IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.5

Περὶ καταδικασθέντων καὶ περὶ κεκριμένου πράγματος.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. θ ' τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Κεκριμένον λέγεται τὸ ψήφῳ τμηθὲν, δι ' ἧς καταδικάζεταί τις ἢ ἀπολύεται.

2

pr.Ἐν δὲ τῷ ς ' θέμ. τοῦ αὐτοῦ κεφ. Ὁ καταδικαζόμενος δοῦναι ἀπαιτεῖται παρασχεῖν, οὐ μὴν τὸ ἱκανὸν ποιῆσαι· πλὴν εἰ μὴ ἀπὸ μεγάλης καὶ ἀναγκαίας αἰτίας· καὶ τότε δὲ ἵνα ἐπιτήδειον δῷ ἐπαγγελλόμενον.

3

pr.Ἐν δὲ τῷ β΄ κεφ. θέμ. β΄. Καταδεδικασμένος ἐστὶν ὁ νομίμως κατακριθείς.

4

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Εἰ ψευδεῖς ἐπὶ δόσει παραγαγών τις μάρτυρας νικήσει, καὶ αὐστηρῶς τιμωρεῖται καὶ τὰ κριθέντα οὐ κρατεῖ.

5

pr.Ἐν δὲ τῷ μγι κεφ. θεμ. γ '. Τοῖς ἀποῦσιν ἡ ψῆφος οὐ προκρίνει.

6

pr.Ἐν δὲ τῷ ο ' κεφ. Ἡ διάταξις κελεύει, ὥστε πάντα δικαστὴν ἐν τῇ ἀποφάσει ἑαυτοῦ κελεύειν τὸν ἡττηθέντα διδόναι τὰ δαπανήματα πάντα τὰ ἐν τῷ δικαστηρίῳ γενόμενα, ἔχοντος ἐξουσίαν αὐτοῦ τοῦ δικαστοῦ καὶ ὑπερβαίνειν τὴν δαπάνην ἕως τῆς δεκάτης μοίρας τῶν δαπανηθέντων, ἐὰν αὐτὸν ἡ ἀναισχυντία τοῦ δαπανηθέντος μέρους πρὸς τοῦτο παρακινήσῃ· ὥστε τὰ ὑπὲρ τὰ δαπανήματα τῷ δημοσίῳ λόγῳ διαφέρειν, εἰ μή τι ἄρα ὁ δικαστὴς, τὴν τριβὴν τοῦ νενικηκότος μέρους βουληθεὶς θεραπεῦσαι, μέρος τὶ ἐκ τούτων [αὐτῷ] ᾿ἀφορίσει. καταδικαζομένου μὴ μόνον τοῦ ἐνάγοντος καὶ τοῦ ἐναγομένου, ὅτε πρόσφορος ἑκατέρῳ ἐστὶν ὁ δικαστὴς, ἀλλὰ κἂν τοῦ ἐνάγοντος ἀπρόσφορός ἐστιν, ἡττηθῇ δὲ ἐξ ἀντεναγωγῆς, μὴ δυνάμενος ἐκεῖνον τὸν δικαστὴν παραιτήσασθαι· εἴτε ἄρχοντες εἴησαν δικασταὶ εἴτε θεῖοι διαιτηταί· ἔχουσι γὰρ οὗτοι ἐκβιβαστὰς καὶ ἐπείκτας. εἰ δὲ μὴ τοῦτο ποιήσει ὁ δικαστὴς, αὐτὸς τὴν ζημίαν ταύτην ἀναγκάζεται θεραπεῦσαι τῷ νενικηκότι μέρει.

7

pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Ἐὰν ὁ καταδικασθεὶς ἀποδείκνυσιν, ὅτι ὁ ἐνάγων αὐτῷ ἔλαβε παρά τινος τὸ πρᾶγμα ὅπερ ἔλεγε κλαπῆναι, ἐναγόμενος τῇ ἀπαιτήσει τῆς καταδίκης καλῶς ἀντιτίθησιν αὐτῷ δόλου παραγραφήν.

8

pr.Ἐν δὲ τῷ πδ΄ κεφ. Ἐὰν ἐπὶ τῇ καταδίκῃ ὑπέρθηται ο ἐναγόμενος, καὶ συμβῇ τὰ σώματα τὰ ἐν τῇ καταδίκῃ κείμενα τελευτῆσαι, τὴν διατίμησιν αὐτῶν ἀναγκάζεται παρασχεῖν.

9

pr.Ἐν δὲ τῷ φγ ' κεφ. Τὰ μεταξὺ ἄλλων κριθέντα οὐδὲ ὠφέλειαν οὐδὲ βλάβην ἐπιφέρουσι τῷ μὴ παρόντι. ὅθεν οὐδὲ ἑνὸς τῶν κληρονόμων καταδικαζομένου ὁ ἕτερος βλάπτεται.

10

pr.Ἐν δὲ τῷ φδ ' κεφ. Καὶ ἐπὶ ἐγκλημάτων τὰ μεταξὺ ἄλλων κριθέντα ἑτέρους οὐ βλάπτει.

11

pr.Ἐν δὲ τῷ φέ κεφ. Τὰ κριθέντα ἐν δικαστηρίῳ, κἂν ἐμπέσῃ ἕτερός τις εἰς τὴν αὐτὴν αἰτίαν, οὐκ ὀφείλουσιν ἐπὶ ἐκείνου κρατεῖν. οὐδὲ γὰρ δεῖ τῷ μὴ παρόντι πρόκριμα γί νεσθαι ἐκ τῶν κριθέντων.

12

pr.Ἐν δὲ τῷ ργ ' κεφ. Ἐὰν ὡς διαθήκης προενεχθείσης ἔκρινεν ὁ ἄρχων, μετὰ δὲ ταῦτα εὑρεθῇ πλαστὴ ἐκείνη ἡ διαθήκη, κινεῖται ἄνωθεν τὸ δικαστήριον, μὴ ἀντικειμένης τῆς ἀπὸ καταδίκης παραγραφῆς.

13

pr.Ἐν δὲ τῷ δ΄ θέμ. Λέγοντός τινος ἀπὸ πλαστῶν δικαιωμάτων καταδικασθῆναι χρὴ ὑπερτεθῆναι τὸν τῆς ἀποφάσεως ἐκβιβασμόν.

14

pr.Ανάγν. καὶ βι. να΄ τί. δ΄ κεφ. ιθ ' καὶ βι. ξ ' τί. να΄ κεφ. β΄ θέμ. δ΄, ἐν ᾧ φησιν· Οὐ δοκεῖ κατακεκρίσθαι ὁ ἐκκαλεσάμενος, οὔτε ὁ καταδικασθεὶς ἀπὸ τοῦ μὴ ἔχοντος δίκαιον καταδικάζειν.

15

pr.Καὶ κεφ. ε΄, ἐν ᾧ φησιν· Οὔτε ἐξ ὑπονοίας οὔτε ἀπών τις καταδικάζεται, εἰ μὴ ὁ μετὰ πολλὰς ὑπομνήσεις καὶ προθέματα μὴ παραγενόμενος· καὶ αὐτὸς δὲ μέχρι χρηματικῆς ποινῆς ἢ ἀτιμίας ἢ ἐξορίας. κάλλιον γάρ ἐστιν ἀνεκδίκητα μένειν τὰ ἁμαρτήματα, ἤπερ τὸν ἀναίτιον καταδικάζεσθαι. Ὁ δὲ κατήγορος ἀπὼν καταδικάζεται, καὶ πλέον ἔσθ᾽ ὅτε, ἤπερ ἀπαιτεῖ τὸ κατὰ συκοφαντῶν δόγμα.