JGR V 10.2
Περὶ κανόνων διαφόρων νομίμων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. β΄ τί. γ΄, οὗτινος ἐν τῷ εἰ κεφ. φησί· Κανών ἐστι σύντομος τοῦ πράγματος ἀφήγησις καὶ σύνδεσμος, ὅστις ἅμα τῷ περί τι πταῖσαι οὐ σημαίνει τὸ ὑποκείμενον. ὁ δὲ κανὼν ἐκ τῶν νόμων, οὐ μὴν ὁ νόμος ἐκ τοῦ κανόνος λαμβάνεται.
2
pr.Ἐν δὲ τῷ ις κεφ. Οὔκ ἐστιν εἰκονικὴ πρᾶσις καταβαλλομένου τιμήματος.
3
pr.Ἐν δὲ τῷ νε κεφ. Οὐ δύναταί τις πλέον οὗ ἔχει δικαίου μετάγειν εἰς ἕτερον.
4
pr.Ἐν δὲ τῷ ρνβ΄ κεφ. θέμ. γ '. Εἰς τὸ ἀπαιτεῖν καὶ ἐκδικεῖσθαι τὴν αὐτὴν ὡς ἐπὶ τὸ πολὺ τάξιν ὁ ἀγοραστὴς ἔχει τῷ πράτῃ.
5
pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Πολλῶν ἀγωγῶν περὶ τοῦ αὐτοῦ συντρεχουσῶν τὴν μίαν τὶς κινεῖν ὀφείλει.
6
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ἐὰν δύο ἀγωγαὶ πρόκεινταί τινι, ἡ μὲν ποσότητα μείζονα ἔχουσα, ἡ δὲ ἀτιμοποιὸς, προτιμᾶται ἡ ἀτιμοποιός. εἰ δὲ δύο ἀτιμοποιοί εἰσι, κἂν διάφορον ἔχωσι ποσὸν, ἴσαι νομίζονται.
7
pr.Ἐν δὲ τῷ ρπα΄. Περὶ τῶν ἀδυνάτωνε οὐδεμία [ἐστὶν] ἐνοχή.
8
pr.Ἐν δὲ τῷ ρθ΄ κεφ. Ὁ πλησιάζων τῇ ἥβῃ καὶ κλοπῆς καὶ ὕβρεώς ἐστι δεκτικός.
9
pr.Ἐν δὲ τῷ ρπέ ' κεφ. Οὔτε θέλειν οὔτε μὴ θέλειν ὁ ἄνηβος ἄνευ τῆς αὐθεντίας τοῦ ἐπιτρόπου πιστεύεται.
10
pr.Ἐν δὲ τῷ ρνς ' κεφ. Εἰ ἐκεῖνος ἐμποδίσει μοι πληρωθῆναι τὴν αἵρεσιν, ᾧτινι διαφέρει πληρωθῆναι αὐτὴν, ἀντὶ πεπληρωμένης ἐστίν. ὅπερ ἐστὶν ἐπὶ ἐλευθεριῶν καὶ λεγάτων καὶ ἐνστάσεων καὶ ἐπερωτήσεων.
11
pr.Ἐν δὲ τῷ ος΄ κεφ. Ὅτε περὶ ἀπάτης ζητεῖται, οὐ πολυπραγμονοῦμεν τί οὐκ ἔσχεν ὁ ἐνάγων, ἀλλὰ τί διὰ τοῦ ἐναγομένου σχεῖν ἐνεποδίσθη.
12
pr.Ἐν δὲ τῷ οζ ' κεφ. Ἡ ἀπάτη καὶ ἀποτέλεσμα καὶ σκέμμα ἐπιζητεῖ.
13
pr.Ἐν δὲ τῷ ριγ ' κεφ. Ὁ τῷ κοινῷ νομίμῳ χρώμενος οὐκ ἀπατᾶται.
14
pr.Ἐν δὲ τῷ ρπβ΄ κεφ. Οὐδὲν ἀπαιτεῖσθαι δύναται πρὸ τοῦ καιροῦ, καθ᾽ ὃν τῇ φύσει τῶν πραγμάτων δύναται καταβάλλεσθαι· οὐδὲ πρὶν ἢ παρέλθοι ὁ ἐπὶ τῇ καταβολῇ ὁρισθεὶς καιρός.
15
pr.Ἐν δὲ τῷ ρπγ΄ κεφ. Οὐ δοκεῖ ἄπαις τελευτᾷν ὁ καταλιπὼν ἔγκυον γαμετήν.
16
pr.Ἐν δὲ τῷ ρλει κεφ. Ἡ ἀπειρία τῇ ἀμελείᾳ συναριθμεῖται.
17
pr.Ἐν δὲ τῷ ρλζ΄ κεφ. Ἡ ἀπουσία τοῦ διὰ πρᾶγμα δημόσιον ἀπόντος οὔτε αὐτῷ οὔτε ἄλλῳ γίνεται ἐπιζήμιος.
18
pr.Ἐν δὲ τῷ ρξθ΄· Τῷ τῆς ἀποκαταστάσεως ῥήματι καὶ καρποὶ περιέχονται, κἂν μὴ τοῦτο ῥητῶς ἐκφωνηθῇ.
19
pr.Ἐν δὲ τῷ ι κεφ. Ἐπὶ τῶν ἀσαφῶν τὸ ἧττον ἐπιλεγόμεθακ.
20
pr.Ἐν δὲ τῷ λδ κεφ. Καὶ ἐν τῇ ἐπερωτήσει καὶ ἐν τοῖς λοιποῖς συναλλάγμασιν, εἰ μὴ δηλοῦται τὸ δόξαν τοῖς μέρεσιν, ἀκολουθοῦμεν τῷ ἔθει τοῦ κλίματος, ἐν ᾧ γέγονε τὸ συνάλλαγμα. εἰ δὲ καὶ αὐτὸ ἄδηλον εἴη ἢ ἀδιάφορον, τότε τῷ ἥττονι ἀκολουθοῦμεν.
21
pr.Ἐν δὲ τῷ μ ' κεφ. Ἐπὶ τοῦ ἀσαφοῦς πράγματος κρεῖττόν ἐστιν εὐνοεῖν τῇ ἀπαιτήσει, ἤπερ τῷ ἐπεισάκτῳ κέρδει '.
22
pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Ἐν τοῖς ἀμφιβόλοις τὸ φιλάνθρωπον ἐπικρατεῖ.
23
pr.Ἐν δὲ τῷ ξε΄ κεφ. Ἐὰν ἡ αὐτὴ φρᾶσις διχῶς νοῇται, ἡ ἁρμόζουσα τῷ δικαίῳ καὶ κινουμένῳ πράγματι ἐπικρατεῖ.
24
pr.[Ἐν δὲ τῷ φδ΄ κεφ.] Ἐν ταῖς ἀμφιβόλοις ἀφηγήσεσι τῇ διανοίᾳ δεῖ προσέχειν τοῦ ἀφηγησαμένου.
25
pr.Ἐν δὲ τῷ ρια΄ κεφ. Ἐν τοῖς ἀσαφέσι τὸ πιθανὸν ἢ τὸ ὡς ἐπὶ [τὸ] πλεῖστον γινόμενον δεῖ σκοπεῖν.
26
pr.Ἐν δὲ τῷ ρξδ΄ κεφ. Ἐν τοῖς ἀσαφέσι τὸ φιλάγαθον ἑρμηνεύομεν.
27
pr.Ἐν δὲ τῷ ρξζ΄ κεφ. Τὸ ἀμφίβολον σύμφωνον κατὰ τοῦ πράτου ἐστίν· ἡ δὲ ἀμφίβολος ἐναγωγὴ τὸ πρᾶγμα τοῦ ἐνάγοντος οὐ καταβλάπτει.
28
pr.Ἐν δὲ τῷ ρπή κεφ. Ἐν τοῖς ἀμφιβόλοις τὸ καλοθελὲς δεχόμεθα.
29
pr.Ἐν δὲ τῷ ρπζ ' κεφ. Ἐὰν ὁ βασιλεὺς τῷ ἤδη τελευτήσαντι ὡς περιόντι δωρήσηται, οὐκ ἔρρωται μὲν, αὐτοῦ δέ ἐστι τὰ περὶ τῆς ἰδίας φιλοτιμίας διακρίνειν.
30
pr.Ἐν δὲ τῷ πβ΄ κεφ. Τὰ ἐξαρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦται.
31
pr.Ἐν δὲ τῷ ριγ΄ κεφ. Οὐδὲν οὕτως ὑπεναντίον τῇ ἀγαθῇ πίστει, ὡς ἡ βία καὶ ὁ φόβος.
32
pr.Ἐν δὲ τῷ ρμβ΄ 2΄ κεφ. Ὁ ποιήσας βίαν ἢ τῷ περὶ βίας δημοσίας ἢ τῷ περὶ βίας ἰδιωτικῆς ὑποπίπτει νόμῳ.
33
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ τὴν ὠφέλειαν ἔχων τοῦ πράγματος καὶ τὴν βλάβην αὐτοῦ ἔχει.
34
pr.Ἐν δὲ τῷ ρφέ κεφ. Ὅτε χωρὶς βλάβης οὐκ ἐνδέχεται γενέσθαι τὶ, τὸ ἧττον ἄδικον ἐπιλεγόμεθα.
35
pr.Ἐν δὲ τῷ λ ' κεφ. Τὸν γάμον οὐ τὸ συγκαθευδῆσαι, ἀλλ᾽ ἡ συναίνεσις ἀποτελεῖ.
36
pr.Ἐν δὲ τῷ ραγ ' κεφ. Ἐν τοῖς γάμοις οὐ μόνον εἴ τι ἔξεστιν, ἀλλὰ καὶ τὸ εὐπρεπὲς ζητοῦμεν.
37
pr.Ἐν δὲ τῷ οη΄ κεφ. Τὰ ἰδικὰ τῶν γενικῶν ἐπικρατέστερα.
38
pr.Ἐν δὲ τῷ ρμα΄ κεφ. Τὰ ἰδικὰ τοῖς γενικοῖς ἔνεισι πάντοτε.
39
pr.Ἐν δὲ τῷ ρη κεφ. θέμ. έ· Ταῖς γυναιξὶν εἰς τὸ διεκδικηθῆναι συντρέχομεν, οὐ μὴν συκοφαντούσαις.
40
pr.Ἐν δὲ τῷ ιε κεφ. Ὁ περὶ πράγματος ἀγωγὴν ἔχων εἰς ἀπαίτησιν αὐτὸ τὸ πρᾶγμα δοκεῖ ἔχειν.
41
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Τὸ ἐξαρχῆς ἀνυπόστατον οὐ βεβαιοῦται τῇ χρονίᾳ παραδρομῇο.
42
pr.Ἐν δὲ τῷ ρογ ' κεφ. Ὁ τὴν ἑτέρου δεσποτείαν ὑπεισιὼν ἢ τὸ δίκαιον τοῖς αὐτοῦ δικαίοις ὀφείλει κεχρῆσθαι.
43
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Δύο περὶ κέρδους ἀγωνιζομένων χείρων ἐστὶν ἡ τοῦ ἐνάγοντος αἵρεσις.
44
pr.Ἐν δὲ τῷ πδ ' κεφ. Διὰ τῆς προκατάρξεως ὡς ἐπίπαν κρείττων ἡ αἵρεσις γίνεται τοῦ ἐνάγοντος. λοιπὸν γὰρ ἁρμόζει κληρονόμοις καὶ κατὰ κληρονόμων.
45
pr.Ἐν δὲ τῷ ρα κεφ. Οὐδεὶς ἐκ τοῦ ἰδίου οἴκου ἕλκεται.
46
pr.Ἐν δὲ τῷ ραβ΄ κεφ. Θάλπονται μᾶλλον οἱ ἐναγόμενοι ἤπερ οἱ ἐνάγοντες.
47
pr.Ἐν δὲ τῷ ρν ' κεφ. Ἐν ἴσῳ ἁμαρτήματι χείρων ἐστὶν ἡ αἵρεσις τοῦ ἐνάγοντος, καὶ ὁ νεμόμενος κρείττων ἐστίν.
48
pr.Ἐν δὲ τῷ ρκέ κεφ. Ὁ εἰς ὁλόκληρον διαδεξάμενος ἀντὶ κληρονόμου ἐστίν.
49
pr.Ἐν δὲ τῷ ριε κεφ. Ὁ διάδοχος ἐν πᾶσι τόπον ἐπέχει κληρονόμους.
50
pr.Ἐν δὲ τῷ οη΄ κεφ. Τὰ ἐν διαθήκῃ [μὴ νοούμενα ἀντὶ μὴ γεγραμμένων εἰσίν.
51
pr.Ἐν δὲ τῷ ρπδ΄ κεφ. Τὰ ἐν διαθήκῃ] ἀλλήλοις ἐναντιούμενα οὐκ ἔρρωται.
52
pr.Ἐν δὲ τῷ ραζ ' κεφ. Τότε τὰ ἐν διαθήκῃ ἀποτελέσματα λαμβάνουσιν, ὅτε καὶ τὴν ἀρχὴν ἀνεπίψογον ἐσχήκασιν.
53
pr.Ἐν δὲ τῷ ρξς΄ κεφ. Τὸ ἔξω τῆς δικαιοδοσίας ἐκ τοῦ δικαστοῦ γινόμενον οὐκ ἔῤῥωται.
54
pr.Ἐν δὲ τῷ πζ΄ κεφ. Ἐν πᾶσι μὲν μάλιστα δὲ τῷ νόμῳ τὸ δίκαιον σκοπεῖται.
55
pr.Ἐν δὲ τῷ ρλβ΄ κεφ. Οὐδεὶς ἐκ τοῦ ἰδίου δόλου κρείττονα ποιεῖ τὴν ἰδίαν αἵρεσιν.
56
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Δοῦλος οὐκ ἐνέχεται οὔτε ἐνοχοποιεῖται.
57
pr.Ἐν δὲ τῷ ρε΄ κεφ. Δοῦλος οὐκ ἐνάγεται οἱᾳδήποτε ἀγωγῇ.
58
pr.Ἐν δὲ τῷ ρις΄ κεφ. Ὁ ἐν δουλείᾳ ὢν οὐ διὰ τὸ χρῆσθαι δεσπόζει· ἐπειδήπερ νέμεσθαι οὐ δοκεῖ.
59
pr.Ἐν δὲ τῷ ρλ ' κεφ. Διὰ τῶν δούλων κρείττων ἡ αἵρεσις τῶν δεσποτῶν γίνεται, οὐ μὴν χείρων '.
60
pr.Ἐν δὲ τῷ ρνς ' κεφ. θέμ. ε· Ἐπὶ τοῖς μὴ τραχέσιν ἢ μυσαροῖς ἁμαρτήμασι συγγινώσκονται οἱ δοῦλοι πειθαρχοῦντες τοῖς δεσπόταις, ἢ τοῖς ἐν τάξει δεσποτῶν, οἷον ἐπιτρόποις καὶ κουράτορσιν.
61
pr.Ἐν δὲ τῷ σα΄ κεφ. [θέμ. γ΄]· Ἡ δουλεία σχεδὸν ἔοικε τῷ θανάτῳ.
62
pr.Ἐν δὲ τῷ π ' κεφ. Δωρεά ἐστι τὸ χωρὶς ἀνάγκης, διδόμενον.
63
pr.Ἐν δὲ τῷ ριζ ' κεφ. Οὐκ ἐκποιεῖ ὁ μόνον τὴν νομὴν ἀποβαλλόμενος.
64
pr.Ἐν δὲ τῷ ρδ΄ κεφ. Ἡ ἐλευθερία πρᾶγμά ἐστιν ἀτίμητον.
65
pr.Ἐν δὲ τῷ ριθ΄ κεφ. Πλέον παντὸς πράγματος θάλπομεν τὴν ἐλευθερίαν.
66
pr.Ἐν δὲ τῷ ροέ κεφ. Αδήλου τῆς γνώμης οὔσης τοῦ ἐλευθεροῦντος ἡ ἐλευθερία θάλπεται.
67
pr.Ἐν δὲ τῷ ρζ΄ κεφ. Οὐδὲ ἓν ἔγκλημα ὑπομένει ὁ δυνάμενος κωλύσαι καὶ μὴ κωλύων ν.
68
pr.Ἐν δὲ τῷ ρος κεφ. Ἐγὼ δοκῶ λαμβάνειν, ὅπερ κατὰ κέλευσίν μου ἑτέρῳ δοθῇ.
69
pr.Ἐν δὲ τῷ ροη ' κεφ. Αχρήστως ἐπερωτῶμεν τὸ μὴ δυνάμενον εἶναί τινος. οὐδεμία γὰρ ἐπὶ τούτῳ ἐνοχὴ συνίσταται.
70
pr.Ἐν δὲ τῷ ραδ΄ κεφ. Εἴτε εὔπορός ἐστιν ὁ ἐπίτροπος εἴτε ἄπορος, ὁ δόλος αὐτοῦ τὸν ὀρφανὸν οὐ βλάπτει.
71
pr.Ἐν δὲ τῷ ρηθ ' κεφ. Ὁ ἐξ οἰκείου ἁμαρτήματος ζημιούμενος οὐ δοκεῖ ζημιοῦσθαι.
72
pr.Ἐν δὲ τῷ σ΄ κεφ. Οὐ δεῖ γίνεσθαί τινα πλουσιώτερον ἐκ τῆς ἑτέρου ζημίας.
73
pr.Ἐν δὲ τῷ ρέζ΄ κεφ. Τὸ ἔτι ἠρτημένον οὐ δοκεῖ εἶναι.
74
pr.Ἐν δὲ τῷ μη κεφ. Τὸ κατ᾿ ὀργὴν ἢ θερμότητα λεγόμενον ἢ γινόμενον οὔκ ἐστι βέβαιον, εἰ μὴ τοῖς᾿ αὐτοῖς ἐπιμείνῃ.
75
pr.Ἐν δὲ τῷ με κεφ. Οὔτε ἐνέχυρον οὔτε παραθήκη οὔτε παράκλησις οὔτε ἀγορασία οὔτε μίσθωσις ἐπὶ ἰδίῳ πράγματι συνίσταται.
76
pr.Ἐν δὲ τῷ ροβ΄ Α κεφ. Οἱ ἰδιῶται τὰ τῶν ἀρχόντων πράττειν οὐ δύνανται.
77
pr.Ἐν δὲ τῷ ξ΄ κεφ. Ἔξεστιν ἑκάστῳ τὸν ἴδιον οἶκον ἀνανεοῦν, ἐφ᾽ ὅσον ἕτερον ἄκοντα μὴ βλάπτει, εἰ μὴ δίκαιον ἔχει.
78
pr.Ἐν δὲ τῷ ρφή κεφ. Πᾶς νομικὸς κανὼν σαθρός ἐστιν. εὐχερῶς γὰρ ἀνατρέπονται.
79
pr.Ἐν δὲ τῷ ρξθ΄ κεφ. Οἱ μέχρις εὐπορίας καταδικαζόμενοι οὐκ ἀπαιτοῦνται πᾶν, ὅσον ἔχουσιν· ἵνα μὴ πτωχεύσωσιν.
80
pr.Ἐν δὲ τῷ ρπδ΄ κεφ. Οὐδενὶ νόμῳ βεβαιοῦται τὸ τῇ φύσει· τῶν πραγμάτων κεκωλυμένον.
81
pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ἐπὶ τῶν ἁμαρτημάτων οὐκ εἰς τὴν ποινὴν, ἀλλ᾽ εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνέχεται.
82
pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Τότε ὁ κληρονόμος εἰς τὸ περιελθὸν ἐνάγεται, ὅτε οὐκ ἐξ οἰκείου δόλου, ἀλλὰ τοῦ τελευτήσαντος ἐνάγεται.
83
pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Οὐ δοκεῖ τις λαμβάνειν ὅπερ ἄλλῳ ἀποκαταστῆσαι ἀναγκάζεται.
84
pr.Ἐν δὲ τῷ νης κεφ. Ὁ κληρονόμος τὸ αὐτὸ δίκαιον ἔχει, ὅπερ ὁ τελευτήσας.
85
pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Κληρονομία ἐστὶν ἡ εἰς ὁλόκληρον διαδοχὴ τοῦ δικαίου, ὅπερ ὁ διαθέμενος εἶχεν.
86
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ὅπου ἡ κληρονομία, ἐκεῖ καὶ ἡ ἐπιτροπὴ, χωρὶς γυναικός.
87
pr.Ἐν δὲ τῷ ριζ ' κεφ. Οὐδεὶς πλέον οὗ ἔχει τῷ ἰδίῳ παραπέμπει κληρονόμῳ.
88
pr.Ἐν δὲ τῷ ρκδ΄ κεφ. Ὅτε ἀπὸ δόλου τοῦ τελευτήσαντος εἰς τὸ περιελθὸν ὁ κληρονόμος ἐνάγεται, ἀρκεῖ πρὸς ῥοπὴν περιελθεῖν εἰς αὐτόν.
89
pr.Ἐν δὲ τῷ μζ ' κεφ. Ὁ κοινωνὸς τοῦ κοινωνοῦ μου οὔκ ἐστί μου κοινωνός.
90
pr.Ἐν δὲ τῷ μθ ' κεφ. Ὁ μεμηνὼς καὶ ὁ ἄσωτος οὐδεμίαν ἔχει βούλησιν.
91
pr.Ἐν δὲ τῷ φή κεφ. Τὰ νόμῳ συνιστάμενα ἐναντίῳ νόμῳ ἀναιρεῖται.
92
pr.Ἐν δὲ τῷ ρλη΄ κεφ. Τὰ παρὰ κακόνας νόμου λεχθέντα οὐχ ἕλκεται εἰς ὅμοια.
93
pr.Ἐν δὲ τῷ ρμ΄ κεφ. Οὐ πᾶν ὅπερ ἔξεστιν, ἤδη καὶ εὐπρεπές ἐστιν.
94
pr.Ἐν δὲ τῷ ρξβ΄ κεφ. Τὰ δι᾽ ἀνάγκην παρὰ κανόνα νόμου δεχθέντα οὐχ ἕλκεται εἰς ὑπόδειγμα.
95
pr.Ἐν δὲ τῷ ρκγ΄ κεφ. Οὐκ ἐστι κακῇ πίστει νομεὺς ὁ δεδωκὼς τίμημα.
96
pr.Ἐν δὲ τῷ ρκέ κεφ. Ἐν ἴσῃ αἰτίᾳ κρείσσων ἐστὶν ὁ νεμόμενος.
97
pr.Ἐν δὲ τῷ ρκή κεφ. Ὁ δόλῳ παυσάμενος νέμεσθαι ὡς νεμόμενος καταδικάζεται α. aa
98
pr.Ἐν δὲ τῷ ρλδ΄ κεφ. Ὁ κατὰ κέλευσιν ἀρχικὴν ἀγοράσας καλῇ πίστει νομεύς ἐστι.
99
pr.Ἐν δὲ τῷ ρς κεφ. Σχεδὸν ἐν πάσαις ταῖς ποιναλίαις ἀγωγαῖς καὶ τῇ ἡλικίᾳ καὶ τῇ ἀγνοίᾳ συντρέχομεν.
100
pr.Ἐν δὲ τῷ πβ ' κεφ. Ἐν τοῖς ἀμφιβόλοις ὑπὲρ τῆς προικὸς ἀποκρινόμεθα bb.
101
pr.Ἐν δὲ τῷ ξς ' κεφ. Τὰ προσώποις ὑπάρχοντα προνόμια σβέννυται αὐτοῖς. τὰ δὲ προσόντα ταῖς ἀγωγαῖς πρὸς πάντας μετέρχονται.
102
pr.Ἐν δὲ τῷ ρηβ΄ κεφ. Τὰ τοῖς πράγμασι διδόμενα προνόμια, οὐ μὴν τοῖς προσώποις, καὶ εἰς κληρονόμους διαβαίνει.
103
pr.Ἐν δὲ τῷ ξγ΄ κεφ. Τὰ σπανίως γινόμενα οὐκ εὐχερῶς ἐν τοῖς πραττομένοις συναλλάγμασι καταλογιζόμεθα.
104
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἀπὸ ἰδιωτικοῦ συμφώνου τὸ νόμιμον οὐκ ἐναλλάσσεται, εἰ καὶ τὰ μάλιστα κατ᾿ ἀρχὰς αἱ ἀγωγαὶ ἀπὸ συμφώνου ἐναλλάσσονται τῷ αὐτῷ δικαίῳ ἢ διὰ παραγραφῆς.
105
pr.Ἐν δὲ τῷ με κεφ. Τὸ ἰδιωτικὸν σύμφωνον οὐκ ἀναιρεῖ τὸ κοινὸν νόμιμον.
106
pr.Ἐν δὲ τῷ οα κεφ. Οὐδεὶς συμφωνῶν ἢ ἐπερωτῶν ἀ-· σφάλειαν ἑτέρῳ περιποιεῖ.
107
pr.Ἐν δὲ τῷ ροδ΄ κεφ. Τῆς πρωτοτύπου αἰτίας μὴ ἐῤῥωμένης· οὐδὲ τὰ παρακολουθήματα ὡς ἐπίπαν ἔῤῥωνται.
108
pr.Ἐν δὲ τῷ μς ' κεφ. Ἡ ἄδολος συμβουλὴ οὐκ ἐνοχοποιεῖ. ἐπὶ δὲ τῆς κατὰ δόλον ἁρμόζει ἡ περὶ δόλου.
109
pr.Ἐν δὲ τῷ ρλθ΄ κεφ. Ὁ σιωπῶν οὐ δοκεῖ ὁμολογεῖν, ἀλλ᾽ ὅμως οὐκ ἀρνεῖται.
110
pr.Ἐν δὲ τῷ οθ΄ κεφ. Τὰ διὰ τὸ ἀνελεῖν ἀμφισβήτησιν ἐντιθέμενα τοῖς συναλλάγμασιν οὐκ ἀναιρεῖ τὸ κοινὸν νόμιμον.
111
pr.Ἐν δὲ τῷ ροβ΄ κεφ. Δυσχερῶς μὲν, ὅμως δὲ τοῦ δικαίου ἀπαιτοῦντος ἐναλλάσσομεν τὴν συνήθειαν.
112
pr.Ἐν δὲ τῷ ξζ΄ κεφ. Τὸ δίκαιον, ὅπερ ἔχει τὶς τοῦ τιμωρεῖσθαι, οὐκ ἐντέλλεται ἄλλῳ.
113
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Τὰ τυχηρὰ δὲ τῶν ἀλόγων καὶ τὸν χωρὶς ῥᾳθυμίας θάνατον καὶ τὴν φυγὴν τῶν μὴ φυλάττεσθαι εἰωθότων δούλων καὶ τὴν ἁρπαγὴν καὶ τὸν θόρυβον καὶ τὸν ἐμπρησμὸν καὶ τὰ πλήθη τῶν ὑδάτων καὶ τὴν ἐπέλευσιν τῶν λῃστῶν οὐδεὶς ἐπιγινώσκει.
114
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ δυνάμενος θέλειν δύναται καὶ μὴ θέλειν dd.
115
pr.Ἐν δὲ τῷ δ ' κεφ. Οὐ δοκεῖ θέλειν ὁ πειθαρχῶν πατρὶ καὶ δεσπότη.
116
pr.Ἐν δὲ τῷ ρνή κεφ. Ὁ ἔχων ἐξουσίαν δωρεῖσθαι πρᾶγμα καὶ πιπράσκειν καὶ ἐκχωρεῖν αὐτὸ δύναται.
117
pr.Ἐν δὲ τῷ πέ΄ κεφ. Οὐ δοκεῖ γίνεσθαι ὑπέρθεσις, ἔνθα μὴ ἁρμόζει ἡ ἀπαίτησις.
118
pr.Ἐν δὲ τῷ ρπ΄ κεφ. Ὁ ἄλογος καὶ μάταιος φόβος οὐ συμβάλλεται.
119
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Ὁ ἀρνησάμενος χρεωστεῖν οὐ κωλύεται καὶ ἑτέρᾳ δικαιολογίᾳ χρήσασθαι, εἰ μὴ νόμος· ἐμποδίζει.
120
pr.Ἐν δὲ τῷ ξδ ' κεφ. Ὁ δικαίαν ἔχων παραγραφὴν οὔκ ἐστι χρεώστης '.