JGR V 10.3
Περὶ καρπῶν καὶ τῶν κακῇ πίστει καρπωσαμένων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. θ΄ τί. γ΄ κεφ. ξς΄, ἐν ᾧ φησιν· Ὁ κακῇ πίστει νομεὺς οὐ μόνον τὸ πρᾶγμα ἀποδίδωσι καὶ τοὺς καρποὺς οὓς ἔλαβεν, ἀλλὰ καὶ οὓς ἠδύνατό τις λαβεῖν καρπούς. καὶ δίδωσι τούτους μετὰ προκάταρξιν. ταῦτα δε νόησον μὴ ἐπὶ τῆς ἀπαιτήσεως τῆς κληρονομίας. ἐπὶ ἐκείνης γὰρ καὶ οἱ πρὸ τῆς προκατάρξεως καρποὶ καταφέρονται. εἰ δὲ καὶ τελευτήσει οὗτος ἐπὶ κληρονόμῳ, καὶ ὁ κληρονόμος αὐτοῦ εἰς τὸ ἐλάττωμα αὐτοῦ ὑπεισιὼν τὰ αὐτὰ ἀπαιτεῖται.
2
pr.Ἀνάγν. καὶ βι. ιε΄ τί. α΄ κεφ. μδ΄, ἐν ᾧ φησιν· Οἱ ἠρτημένοι καρποὶ μέρος εἰσὶ τοῦ ἀγροῦ.
3
pr.Ἀνάγν. καὶ τί. δ΄ κεφ. θ ', ἐν ᾧ φησιν· Εἰ μὲν φαίνεται ὁ πεσὼν καρπὸς εἰς τὸν σὸν ἀγρὸν ἐκ τῶν δένδρων μου, ἔχω τὴν παραστατικὴν ἀγωγὴν ἐπὶ τὸ συναγαγεῖν τὸν καρπὸν ἐπὶ τρεῖς ἡμέρας, διδοὺς τὴν περὶ τοῦ μὴ βλάψαι ἀσφάλειαν. εἰ δὲ καὶ δόλῳ κατεβόσκησας αὐτὸν, χώρα τῇ παραστατικῇ ἀγωγῇ.
4
pr.Ἀνάγν. καὶ βι. κγ΄ τί. γ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν προσωπικὴ ἀγωγὴ κινεῖται, δίδονται μετὰ προκάταρξιν τὰ πράγματα καὶ οἱ μετὰ ταῦτα ληφθέντες καρποὶ καὶ ὁ τοκετός. οἷον γὰρ ἦν ἐν τῇ προκατάρξει τὸ πρᾶγμα, τοιοῦτον ὀφείλει δίδοσθαι.
5
pr.Ἐν δὲ τῷ η΄ κεφ. Ἡ γονὴ τῶν λεγατευθέντων ἵππων δίδοται μετὰ ὑπέρθεσιν ὡς καρπός. ἡ δὲ γονὴ τῆς γονῆς ὡς πρᾶγμα, ὥσπερ καὶ ὁ τοκετὸς τῆς δούλης.
6
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ὥσπερ τὸ γάλα καὶ αἱ τρίχες καὶ τὸ ἔριον, οὕτω καὶ ἡ γονὴ τῶν θρεμμάτων καρπὸς αὐτῶν ἐστι, καὶ δεσπόζει αὐτῶν ὁ καλῇ πίστει νομεὺς καὶ ὁ τὴν χρῆσιν τῶν καρπῶν ἔχων. ὁ δὲ τοκετὸς τῆς δούλης οὐκ αὐτῷ, ἀλλὰ τῷ δεσπότῃ διαφέρει. ὁ γὰρ ἄνθρωπος οὔκ ἐστι καρπὸς, ὡς τῆς φύσεως δι᾽ αὐτὸν εὐτρεπισάσης πάντας τοὺς καρπούς.
7
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Τὸ δαπανώμενον παρὰ ᾿ τὴν συλλογὴν τῶν καρπῶν μειοῖ αὐτούς.
8
pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. γ΄ κεφ. γ΄, ἐν ᾧ φησιν· Ὁ κακῇ πίστει καρπωσάμενος, ἐὰν ἐναχθῇ καὶ ἡττηθῇ τῇ περὶ τοῦ πράγματος ἀγωγῇ, ἐπὶ μὲν τοῖς φαινομένοις καρποῖς δύναται τῇ περὶ αὐτῶν ἀγωγῇ ἐνάγεσθαι· δαπανηθέντων δὲ αὐτῶν κατέχεται τῷ ἀπαιτητικῷ λόγῳ, ἀναγκαζόμενος τῇ τούτων ἀποκαταστάσει πειθαρχῆσαι.