος ἢ ζημιῶν εἴσω μὲν συναπτοῦ ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν ἐνέχεται. ἁρμόζει δὲ ἡ ἀγωγὴ καὶ κατὰ δούλου καὶ φαμιλίας. Ἁρμόζει δὲ καὶ ἐγκληματικὴ ἐπεξέλευσις. Καὶ ὅτι ἀπὸ ἐμπρησμοῦ δοκεῖ λαμβάνειν ὁ κατὰ πρόφασιν τοῦ ἐμπρησμοῦ λαμβάνων καὶ ἐκ τῶν παρακειμένων οἴκων. καὶ ἐν πολέμῳ γὰρ ἀπόλλυσθαι λέγομεν τὸ κατὰ πρόφασιν τοῦ πολέμου ἀπολλύμενον. Ὁμοίως καὶ ἐπὶ καταπτώσεως.
9
pr.Ἐν δὲ τῷ γ ' κεφ. Ὁ τὸ σωθὲν ἀπὸ ἐμπρησμοῦ καὶ καταπτώσεως καὶ τεθὲν ἐν ἄλλῳ τόπῳ κλέψας ἢ ἁρπάσας καὶ κλέπτης καὶ ἅρπαξ ἐστίν, μάλιστα ἐὰν μὴ ἠγνόησε πόθεν ἦσαν.
10
pr.Ἀνάγν. καὶ τί. να κεφ. κή, ἐν ᾧ φησιν· Οἱ τὰς ἐφόδους ποιοῦντες διὰ τὸ πραιδεῦσαι ἐοίκασι τοῖς λῃσταῖς. καὶ ἐὰν τοῦτο μετὰ σιδήρου ποιῶσι καὶ πολλάκις καὶ ἐν ταῖς ὁδοῖς, εἰς κεφαλὴν κολάζονται. οἱ δὲ λοιποὶ ἐξορίζονται ἢ περιορίζονται.
11
pr.Ἀνάγν. καὶ βι. νγ ' τί. γ΄, οὗτινος ἐν τῷ κε΄ κεφ. φησίν· Ὁ ἀπὸ ναυαγίου ἢ πλοίου πορθηθέντος ἁρπάζων ἢ κατὰ δόλον ὑποδεχόμενος ἢ ζημιῶν εἴσω μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν ἐνέχεται. ἁρμόζει δὲ ἡ ἀγωγὴ κατὰ δούλου καὶ φαμιλίας. ἁρμόζει δὲ καὶ ἐγκληματικὴ ἐπεξέλευσις. χώρα δὲ τῷ νόμῳ ἐὰν κατὰ τὸν χρόνον καὶ ἐν τόπῳ, ἐν ᾧ τὸ ναυάγιον γέγονεν, ἀφέληται. κατέχεται δὲ τῷ δὲ σικαρίις· καὶ ὁ λαβὼν ἀπὸ ναυαγίου.
12
pr.Ἐν δὲ τῷ μγ ' κεφ. Ὁ ἁρπάζων τὶ ἀπὸ ναυαγίου καὶ ὁ βιαζόμενος ναύτας ἢ λαβὼν ἀπὸ ναυαγίου καὶ κρύψας εἰς τὸ τρίτον τῆς οὐσίας δημεύεται, καὶ οὔτε συγκλητικὸς ἢ ἄρχων γίνεται ἢ ἄλλην μετέρχεται τιμὴν, ἀλλὰ καὶ σφοδρῶς τιμωρεῖται.