IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.53

Περὶ ἀπαιτήσεως τῶν ἀπὸ καταδίκης ἤτοι ἀποφάσεως καὶ ψήφου δικαστικῆς, καὶ περὶ τῶν μὴ χρεωστουμένων [μὲν, καταβληθέντων δὲ κατὰ ἀπάτην ἢ ἄγνοιαν ὡς κεχρεωστημένων] καὶ διὰ τοῦτο ἀπαιτουμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. καὶ βι. θ΄ τί. γ΄ κεφ. α΄, ἐν ᾧ φησιν· Ἡ ἀπαίτησις τῆς καταδίκης κατὰ τοῦ δεσπότου δίδοται, οὐ μὴν κατὰ τοῦ ἐντολέως, εἰ μὴ προσήνεγκεν ἑαυτὸν τῇ δίκῃ, ἢ ἐν πράγματι ἰδίῳ ἐστί.

2

pr.Καὶ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ὁ κατακριθεὶς οὐκ ἀπαιτεῖται μὲν πρὸ τῆς τετραμήνου, εἰ δὲ βούλεται, καὶ πρὸ ταύτης ἐλευθεροῦται. ὑπὲρ αὐτοῦ γάρ ἐστιν ὁ χρόνος.

3

pr.Καὶ κεφ. πα΄· Ἐὰν στρατιώτης καταδικασθῇ, οὐ χρὴ τὰς ἀννόνας αὐτοῦ δοθῆναι τῷ ἐνάγοντι.

4

pr.Καὶ κεφ. πβ΄· Δύναταί τις γραμματεῖον χρεώστου τοῦ ἐναχθέντος λαβεῖν εἰς ἐκβιβασμὸν τῆς καταδίκης.

5

pr.Ἀνάγν. καὶ βι. ια΄ τί. β΄ κεφ. νβ΄, ἐν ᾧ φησιν· Εἴ τις κατὰ πλάνην ψήφου πιστεύσας χρεωστεῖν ποσότητά τινα, ἣν ταῖς ἀληθείαις οὐκ ἐχρεώστει, ἐπερωτηθῇ ταύτην τὴν ποσότητα καταβαλεῖν, δύναται κινῶν τὸν περὶ τῶν μὴ χρεωστουμένων δίκαιον λόγον ἀπαιτεῖν γενέσθαι αὐτῷ ἐλευθερίαν τοῦ χρέους.

6

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. α΄, οὗτινος ἐν τῷ ιζ ' κεφ. φησίν· Τοῦ μὴ χρεωστουμένους κατὰ πλάνην, μὴ ὡς ἀπὸ καταδίκης, καταβληθέντος, ἡ ἀνάληψις αὐτοῦ· δικαίῳ τοῦ τῆς ἀπαιτήσεως λόγου οὐκ ἀμφιβάλλεται.

7

pr.Ἐν δὲ τῷ κ ' κεφ. Τὰ ἐξ ἀρνήσεως διπλασιαζόμενα, κἂν μὴ χρεωστούμενα καταβληθῶσιν, οὐκ ἀναλαμβάνονται. εἰ δὲ καὶ χειρόγραφον γένηται ὑπὲρ τούτων, οὐκ ἀνατρέπεται.

8

pr.Ἐν δὲ τῷ κά κεφ. Ὁ μὴ ὢν κληρονόμος, καταβαλὼν [δὲ] ὡς κληρονόμος, δύναται ἀναλαμβάνειν τὸ καταβληθέν.

9

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Τὸ μὴ ἀληθῶς χρεωστούμενον λεγάτον ἀντιστρέφεται καὶ ἀναλαμβάνεται.

10

pr.Ἐν δὲ τῷ κέ κεφ. Ὁ ἐν εἰδήσει καταβαλὼν τὸ μὴ χρεωστούμενον οὐκ ἀναλαμβάνει αὐτό.

11

pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι ὁ ἐν ἀγνοίᾳ, οὐ μὴν ὁ ἐν εἰδήσει καταβαλὼν τὸ μὴ χρεωστούμενον ἀναλαμβάνει.

12

pr.Ἐν δὲ τῷ κ ' κεφ. Ἐάν τις χρεωστῶν κεφάλαιον, τόκους μὴ κεχρεωστημένους καταβάλῃ, οὐκ ἀναλαμβάνει. ὁ δὲ τόκους ὑπὲρ τὸ νόμιμον καταβαλὼν οὐκ ἀναλαμβάνει μὲν, καταλογίζεται δὲ αὐτοὺς εἰς τὸ κεφάλαιον. εἰ δὲ καὶ τὸ κεφάλαιον κατέβαλεν, ὡς τὸ κεφάλαιον μὴ κεχρεωστημένον καταβαλὼν ἀναλαμβάνει, εἴτε πρὸ τοῦ κεφαλαίου τοῦς τόκους κατέβαλεν, εἴτε μετὰ ταῦτα, εἴτε [ἀνὰ] ἑκάτερον.

13

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ποινή καταβληθεῖσα οὐκ ἀναλαμβάνεται.

14

pr.Καὶ ὅτι ὁ ὀμόσας μὴ χρεωστεῖν, εἰ καταβάλοι, ἀναλαμβάνει.

15

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ἐὰν νομίζων σοι χρεωστεῖν κατ᾿ ἐκταγήν σου ὁμολογήσω δοῦναι ἐκείνῳ, ᾧτινι ἠβούλου δωρήσασθαι, ἔχω κατ᾿ αὐτοῦ παραγραφήν· καὶ καταβαλὼν [ἀπαιτήσεως ἔχω δίκαιον. Καὶ ὅτι ἐὰν νομίζοντά με χρεωστεῖν σοι δῷς ὑπὲρ σοῦ τῷ νομιζομένῳ σου δανειστῇ, ἔχω κατ᾿ αὐτοῦ παραγραφὴν, καὶ καταβαλὼν] ἀπαίτησιν.