JGR V 10.6
Περὶ καταδίκων δημευομένων ἢ συγχωρουμένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ς΄ τί. γ ' κεφ. κά, ἐν ᾧ φησι· Δεῖ δὲ σε καὶ τούτου πᾶσαν τίθεσθαι πρόνοιαν, τοῦ ἡνίκα τὶς ἄξιος φανείη ποινῆς, ἐκεῖνον μὲν κολάζειν, τῶν δὲ πραγμάτων αὐτῶν μὴ προσάπτεσθαι, ἀλλὰ συγχωρεῖν ταῦτα τῷ γένει καὶ τῷ νόμῳ καὶ τῇ κατ᾿ ἐκεῖνον φέρεσθαι τάξει. οὐ γὰρ τὰ πράγματά ἐστι τὰ πλημμελοῦντα, ἀλλ᾽ οἱ τὰ πράγματα κεκτημένοι· οἱ δὲ ἀντιστρέφοντες τὴν τάξιν τοὺς μὲν ἀξίους ποινῆς ἀφιᾶσιν τὰ δὲ ἐκείνων ἀφαιροῦνται πράγματα, ἑτέρους ἀντ᾿ αὐτῶν τιμωρούμενοι, οὓς ὁ νόμος ἴσως ἐπὶ τὴν ἐκείνων ἐκάλει διαδοχήν.
2
pr.Ἀνάγν. καὶ βι. ξ ' τι. ξη΄, οὗτινος ἐν τῷ η΄ κεφ. φησίν· Ἐάν τις πεμφθεὶς εἰς μέταλλον μετὰ ταῦτα ἀνακληθείη, καὶ πλούσιος γένηται μετὰ ταῦτα, οὐκ ἐνάγεται ὑπὲρ τῶν πρὸ τοῦ μετάλλου κεχρεωστημένων παρ᾿ αὐτοῦ, εἰ μὴ ἄρα ἡ ἀρχαία αὐτοῦ οὐσία ἀποκατέστη αὐτῷ.
3
pr.Ἐν δὲ τῷ ια κεφ. Ἐὰν βασιλεὺς γενικῶς συγχωρήσῃ, ὑποστρέφουσι πάντες οἱ ἐξόριστοι καὶ οἱ περιωρισμένοι· οὔτε δὲ τὰς στρατείας τὰς ἰδίας ἐπαναλαμβάνουσιν, ἀλλὰ καὶ ἄτιμοι μένουσιν.
4
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ πατὴρ ἐξορισθεὶς ἐν νήσῳ καὶ μηκέτι ἔχων παῖδας ὑπεξουσίους, ἀποκατασταθεὶς οὐκ ἀναλαμβάνει τὴν κατὰ τῶν παίδων ὑπεξουσιότητα. ὅθεν οὐδὲ προσπορίζουσιν αὐτῷ τὴν χρῆσιν τῆς μητρώας κληρονομίας, ἐπειδὴ αὐτεξούσιοί εἰσι. ταῦτα δὲ νόησον, ἐὰν μὴ ἰδικῶς ἐν τῇ ἀποκαταστάσει μνήμη γέγονε καὶ τῆς κατὰ τῶν παίδων ἐξουσίας.