IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.8

Περὶ κατηγορούντων τε καὶ κατηγορουμένων ἐγκληματικῶς, καὶ τίνες δύνανται κατηγορεῖν ἐγκληματικῶς καὶ τίνες οὐ δύνανται, καὶ ὅτι εἴσω διετίας ὀφείλει πληροῦν ὁ κατήγορος τὴν ἰδίαν κατηγορίαν, καὶ ὅτι ὁ κατήγορος χωρὶς συγχωρήσεως ἀποστὰς, ὑποπίπτει τῷ περὶ συκοφαντίας ἐγκλήματι, καὶ περὶ τῶν προδιδόντων τὴν ἰδίαν ὑπόθεσιν κατηγόρων, καὶ περὶ τῶν κατηγορούντων ἐπισκόπων χειροτονουμένων, καὶ πότε δεῖ τοὺς κατηγορουμένους φυλακῇ ἐμβάλλεσθαι ἢ στρατιώταις παραδίδοσθαι ἢ ἐγγυηταῖς ἢ ἑαυτοῖς καταπιστεύεσθαι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. ζ΄ θέμ. δ΄ καὶ ς΄, ἐν οἷς φησι περὶ τῶν κατηγορίαν τινὰ ποιούντων κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου.

2

pr.Ἀνάγν. βι. ξ΄ τί. α΄, οὗτινος ἐν τῷ ι ' κεφ. φησίν· Ἐκεῖνός ἐστι προδότης τῆς ἰδίας ὑποθέσεως καὶ τὰ ἀληθῆ ἐγκλήματα κρύ πτων ὁ ἐμπαίζων τῷ κατηγορουμένῳ, καὶ ἀποπροσποιούμενος μὲν τὰς οἰκείας ἀποδείξεις, προσιέμενος δὲ τὰς πλαστὰς τοῦ κατηγορουμένου δικαιολογίας. Καὶ ὁ τῆς κατηγορίας χωρὶς ἀπολύσεως ἀφιστάμενος τιμωρεῖται. Εἰ καὶ δοκῶ μηδὲν εἶναι τὸ κινούμενον, ὅμως χρήζω ἀπολύσεως. οἷα γὰρ ἐπενεχθείη κατηγορία, τῇ αὐθεντίᾳ τοῦ δικαστοῦ, οὐ μὴν τῇ βουλήσει τοῦ κατηγόρου ὀφείλει ἀπαλείφεσθαι.

3

pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Τῇ τελευτῇ τοῦ κατηγορουμένου σβέν νυται τὸ ἔγκλημα. καὶ διὰ τοῦτο ἀφιστάμενος ὁ κατήγορος οὐχ ὑποπίπτει, εἰ μὴ ἄρα τὸ κινούμενον καὶ εἰς κληρονόμους διαβαίνει, ὡς τὸ περὶ καθοσιώσεως καὶ περὶ ἀδικίας τῶν ἐν ἐπαρχίαις ἀρχόντων.

4

pr.Ἐν δὲ τῷ λ ' κεφ.] Ἐάν τις ἐναγόμενος ἀπολυθῇ, οὐ πάντως ὁ κατηγορήσας αὐτοῦ ὥσπερ συκοφάντης τιμωρεῖται, εἰ μὴ ὁ δικαστὴς κρινεῖ αὐτὸν συκοφάντην εἶναι.

5

pr.Ἐν δὲ τῷ λδ΄ κεφ. Ἡ διάταξις κελεύει, κατηγοροῦντός τινος μὴ πρότερον εἰς δικαστήριον ἑλκυσθῆναι τὸν ἐναγόμε νον, εἰ μὴ κἀκεῖνος παράσχοι ἐγγύας περὶ ἐξελεύσεως, ἵνα τούτου τὰ ἀληθῆ διδάσκοντος καταδικασθῇ ὁ ἐναγόμενος, ἢ ἀποτυχὼν αὐτὸς κινδυνεύσῃ.

6

pr.Ἀνάγν. καὶ τί. κς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ποικίλως κατηγορῶν, καὶ τὴν μὲν ἰδίαν ὑπόθεσιν προδιδοὺς, τῷ ἀντιδίκῳ δὲ αὐτοῦ συναγωνιζόμενος, καὶ ὁ συνήγορος χρηματικὴν ἢ ἐγκληματικὴν δίκην προδιδοὺς σφοδρῶς τιμωροῦνται.

7

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Τὸ ἐγκαταλιπεῖν ποιναλίαν κατηγορίαν οὔκ ἐστι ποινάλιον ἔγκλημα· δίδωσι δὲ ὁ τοῦτο πράξας πέντε χρυσίου λίτρας.

8

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ γινόμενος προδότης τῆς ἰδίας κατηγορίας ἐπὶ ποιναλίῳ ἐγκλήματι τὴν τιμωρίαν ὑφίσταται, ἣν ὁ ἐναγόμενος ἔμελλεν ὑποστῆναι.

9

pr.Ἀνάγν. καὶ τί, λγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οὐ πάντα τὰ ἐγκληματικὰ δικαστήρια δημόσιά εἰσιν, ἀλλὰ μόνα τὰ ἀπὸ νόμων δημοσίων καταγόμενα· ὡς τὸ περὶ καθοσιώσεως, τὸ περὶ μοιχείας, τὸ περὶ ἀνδροφόνων καὶ φαρμακῶν, τὸ περὶ πατροκτονίας, τὸ περὶ κλοπῆς ἱερῶν καὶ δημοσίων, τὸ περὶ πλαστογραφίας, τὸ περὶ βίας ἰδιωτικῆς, τὸ περὶ βίας δημοσίας, τὸ περὶ δωροδοκίας, τὸ περὶ ἀρχόντων ἢ δικαστῶν ἢ καὶ συνέδρων ἐν δίκῃ κεκλοφότων, τὸ περὶ ἀννόνας.

10

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἡ δημοσία κατηγορία ἀναιρεῖται προτελευτώντων τῶν ἐναγομένων.

11

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ κατηγορηθεὶς ἀντικατηγορεῖν οὐ δύναται, πρὶν ἐλευθερωθῇ. Ὁ δὲ ἀπὸ καταδίκης τὴν πολιτείαν ἢ τὴν ἐλευθερίαν ἀπολέσας προκατάρξασθαι κατηγορίας οὐ δύναται· τὴν δὲ προκαταρχθεῖσαν πρὸ καταδίκης πληροῖ.

12

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν πατὴρ κατηγορήσῃ τινὸς περὶ φόνου τοῦ παιδὸς αὐτοῦ καὶ ἀποφανθῇ κατὰ συκοφαντίαν κινήσας, οὐκ ἀτιμοῦται.

13

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ὁ λέγων, ὅτι ἕτερός μοι ἐνετείλατο ἁμαρτῆσαι, οὐ φεύγει τὴν ἀπὸ τοῦ ἁμαρτήματος κατηγορίαν· κατέχεται δὲ καὶ ὁ ἐντειλάμενος αὐτῷ.

14

pr.Ἐν δὲ τῷ κδ ' κεφ. Ὁ περὶ ἐγκλήματος κατηγορηθεὶς παρά τινος παρ᾽ ἑτέρου περὶ τοῦ αὐτοῦ ἐγκλήματος οὐ κατηγορεῖται. ἐὰν δὲ ἐκ τοῦ αὐτοῦ ἐγκλήματος πολλαὶ ἀγωγαὶ γίνωνται, δύναται παρὰ διαφόρων προσώπων κατηγορεῖσθαι.

15

pr.Ἀνάγν. καὶ τί. λδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Γυνὴ κεφαλικὸν ἔγκλημα οὐ κινεῖ, πλὴν ἐπὶ ἀναιρέσει γονέων ἢ παίδων ἢ πατρώνων ἢ τέκνων αὐτῶν ἢ ἐκγόνων, καὶ τῶν λοιπῶν, καθ᾽ ὧν ἄκουσα μαρτυρεῖν οὐκ ἀναγκάζεται.

16

pr.΄ Κινεῖ δὲ καὶ τὸν περὶ πλαστογραφίας νόμον, καὶ περὶ διαθηκῶν τῶν πατρῴων ἀπελευθέρων καὶ τῶν μητρώων.

17

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ γραφὴν κατηγορίας ἀποτιθέμενος ὀφείλει σαφηνίζειν καὶ τὸ ἁμάρτημα, καὶ τὸν χρόνον, καὶ τὸν μῆνα, καὶ τὸν τόπον ἐν ᾧ ἡμαρτήθη, τυχὸν ἡ μοιχεία, καὶ μετὰ ποίου προσώπου. τὴν ἡμέραν δὲ ἢ τὴν ὥραν οὐκ ἀναγκάζεται λέγειν. ὀφείλει δὲ καὶ ὑπογράφειν, ἢ ἕτερος ὑπὲρ αὐτοῦ, ἐὰν οὐκ οἶδε γράμματα. Ἐὰν ἀποθάνῃ ὁ κατήγορος ἢ ἐξ ἄλλης αἰτίας μὴ δυνηθῇ κατηγορῆσαι, δύναται προσιὼν ὁ κατηγορούμενος αἰτεῖν ἀπαλειφῆναι τὸ ὄνομα αὐτοῦ, καὶ ἕτερος αὐτοῦ δύναται κατηγορεῖν ἐντὸς λ ' ἡμερῶν ἀδιακόπων. οὕτως οὖν ὁ λίβελλος συντάττεται· ὁ δεῖνα ὁμολογῶ παρὰ τῷδε τῷ ἄρχοντι δεικνύειν τήνδε πλημμελῆσαι μοιχείαν πρὸς τόνδε, ἐν τῷδε τῷ οἴκῳ, ἐπὶ τῆσδε τῆς ὑπατείας, καὶ μηνὶ τῷδε.

18

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ κατακριθεὶς ἐν δημοσίῳ δικαστηρίῳ κατηγορεῖν οὐ δύναται, εἰ μὴ ἰδίαν ἀδικίαν ἢ θάνατον ἐκδικεῖ τέκνων ἰδίων ἢ τοῦ πάτρωνος.

19

pr.Ἐν δὲ τῷ θ ' κεφ. Χωρὶς τῶν κεκωλυμένων οἱ ἄλλοι δύνανται κινεῖν τὰ δημόσια. κωλύονται δέ τινες διὰ φύσιν ἢ ἡλικίαν, ὡς γυνὴ καὶ ἄνηβος· ἄλλοι ὡς ἐνόπλως στρατευόμενοι· ἄλλοι ὡς ἄρχοντες· ἄλλοι ὡς ἄτιμοι ἢ αἰσχροκερδεῖς, καὶ λαβόντες ἐπὶ τῷ κατηγορῆσαι ἢ μὴ κατηγορῆσαι· καὶ οἱ δύο κατηγορίας καθ᾽ ἑτέρων ἐγγραψάμενοι· ἄλλοι διὰ τὴν αἵρεσιν αὐτῶν, ὡς ἀπελεύθεροι τῶν πατρώνων· Ἄλλοι δι᾽ ὑποψίαν συκοφαντίας, ὡς οἱ ψευδομαρτυρήσαντες· · Ἄλλοι διὰ πενίαν, ὡς ὁ μὴ ἔχων ν ' νομισμάτων οὐσίαν. Οὗτοι δὲ πάντες ἐγκλήματα ἴδια καὶ φόνον τῶν συγγενῶν διεκδικεῖν δύνανται. Παῖδες δὲ καὶ ἀπελεύθεροι βιαίως νομῆς ἐκβληθέντες παρὰ τοῦ πατρὸς ἢ τοῦ πάτρωνος τὸ μὲν ἔγκλημα τῆς βίας οὐ δύνανται κινεῖν, εἰς δὲ τὸ ἀναλαβεῖν τὴν νομὴν κινοῦσι. Καὶ υἱὸς γὰρ κατὰ μητρὸς περὶ ὑποβολιμαίου κινεῖ διὰ τὸ μὴ σχεῖν αὐτὸν [συγ] κληρονόμον, οὐ μὴν τὸ περὶ πλαστογραφίας.

20

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐάν τις ἀπόθηται κατά τινος ἔγκλημα, ἐκεῖνος δὲ βαρύτερον ἔγκλημα ἀντεπαγάγῃ αὐτῷ, χρὴ πρότερον τὸ βαρύτερον ἔγκλημα τὸ ἀντεπενεχθὲν γυμνασθῆναι.

21

pr.Πᾶς ἄνθρωπος ἔγκλημα κινῶν ὀφείλει πρότερον ἐγγράψασθαι καὶ ἐγγυητὴν παρασχεῖν, ὅτι ἐπεξέρχεται τῷ ἐγκλήματι· ἵνα τότε, εἰ δεῖ, κατασχεθῶσιν οἱ ἐναγόμενοι, ἢ κληθῶσι διατάγμασιν ἵνα ἔλθωσι· καὶ μὴ παραγινόμενοι καὶ ἐξτραορδινέμ τιμωροῦνται, καὶ τὰ δαπανήματα πάντα ἐπιγινώσκουσιν.

22

pr.Ἐν δὲ τῷ ις΄ κεφ. Αδελφὸς κατὰ ἀδελφοῦ κινήσας δημόσιον ἔγκλημα ἐξορίᾳ ὑπόκειται.

23

pr.Δύναται γυνὴ καὶ κατὰ τοῦ ἰδίου παιδὸς κινῆσαι δημόσιον ἔγκλημα.

24

pr.Ὁ ἄτιμος οὐ δύναται δημόσιον ἔγκλημα κατηγορεῖν.

25

pr.Ἐν δὲ τῷ ιζ΄ κεφ. Ὁ διάγων ἐν οἴκῳ τινὸς οὐ δύναται κατ᾿ αὐτοῦ ἔγκλημα κινῆσαι. εἰ δέ τι χρηματικὸν κεχρεώστηται, καλῶς κινεῖ περὶ τούτου.

26

pr.Δύναταί τις κινῆσαι καὶ κατὰ ἀδελφῆς ἐλαφρὸν ἔγκλημα.

27

pr.Ὁ ὢν ὑπὸ κατηγορίαν ἐγκληματικὴν οὔτε ἧττον οὔτε ἴσον ἔγκλημα δύναται ἀντιτιθέναι, εἰ μὴ πρότερον ἀποκαθαρίσῃ ἑαυτὸν τοῦ ἐγκλήματος τοῦ ἐπενεχθέντος αὐτῷ. δύναται δὲ καὶ ἐν τῷ μεταξὺ κατὰ τῶν ἐναγόντων αὐτὸν ἐγγραφὴν τέως ἀποθέσθαι.

28

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ἐάν τις οἰκειακὸς ἢ δοῦλός τινος ὢν ἢ υἱὸς δούλης βουληθῇ κατὰ τοῦ δεσπότου δημόσιον ἔγκλημα κινῆσαι, ὑπεξῃρημένου δηλονότι τοῦ τῆς καθοσιώσεως, εὐθὺς ἐν τῇ ἀρχῇ τῆς κατηγορίας σιδήρῳ τιμωρεῖται.

29

pr.Καὶ ἀπελεύθερος κατὰ τοῦ πάτρωνος ἢ τῶν κληρονόμων αὐτοῦ κινήσας δημόσιον ἔγκλημα διὰ σιδήρου τιμωρεῖται.

30

pr.Ἀνάγν. καὶ τί λε΄΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἄρχων διασκοπείτω, πότερον ὁ κατηγορούμενος ὀφείλει φυλακῇ ἐμβάλλεσθαι, ἢ στρατιώταις παραδίδοσθαι ἢ ἐγγυηταῖς, ἢ ἑαυτῷ καταπιστεύεσθαι. τοῦτο δὲ γίνεται ἐκ τῆς ποιότητος τοῦ ἐγκλήματος, ἢ διὰ τὴν τιμὴν ἢ τὴν εὐπορίαν τοῦ ἐναγομένου, ἢ τὴν ἀξίαν αὐτοῦ, ἢ διὰ τὸ μηδὲν αὐτὸν ἡμαρτηκέναι.

31

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ ἔχων ἐγγύας οὐ δεσμεῖται, εἰ μὴ βαρύ ἐστι τὸ παρ᾽ αὐτοῦ ἁμαρτηθὲν, ὡς μήτε ἐγγυηταῖς μήτε στρατιώταις ὀφείλειν αὐτὸν παραδοθῆναι.

32

pr.Ἐν δὲ τῷ ις ' κεφ. Μηδεὶς ἐπὶ ἐγκλήματι κατηγορούμενος ἐμβαλλέσθω τέως εἰς δεσμωτήριον, πρὶν ἢ ἐλεγχθῇ. εἰ δὲ καὶ ἐκ διαστήματός ἐστι, μὴ παριστάσθω, πρὶν ἢ ὁ ἐνάγων ἐγγράψεται. ἐγγραψαμένου γὰρ ἐκείνου, τότε χρὴ αὐτὸν ἢ παραστῆναι ἢ γενέσθαι ἀναζητούμενον, λαμβάνοντα ὑπέρθεσιν εἰς τὸ διατυπῶσαι τὰ κατ᾿ αὐτὸν ἀρκουσῶν ἡμερῶν, πλὴν οὐκ ἐλαττόνων τῶν λ΄.

33

pr.᾿Εν δὲ τῷ ιθ΄ κεφ. Ὅτε τὶς ἐπὶ οἱῳδήποτε ἐγκλήματι γένηται ένοχος, εἴτε ἔχει τὸν κατηγοροῦντα εἴτε ἐκ τῶν δημοσίων προσώπων παραπεμφθῇ, παραχρῆμα γινέσθω ἡ ἐξέτασις. Ἐὰν δὲ χρὴ μικρὸν ὑπερτεθῆναι, ἢ διὰ τὴν ἀπουσίαν τοῦ κατηγόρου ἢ διὰ τὸ μὴ εἶναι συνίστορας, μὴ ἐν μέσῳ ἐπαγέσθω αὐτῷ βάσανος, μηδὲ τὰ σίδηρα αὐτοῦ ἔστωσαν στενώτερα, ἢ ἐγκλειέσθω ἐν τῷ ἐσωτέρῳ μέρει τῆς φυλακῆς· ἀλλὰ μεταλαμβανέτω τοῦ φωτὸς, καὶ ἡνίκα ἐπανέλθῃ νὺξ, ἐν τοῖς φιλανθρωποτέροις τόποις τῆς φρουρᾶς χρὴ αὐτὸν ἀναλαμβάνεσθαι, καὶ φαινομένης ἡμέρας ἐκβάλλεσθαι καὶ μεταλαμβάνειν τοῦ ἡλιακοῦ φωτὸς, ἵνα μὴ πολλάκις καὶ ἀναίτιος ὢν ἐν ταύταις ταῖς βασάνοις φονευθῇ. Μὴ ἐξέστω δὲ τοῖς φυλάττουσιν ἀπανθρώπως αὐτοῖς κεχρῆσθαι. ὁ γὰρ ἄρχων εἰς τὴν σωτηρίαν αὐτὴν κινδυνεύσει, ἐὰν μὴ τοῦτο γνοὺς παραχρῆμα ἀποτέμῃ τοὺς τῆς φυλακῆς προϊσταμένους.

34

pr.Ἀνάγν. καὶ τί. ξδ΄, ἐν ᾧ φησι περὶ τῶν συγχώρησιν αἰτούντων κατηγόρων, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Εάν τις εἰδὼς μὴ ἀληθεύειν κατηγόρησεν, οὐ δύναται αἰτεῖν συγχώρησιν. εἰ δέ τις ἀληθῶς νομίσας γεγονέναι τὸ ἔγκλημα ἐκίνησε, καὶ ὑβρίσθη ὁ ἐναγόμενος, οὐκ αἰτεῖται συγχώρησις, εἰ μὴ ἄρα αὐτὸς ὁ ὑβρισθεὶς συναινέσει. εἰ μέντοιγε μηδὲ ὑβρίσθη, τότε δύναται εἴσω τριάκοντα ἡμερῶν τῆς κατηγορίας ὁ ἐνάγων μετα μέλεσθαι. μετὰ δὲ τὰς λ΄ ἡμέρας, εἰ μὴ ἄρα συναινεῖ ὁ ἐναγόμενος, οὐ δύναται. εἰ μέντοιγε καὶ μάρτυρες παρενεχθέντες ἐβασανίσθησαν, τότε κἂν ἕτεροι· συναινέσωσιν, οὐ χρὴ δοθῆναι τὴν συγχώρησιν.

35

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὁ βασιλεὺς παρέχων συγχώρησιν τὴν σωματικὴν τιμωρίαν ποιεῖ συγχωρηθῆναι· τὴν δὲ ἀτιμίαν τὴν κατὰ φύσιν παρεχομένην τοῖς δημοσίοις ἐγκλήμασιν οὐ συγ- χωρεῖ.

36

pr.Ἀνάγν. καὶ τί. ξε΄, ἐν ᾧ φησιν· Ὁ κατηγορήσας τινὸς ἐγκληματικῶς εἴσω διετίας ὀφείλει πληροῦν τὴν ἰδίαν κατηγορίαν. εἰ δὲ ῥᾳθυμήσει, καὶ ἐν τῇ τελευταίᾳ ἡμέρᾳ μὴ παραγένηται ἢ ὑπέρθηται, εἰς τὸ τέταρτον τῆς οὐσίας τιμωρείσθω, γινόμενος καὶ ἄτιμος.

37

pr.Ἡ ἐγκληματικὴ δίκη εἴσω δύο ἐνιαυτῶν πληρούσθω, ψηφιζομένη ἀπὸ τῆς ἡμέρας τῶν ἐγγραφῶν· παρεχομένων τῶν ἀναγκαίων ἑκατέρῳ μέρει προθεσμιῶν. τούτου δὲ τοῦ χρόνου παρελθόντος ὁ κατήγορος ὁ ῥαθυμήσας ὑποστήτω τὴν τιμωρίαν τὴν ἀπὸ τῶν νόμων ὡρισμένην. εἰ δὲ εὐτελής ἐστιν, ἐξοριζέσθω· εἰ μὴ ἄρα ἐν τῷ μεταξὺ ἤτησε συγχώρησιν.

38

pr.Ἀνάγν. καὶ τί. ξς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐγγραψάμενος καὶ ἐγγύας δεδωκὼς καὶ ποιήσας τινὰ κατασχεθῆναι, καὶ χωρὶς συγχωρήσεως ἀποστὰς, ὑποπίπτει τῷ περὶ συκοφαντίας ἐγκλήματι.