JGR V 10.4
Περὶ καταμηνυόντων ἤτοι προσαγγελλόντων θησαυρούς τε καὶ λοιπὰ τῷ δημοσίῳ ἀνήκοντα, καὶ τίνες κωλύονται καταμηνύειν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ς΄ τί. α΄ κεφ. ριζ΄, ἐν ῳ φησι· Μήτε ὁ κόμης τῶν πριβάτων· μήτε τὶς ἕτερος τῶν ἐν κωνσταντινουπόλει ἢ ἐν ταῖς ἐπαρχίαις ἀρχόντων τὸν περὶ θησαυροῦ καταμηνύοντα προσδεχέσθω. εἰ δὲ περί τινος ἑτέρου προσαγγέλλει, ὑπὸ ἐγγύην εὐθὺς οὐχ ἧττον πέντε λιτρῶν γινέσθω. καὶ μηδέ τις σφραγὶς ἢ ἀναγραφὴ ἢ καινισμὸς ὁ τυχὼν ἐπὶ τοῖς προσαγγελθεῖσι προσερχέσθω πράγμασι πρὸ διακρίσεως ἐγγράφου.
2
pr.Ἀνάγν. καὶ βι. νς ' τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐκ πολλῶν αἰτιῶν γίνεται προσαγγελία τῷ δημοσίῳ. προσαγγέλλει γάρ τις ἑαυτὸν ἢ ἕτερον ἐπὶ παρανόμῳ κληρονομίᾳ, ὅτι τὴν τελευτὴν οὐκ ἐξεδίκησαν οἱ κληρονόμοι, ἢ ὅτι ἀνάξιός ἐστιν ὁ κληρονόμος, ἢ ὅτι κληρονόμος ἐγράφη ὁ βασιλεὺς καὶ ἀπεκρύβη ἡ διαθήκη ἢ οἱ κωδίκελλοι, ἢ ὅτι θησαυρόν τις εὗρεν, ἢ ὅτι πολύτιμον πρᾶγμα παρὰ τοῦ δημοσίου ὀλίγου ἠγόρασεν, ἢ ὅτι [κατὰ] προδοσίαν ἡττήθη ὁ δημόσιος, ἢ ὅτι ἀπέθανέ τις ὑποκείμενος ἐγκλήματι κεφαλικῷ, ἢ ὅτι μετὰ θάνατόν τις ὑπόκειται, ἢ ὅτι οἶκος κατελύθη, ἢ ὅτι κατηγορίας ἀπέστη τὶς, ἢ ὅτι πρᾶγμα ἐπράθη οὗτινος ἡ δεσποτεία φιλονεικεῖται, ἢ ὅτι ἀπὸ ἰδιωτικοῦ συναλλάγματος ποινὴ τῷ δημοσίῳ κεχρεώστηται, ἢ ὅτι γέγονεν ἐκ τοῦ κλεπτοτελωνηθῆναι δημόσιον. Ἡ τῶν σχολαζόντων ἤτοι ἀκληρονομήτων πραγμάτων προσαγγελία τετραετίᾳ περαιοῦται, ἀρχομένῃ ἀφ᾽ οὗ γένηται δῆλον μὴ σχεῖν τὸν τελευτήσαντα κληρονόμον. ἡ δὲ τῶν εἴκοσι ἐτῶν, ἡ ἁρμόζουσα καὶ ἐπὶ τοῖς πράγμασι τοῦ δι᾽ ἔγκλημα ἀναζητουμένου, ἄρχεται ἐξότου τὶ ἁρμόσαι τῷ δημοσίῳ ἠδύνατο. αἱ δὲ προκαταρχθεῖσαι καὶ ὑπερτεθεῖσαι ἢ προδοθεῖσαι παρὰ τοῦ πρώην μηνυτοῦ δύνανται καὶ μετὰ τὴν εἰκοσαετίαν προσαγγέλλεσθαι.
3
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Γυνὴ οὐ καταμηνύει, οὐδὲ οἱ λαμπρότατοι, οὔτε οἱ κατακριθέντες· τὰς δὲ προσαγγελθείσας καὶ προκαταρχθείσας πρὸ τῆς καταδίκης πληροῦν δύνανται μετὰ τὴν εἰς μέταλλον ἢ εἰς ἔργον μετάλλου καταδίκην. καὶ ἀπεστρατευμένοι καὶ στρατιῶται κωλύονται καταμηνύειν. ὅστις δήποτε δὲ κοινὸν ἔχων μετὰ [τοῦ] δημοσίου πρᾶγμα δύναται προσαγγέλλειν αὐτὸ, καὶ κἂν μὴ ἀποδείξῃ τὸ ἴδιον, οὐκ ἀτιμοῦται. οὔτε οἱ γενόμενοι ἐπίτροποί τινων ἢ κουράτορες ἢ διοικηταὶ πραγμάτων καταμηνύουσιν αὐτούς· ἀλλὰ τοῦτο ἐγχειροῦντες, ἢ ἑτέρῳ ἐντελλόμενοι καταμηνύσαι, τιμωροῦνται. ἐρωτᾶσθαι δὲ ὁ προκουράτωρ κατὰ τοῦ κυρίου τῶν πραγμάτων οὐ κεκώλυται. καὶ ὁ πωλῶν πρᾶγμα οὐ καταμηνύει αὐτὸ δι ' ἑαυτοῦ ἢ διὰ μέσου, ἀλλὰ καὶ ποινὴν ὑφίσταται ἀξίαν τοῦ ἰδίου προσώπου.
4
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ὁ μηνυτὴς βαρεῖται ταῖς ἀποδείξεσι, καὶ οὐχ ὁ καταμηνυόμενος, πόθεν ἔχει.
5
pr.Ἀνάγν. καὶ τί. ζ΄΄, οὗτινος ἐν τῷ ἑ κεφ. φησί· Χρὴ διὰ τοῦ συνηγόρου τοῦ δημοσίου προσαγγέλλειν τὸν βουλόμενον. πᾶς δὲ καταμηνύσας καὶ μὴ ἀποδείξας διὰ τοῦ ἄρχοντος σιδήρῳ κολαζέσθω.
6
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὁ δοῦλος τὸν δεσπότην καταμηνύων εἰς ὑπόδειγμα πάντων τῶν διδομένων αὐστηροτάτῃ ἀποφάσει τιμωρείσθω, κἂν ἀποδείξῃ· ὑπεξῃρημένου τοῦ ἐγκλήματος τῆς καθοσιώσεως.
7
pr.Ἐν δὲ τῷ ἡ κεφ. Οἰκέτης δὲ ἐπὶ δημοσίᾳ αἰτίᾳ ἢ ἐπὶ ἄλλῃ τινὶ τοῦ δεσπότου κατηγορῶν ἐν αὐτῷ τῷ φθέγγεσθαι τὴν κατηγορίαν ἀποτεμνέσθω, εἰ καὶ ἀληθεύει κατὰ τοῦ δεσπότου.
8
pr.Ἐν δὲ τῷ ς ' θέμ. τοῦ αὐτοῦ κεφ. φησίν· Ὅτι οἱ μηνυταὶ ἐὰν διελέγξωσι τὰ μηνυθέντα, τὴν ὀγδόην μοῖραν τῶν προσαγγελ θέντων λαμβάνουσιν.
9
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. α΄ κεφ. ιε΄, ἐν ᾧ φησίν· Οἱ] ποιοῦντες πιττακώματα ἀπαιτοῦνται τὰ αὐτὰ συστῆναι. οἱ δὲ συκοφάνται τιμωροῦνται.