JGR V 1.52
Περὶ ἀπελατῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. κέ, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Κυρίως ἀπελάτης λέγεται, ὅστις θρέμματα ἀπὸ βοσκῆς ἢ βουκολίων ὑποσύρει, ἢ ἀπὸ τῶν ἀγελῶν ἵππους. ὁ γὰρ βοῦν ἢ ἵππον πλανώμενον λαβὼν οὔκ᾽ ἐστιν ἀπελάτης, ἀλλὰ κλέπτης. Εἰ γάρ τις χοῖρον ἢ αἶγα ἀπελάσει, οὐχ οὕτω σφοδρῶς τιμωρεῖται, ὡς ὁ μέγα ζῶον ἀπελαύνων.
2
pr.Ἐν δὲ τῷ γ ' κεφ. Πρὸς τὸν ἀριθμὸν τῶν ἀπελαυνομένων ἢ κλέπτης ἐστί τις ἢ ἀπελάτης. δέκα γὰρ πρόβατα ποιοῦσιν ἀγέλην, καὶ χοῖροι πέντε. εἷς δὲ βοῦς ἢ ἵππος ἀπελαθεὶς εἰσάγει τοῦτο τὸ ἔγκλημα. Καὶ ὁ ἀπὸ ἀγέλης ἢ ὕλης δεδαμασμένον ἄλογον ἀπελαύνων σφοδρότερον τιμωρεῖται. Καὶ ὁ πολλάκις· ἀπελάσας εἰ καὶ ἓν ἢ [καὶ] δεύτερον θρέμμα ἀπελάτης ἐστί. Καὶ ὅτι οἱ τοὺς ἀπελάτας ὑποδεχόμενοι ἐπὶ δέκα ἔτη τῆς ἐπαρχίας ἐξορίζονται.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Οἱ ἀπελάται ἅπαξ μὲν τοῦτο πλημμελοῦντες τυπτέσθωσαν, ἐκ δευτέρου δὲ διαπραττόμενοι ἐξοριζέσθωσαν. εἰ δὲ καὶ τρίτον φωραθεῖεν, τὸ τοιοῦτον κατατολμῶντες, χειροκοπείσθωσαν· τῆς ἀπελαθείσης ἀγέλης δηλονότι τῇ ἰδίᾳ δεσποτείᾳ παρ᾽ αὐτῶν ἀποκαθισταμένης.
4
pr.Καὶ ὅτι δύναταί τις κινῆσαι κατὰ τοῦ ἀπελάτου καὶ ἐγγράφως καὶ χωρὶς ἐγγραφῆς.