JGR V 10.7
Περὶ καταλυόντων οἴκους.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί, α΄ κεφ. μβ΄, ἐν ᾧ φησιν· Οὐκ ἐφεῖται ἴδιον ἢ ἀλλότριον οἶκον ἢ ἐποίκιον καταλύσαι ἐπὶ τῷ πλέον κερδᾶναι ἢ ἐπὶ τῷ πραγματεύσασθαι· ἐπείτοιγε ἀκυροῦται μὲν ἡ πρᾶσις εἰς πρόσωπον τοῦ πράτου, ὁ δὲ ἀγοραστὴς διπλοῦν δίδωσι τὸ τίμημα τῷ δημοσίῳ, καὶ ἀναλαμβάνει τὸ τίμημα παρὰ τοῦ πράτου, ἐὰν ἔτυχεν αὐτὸ δεδωκώς.
2
pr.Ἀνάγν. καὶ βι. νη΄ τί. ι ' κεφ. ο΄, ἐν ᾧ φησιν· Ἐάν τις δι᾽ ἐμπορίαν οἶκον ἢ μέρος αὐτοῦ καταλύσῃ, καὶ αὐτὸς καὶ ὁ ἀγοραστὴς ἕκαστος αὐτῶν τὸ τίμημα τῷ δημοσίῳ δίδωσιν. εἰς μέντοι τὸ δημόσιον ἔργον μάρμαρα [καὶ] κίονες νομίμως μεταφέρονται.
3
pr.Ἀνάγν. καὶ τί. ια΄ κεφ. β΄, ἐν ᾧ φησι· Πραγματείας χάριν οὐκ ὤφελον τὰ οἰκήματα καταστρέφεσθαι καὶ τὰ μάρμαρα ἀποσπᾶσθαι. ἀπὸ οἴκου μέντοι εἰς ἕτερον οἶκον μεταφέρειν ἔξεστιν ἐν ᾧ μὴ σῶός ἐστιν· ἐπεὶ κεκώλυται διὰ τὴν εὐκοσμίαν τῆς πόλεως καὶ τὴν πρόσοψιν.
4
pr.Ἀνάγν. καὶ κεφ. ς΄ καὶ ζ΄.