JGR V 10.9
Περὶ καινοτομιῶν ἤτοι καινοῦ ἔργου γινομένου ἐν οἱῳδήποτε τόπῳ εἴτε δημοσίῳ εἴτε ἰδιωτικῷ ἐπὶ καινοτομίᾳ τινὸς, καὶ πότε καὶ πῶς ὁ καινοτομῶν παραγγέλλεται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. με΄ τί. γ΄ κεφ. η΄, ἐν ᾧ φησιν· Ὁ βλάπτων τεῖχος, ἢ δι᾿ αὐτοῦ καὶ μὴ διὰ τῆς πόρτης εἰσιὼν, κεφαλικῶς ὡς πολέμιος τιμωρεῖται.
2
pr.Ἀνάγν. καὶ βι. νη΄· τί. ις΄, ἐν ᾧ φησιν· Οὐκ ἔξεστι διὰ χειροποιήτου ἔργου μεταφέρειν τὸν ποταμόν. πλὴν ἔξεστι κατὰ τῆς ἰδίας ὄχθης ποιεῖν ἔργον, ὥστε μὴ βλάπτειν τὸν ποταμὸν τοὺς ἀγρούς.
3
pr.Ἀνάγν. βι. νη΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τόπου ἢ ὁδοῦ δημοσίας παρεντιθεμένης οὐκ ἐμποδίζεται ἡ δουλεία τοῦ μονοπατίου ἢ τῆς παρόδου ἢ τοῦ ὑψοῦν. ἡ δὲ τοῦ ἐμβάλλειν δοκὸν, ἢ ἐξώστην ποιεῖν ἢ ἐπιπέμπειν ὕδωρ ἢ σταλαγμὸν κεράμων, ἐμποδίζεται. δεῖ γὰρ ἐλεύθερον εἶναι τὸν ὑπερκείμενον ἀέρα τῷ δημοσίῳ.
4
pr.Ἐν δὲ τῷ η΄ κεφ. Οὐ δύναται τὸν κοινὸν τοῖχον ὁ εἷς τῶν κοινωνῶν καταλύειν ἢ ἀνανεοῦν.
5
pr.᾿Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ ποιῶν τι πρὸς βλάβην τοῦ γείτονος τὸ εἶδος καὶ τὴν κατάστασιν τὴν ἀρχαίαν φυλάττειν ὀφείλει.
6
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ δουλείαν ἐπιθεὶς τοῦ μὴ ὑψῶσαι δύναται δένδρον ἔχειν ὑπὲρ τὸ ὕψος. εἰ μέντοι ἀπόψεως συνέστη δουλεία, καὶ ἐμποδίζουσι τὰ δένδρα, οὐ δύναται.
7
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Οὐκ ἔξεστι τῷ κοινωνῷ ἐν τῷ ἰδίῳ οἴκῳ ποιοῦντι βαλανεῖον τοὺς καπνοδόχους ἐπιθεῖναι τῷ κοινῷ τοίχῳ ἢ τοῖχον ἴδιον. Μαρμαροῦν δὲ καὶ γράφειν τὸν κοινὸν τοῖχον ἔξεστι. καὶ ἐὰν ὁ γείτων καταφέρων τὸν οἶκον ἐπερωτηθῇ τὴν προσδοκωμένην ζημίαν, οὐκ ἀποτιμῶνται πλείονος τὰ ἐπιτερπῆ ἢ αἱ μαρμαρώσεις.
8
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Σωλῆνας ἑνοῦν τῷ κοινῷ τοίχῳ οὐκ ἐφεῖται. βαλανεῖον μέντοι πλησίον τοῦ κοινοῦ οἴκου ἔχειν οὐ κεκώλυται, κἂν ὑγρασίαν δέχηται· εἰ μὴ ἄρα διὰ τῆς συνεχοῦς ὑγρασίας βλάπτεται. ἔξεστι γὰρ καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἔχειν ὕδωρ. Καμάραν ἀπὸ βησάλων ἔξεστιν ἔχειν πλησίον τοῦ κοινοῦ τοίχου, ἐὰν οὕτως ἐσκευάσθη, ὥστε καὶ τοῦ τοίχου καθαιρουμένου ἵστασθαι, καὶ τῇ ἀνανεώσει αὐτοῦ μὴ ἐμποδίζειν.
9
pr.Ἐν δὲ τῷ κ ' κεφ. Σκάλαν ἐπιθεῖναι τῷ κοινῷ τοίχῳ δύναμαι. [ἀποκινεῖσθαι γὰρ δύναται.] Οὐκ ἔξεστι τῷ δουλεύοντι κτίζειν, ἔνθα πίπτειν ὁ σταλαγμὸς ἤρξατο τῶν κεράμων. Καὶ ὑψοῦν δύναται ὁ σταλαγμὸν ἔχων, οὐ μὴν καὶ χθαμαλώτερον τὸν οἶκον ποιεῖν, καὶ ἀποβαίνειν εἰς τὰ ἴδια, οὐ μὴν προβαίνειν εἰς ἕτερον τόπον τοῦ δουλεύοντος. γενικῶς γὰρ κρείττονα τὴν αἵρεσιν δύναται ποιεῖν τοῦ δουλεύοντος, οὐ μὴν χείρονα, εἰ μὴ τὸ ἐναντίον ἐν τῷ συνίστασθαι τὴν δουλείαν ἐλέχθη.
10
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ὁ ἔχων τὰ ἀνώγεα τοῖς ἰδίοις ἐπικτίζει ὅσον θέλει· μὴ βαρῶν μέντοι τὰ κατώγεα ὑπὲρ ' δύναμιν.
11
pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ὁ μὴ ἔχων δίκαιον φωταγωγῶν θυρίδων οὐ δύναται τυφλὸν τοῖχον ἀνοίγειν καὶ ποιεῖν θυρίδας.
12
pr.Ἐν δὲ τῷ λη΄ κεφ· Καλῶς ἐν τῷ ἐμῷ οἴκῳ ' ἀνοίγω τπυλῶνα, εἰ μὴ ἐμποδίζω ταῖς δουλείαις τοῦ γείτονος.
13
pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ ἡ κεφ. φησί· Χωρὶς δουλείας οὔτε ὁ κάτω δύναται καπνὸν ἐπιπέμπειν τῷ ἄνω, οὔτε ὁ ἄνω τὸ ὕδωρ ἤ τι ἄλλο τῷ κάτω. ἐπὶ τοσοῦτον γὰρ ἔξεστιν ἐν τοῖς ἰδίοις τὶ ποιεῖν, ἐφ᾽ ὅσον μηδὲν εἰς τὸν᾿ ἀλλότριον ἐπιπέμπειν. ὅθεν κωλύεταί τις λίθον ἐν τῷ ἰδίῳ τεμεῖν, καὶ τὰ κλάσματα κυλίειν εἰς τὸν ἀγρογείτονα. Ἔξεστι δὲ καπνὸν ἐλαφρὸν, οἷον ἀπὸ ἑστίας, ποιεῖν, ὥσπερ καὶ καθέζεσθαι [καὶ λούεσθαι] ἐν τοῖς ἰδίοις. καὶ οὐ δύναται συνιστᾶν δουλείαν εἰς τὸ ταύτην γίνεσθαι ἢ μὴ γίνεσθαι. ἐπὶ δὲ τοῦ καπνοῦ τοῦ λουτροῦ δουλεία συνίσταται.
14
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ὁ ἔχων ὁδὸν κωλύει τὸν δεσπότην ἐν αὐτῇ κτίζοντα· καὶ ὁ ἔχων σταλαγμὸν κεράμων, ἐὰν διὰ τοῦ κτίσματος ἐμποδίζηται. εἰ δὲ μήπω ἔκτισε, δύναται καὶ ὁ πλατεῖαν ὁδὸν καὶ ὁ χρῆσιν ἔχων κινεῖν τὴν περὶ συναλλάγματος ἀγωγήν. μετὰ δὲ τὸ κτίσαι, ὁ μὲν ἔχων τὸ μονοπάτιον καὶ τὴν πάροδον κινεῖ τὴν περὶ συναλλάγματος ἀγωγὴν, ὁ δὲ τὴν χρῆσιν ἔχων, ἐπειδὴ ἀπόλλυται ἡ χρῆσις, κινεῖ τὴν περὶ δόλου ἀγωγήν.
15
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ἐὰν ὁ γείτων κοπρῶνα ποιήσῃ παρὰ τὸν τοϊχόν μου καὶ ὑγράνῃ αὐτὸν, εἰ μὲν ἐν δημοσίῳ τόπῳ τέθεικε, τὴν περὶ παραγγελίας ἀγωγὴν κινῶ· εἰ δὲ ἐν ἰδιωτικῷ, τὴν περὶ δουλείας ἀγωγήν. εἰ γὰρ ἐβλάβην, κινῶ τὴν περὶ ζημίας ἀγωγήν.
16
pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ ς΄ κεφ. φησίν· Οὐδεὶς κω λύεται βουλόμενος ὑψῶσαι, εἰ μὴ ἄρα ἐβάρησεν ἑαυτὸν δουλείᾳ τοῦ μὴ ὑψοῦν. ὁ δὲ ἐν ἀλλοτρίῳ τοίχῳ ἀνοίξας θυρίδα οἰκείοις δαπανήμασιν αὐτὴν ἀναφράττει.
17
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ συμφωνήσας μετὰ τοῦ ἀγρογείτονος, ὥστε ἐξεῖναι αὐτῷ παριέναι διὰ τοῦ ἀγροῦ αὐτοῦ ἐπὶ τὴν οἰκείαν ὕλην ἅπαξ κατὰ ε΄ ἐνιαυτοὺς, καὶ μήτε δι᾽ ἑαυτοῦ μήτε διὰ τῶν διαφερόντων αὐτῷ τῇ δουλείᾳ ἐχρήσατο ἐπὶ κ ἐφεξῆς ἔτη, ἀπολλύσθω πάντως τὸ παραχωρηθὲν αὐτῷ δίκαιον. Μηδεὶς δὲ οὕτω κτιζέτω, ὡς ἐμποδίζειν ἐντεῦθεν τῷ ἀνέμῳ εἰς τὸ ἁλώνιον τοῦ γείτονος βάλλοντι.
18
pr.Ἀνάγν. καὶ τί. η΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὸ εἰς δημοσίαν ὁρῶν χρῆσιν, οἷον ὁδοὺς δημοσίας καὶ παρόδους, ἕκαστος ἀπαιτεῖ διὰ τούτου τοῦ νομίμου παραγγέλματος.
19
pr.Ἐν δὲ τῷ δ ' κεφ. Εἰ ἐν δημοσίῳ τόπῳ κτίσει τὶς, τῷ νομίμῳ παραγγέλματι ὑπόκειται. Καὶ ὅτι φησὶν ὁ πραίτωρ, μηδὲν ἐν δημοσίῳ τόπῳ ποιεῖν ἢ εἰσπέμπειν ἐπὶ βλάβῃ τοῦ τόπου, εἰ μὴ νόμος ἢ δόγμα συγκλήτου ἢ βασιλικὴ κέλευσις ἐπιτρέπει.
20
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Οἱ δημόσιοι τόποι τῇ χρήσει τῆς πόλεως, οὐ τοῦ καθέκαστον ὑπουργοῦσι. Καὶ ὅτι δημόσιος τόπος ἐστὶν ἔδαφος, οἰκία, ἀγρὸς, ὁδὸς, πάροδος δημοσία.
21
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ὁ ἀκωλύτως κτίσας ἐν δημοσίῳ οὐχ ὑπόκειται τῷ νομίμῳ παραγγέλματι. κωλυτικὸν γάρ ἐστιν, οὐκ ἀποκαταστατικόν. καταλύει μέντοι αὐτὸ ὁ φροντίζων τῶν δημοσίων ἔργων. εἰ δὲ μὴ βλάπτει τὸ κτισθὲν, τέλος ἐπιτίθησιν αὐτῷ, [ὃ λέγεται ἀπὸ τοῦ ἐδάφους σωλάριον. εἰ δὲ μήπω ἐκτίσθη, ἀσφαλίζεται ὅτι οὐ κτίζει οὐδὲ αὐτὸς οὐδὲ κληρονόμοι αὐτοῦ.] εἰ δὲ ὁ τόπος ἱερὸς, ᾗ κτισθῇς, ἀποκαθίσταται. Λέγει ὁ πραίτωρ· ἐν ὁδῷ δημοσίᾳ ἢ παρόδῳ ποιεῖν τι ἢ εἰσπέμπειν᾽ ἐπὶ βλάβῃ αὐτῶν κωλύσω.
22
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Βλάβη ἐστὶ τὸ τὴν χρῆσιν τῆς ὁδοῦ φθαρῆναι, εἰ τυχὸν κοίλη γένηται ἢ τραχεῖα ἢ στενὴ ἢ ξηρά. Η Φόρον. Καὶ ὁ γεφύραν ἢ ὀπὴν ἐν δημοσίᾳ ὁδῷ ποιῶν ἐνάγεται ὡς βλάπτων. Τὸ δὲ παράγγελμα τοῦτο καὶ διηνεκὲς καὶ δημοτικόν ἐστιν. ἡ δὲ καταδίκη εἰς τὸ διαφέρον τοῦ κινοῦντος.
23
pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ μηδενὸς κωλύοντος ἐν δημοσίῳ κτίσας οὐκ ἀναγκάζεται καταλύσαι διὰ τὴν ἐκ τῆς πτώσεως ἀμορφίαν.
24
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Τῶν ἐργαστηρίων μηδεὶς προτιθέτω τὶ, εἰ μὴ κναφεὺς ἱμάτια ἢ τέκτων τροχοὺς, ὥστε καὶ οὕτως ἅμαξαν παριέναι. μὴ ἐάτωσαν δὲ οἱ ἀστυνόμοι μάχεσθαι ἐν ταῖς ὁδοῖς, μηδὲ κόπρον ἐμβάλλειν, ἢ νεκρὰ ἢ δέρματα ῥίπτειν. Καλῶς βιάζομαί σε, εἰ ἐν σχήματι ἀνανεώσεως χείρω ποιεῖς τὴν ὁδόν. οὔτε οὖν πλατύναι οὔτε μηκύναι οὔτε ὑψῶσαι οὔτε χθαμαλῶσαι δύνασαι αὐτὴν ἀνανεῶν, οὐδὲ στρῶσαι λίθῳ ἢ ἀποστρῶσαι. Τοῦτο τὸ παράγγελμα καὶ διηνεκές ἐστι καὶ δημόσιον, καὶ ἔχει καταδίκην εἰς τὸ διαφέρον τοῦ κινοῦντος.
25
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἡ δημοσία ὁδὸς τῇ ἀχρησίᾳ οὐκ ἀπόλλυται.
26
pr.Ἀνάγν. καὶ τί. ι΄, ἐν ᾧ διαλαμβάνεται περὶ παραγγελίας, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Μετὰ παραγγελίαν εἴτε δικαίως εἴτε ἀδίκως τὶς κτίζει, κωλύειν αὐτὸν ἔξεστι. καὶ λοιπὸν ὁ παραγγελθεὶς αἰτεῖ ἄφεσιν εἰς τὸ συγχωρηθῆναι τὴν ἄδικον κώλυσιν. Τὸ δὲ περὶ τῆς καινοτομίας παράγγελμα ἐπὶ τοῖς μέλλουσιν ἔργοις ἁρμόζει. εἰ γὰρ ἤδη γέγονε, τὸ ὅπερ βίᾳ ἢ λάθρα (πραχθὲν, ἢ τὸ περὶ τόπου σεβασμίου, ἢ τὸ περὶ τόπου ἱεροῦ, ἢ τὸ περὶ ποταμοῦ δημοσίου, ἢ τὸ περὶ ὄχθης δημοσίας χώραν ἔχει. Καὶ χωρὶς ἄρχοντος παραγγέλλει τὶς, καὶ οἰκείῳ ὀνόματι καὶ ἀλλοτρίῳ· καὶ πάντοτε καὶ πᾶσι, καὶ ἀποῦσι καὶ ἀγνοοῦσι καὶ ἄκουσιν. Ὁ παραγγέλλων γίνεται ἐνάγων. καὶ ἐὰν ὁ παραγγελθεὶς κτίσῃ χωρὶς προτροπῆς, διὰ νομίμου παραγγελίας καταλύει τὸ ἔργον.
27
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Καινοτομίας γινομένης ἐν τῷ δημοσίῳ τόπῳ παραγγέλλειν ἔξεστιν ἑκάστῳ τῶν πολιτῶν. συμφέρει γὰρ ταῖς πόλεσιν ὑπὸ πολλῶν διεκδικεῖσθαι.
28
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἔνθα γίνεται τὸ ἔργον, ὀφείλει τὶς παραγγέλλειν· εἴτε τὶς ἤδη οἰκοδομεῖ εἴτε ἄρχεται· κἂν μὴ τῷ δεσπότῃ παραγγέλλῃ. Παντὶ γὰρ ἐν τῷ ἔργῳ παρόντι καλῶς παραγγέλλεται, εἴτε διὰ τὸ ἔργον πάρεστιν εἴτε διὰ τὸν δεσπότην. καὶ οὐ διαφερόμεθα, τίς ἢ ποίας αἱρέσεως ἐστὶν ὁ παραγγελθεὶς, δοῦλος ἢ γυνὴ ἢ παῖς ἢ κόρη. πᾶσι γὰρ τοῖς παροῦσιν ὀρθῶς παραγγέλλεται, ἵνα μέντοι δύνηται ἀπαγγελθῆναι τῷ δεσπότῃ. Εἰ δὲ ἔξωθεν τοῦ ἔργου τῷ δεσπότῃ τὶς παραγγείλῃ, οὐκ ἔῤῥωται. ἐν αὐτῷ γὰρ δεῖ τῷ ἔργῳ παραγγέλλειν, ἵνα᾿ εὐθέως ὁ παραγγελθεὶς ἀναχωρήσῃ. ἐπείτοιγε συμβαίνει, ἐν ὅσῳ ἔρχεται πρὸς τὸ ἔργον τὸ κατὰ ἄγνοιαν αὐτοῦ γινόμενον, παρὰ τὸ παράγγελμα γίνεσθαι.
29
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ἐάν τις βούληται ἐν τῷ ἐμῷ κτίζειν ἢ ἐμβάλλειν ἢ ἐφαπλοῦν, συμφέρει ἢ διὰ τοῦ πραίτορος ἢ διὰ λίθου βολῆς κωλύειν αὐτόν. εἰ δέ τις ἐν τοῖς ἰδίοις τόποις ὢν βλάπτει, ἀναγκαία ἐστὶν ἡ παραγγελία. Τῷ καθαίροντι κανάλην ἢ ῥεῖθρον ὕδατος ἢ ἀνορθοῦντι παραγγέλλειν οὐδεὶς δύναται. Καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἔργων παρορᾶται ἡ παραγγελία, ἐν οἷς ἡ ὑπέρθεσις ἐπιφέρει κίνδυνον. Ὁ παραγγέλλων ὄμνυσιν, ὡς οὐ κατὰ συκοφαντίαν παραγγέλλει. ἐπιφέρεται δὲ ὅρκος κατὰ αὐθεντίαν τοῦ πραίτορος. Ὁ παραγγελλόμενος ἀναχωρεῖν ὀφείλει τοῦ ἔργου, ἕως ἂν ἀσφαλίσηται ἢ αἰτήσῃ συγχώρησιν. καὶ τότε κτίζει καλῶς, εἴπερ ἔχει δίκαιον τοῦ κτίζειν. ὀφείλει γὰρ τὸ πρὸ τῆς παραγγελίας ἔργον κατὰ διαλαλιὰν μετρεῖσθαι '.
30
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Εάν τις μετὰ τὸ παραγγελθῆναι ἐποικοδομήσῃ, μὴ αἰτήσας συγχώρησιν ἢ μὴ δεδωκὼς ἱκανὰ, τὸ μετὰ τὴν παραγγελίαν γεγονὸς ἔργον καταλύει, [κἂν εἶχε δίκαιον τοῦ κτίζειν.]
31
pr.Ἐν δὲ τῷ κε΄ κεφ. Ἐὰν ὁ παραγγελθεὶς πωλήσῃ τὸν οἶκον, καὶ ὁ ἀγοράσας κτίσῃ, αὐτὸς ἐνέχεται. οὐ γὰρ προσώπῳ, ἀλλὰ πράγματι γίνεται ἡ παραγγελία. διὸ παραγγελίας γινομένης ὁ νεμόμενος ἐνέχεται.
32
pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἐάν τι γένηται ἐν δημοσίῳ ποταμῷ ἢ ὄχθῃ αὐτοῦ, μέχρι δεκαετίας ἡ ἀσφάλεια δίδοται.
33
pr.Ἀνάγν. καὶ τί. ια΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησί· Τὰ ἰδιωτικὰ κτίσματα ιε΄ πόδας ἀπεχέτω ἀπὸ τῶν δημοσίων οἰκημάτων· ὥστε μήτε τὸ δημόσιον κινδυνεύειν μήτε αὐτὰ ἔτι δεδιέναι τοῦ λοιποῦς.
34
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐὰν ἐξώστην ποιῇ τις ἢ ἐποίησε, δέκα πόδας ἀπεχέτω τοῦ ἰδιωτικοῦ· τοῦ μέντοι δημοσίου δεκαπέντε. εἰ δὲ καὶ παραβαίη τὶς, καὶ τὸ ἔργον καταλυθήσεται καὶ ὁ οἶκος τῷ ἡμετέρῳ ταμιείῳ προσκυρωθήσεται.
35
pr.[Ἐν δὲ τῷ ι΄ κεφ.] Ὁ ἀνανεῶν οἰκίαν μὴ παρεξίτω τὸ ἀρχαῖον σχῆμα, εἰ μὴ δίκαιον τοιοῦτον ἐκτήσατο κατὰ τοῦ γείτονος. Πᾶς δὲ κτίζων ιβ΄ πόδας ἀπεχέτω, καὶ ὅσον βούλεται κτιζέτω, καὶ θυρίδας ποιείτω, μὴ μὴν ἄποψιν θαλάσσης ἀφαιρείσθω ἐξ ὀρθοῦ ἢ ἐκ πλαγίου ἀβιάστως τυγχάνουσαν. κήπων μέντοι καὶ δένδρων ' μὴ εἶναι δουλείαν. Εἰ δέ τις κτίζει ἐν στενωπῷ πλεῖον ἔχοντι τῶν ιβ΄ ποδῶν, μηδὲν ἐκεῖθεν παραιρείτω, ἵνα μὴ στενοῖ τὸ δημόσιον· εἰ δὲ ἧττον εἴη τῶν ιβ΄ ποδῶν, κατὰ τὸ παλαιὸν σχῆμα κτιζέτω, μὴ ὑψῶν ἢ θυρίδας ποιῶν παρακυπτικὰς, εἰ μὴ πρότερον εἶχεν αὐτάς· φωταγωγοὺς δὲ ἐξέστω ποιεῖν. εἰ δὲ δέκα πόδες εἶεν ἐν μέσῳ, καὶ τότε ἀπὸ ἓξ ποδῶν τοῦ πάτου, ὥστε μήτε ψευδοπάτιον γίνεσθαι. εἰ δὲ συμφωνηθῇ τι, φυλαττέσθω. Εἰ δὲ καὶ οἰκία μέλλει ἀνανεοῦσθαι εἴτε οὖν ἐν πρώτοις κτίζεσθαι ἑκατὸν πόδας ἔχουσα, καὶ ' θαλάττης ἄποψιν λυμαίνεται ἐξ εὐθείας ἢ ἐκ πλαγίου ἀβιάστως, οὐ μὴν ἀπὸ μαγειρίων ἢ ἄλλων οὖσαν, ὁμοίως κἀνταῦθα, εἰ σύμφωνον εἴη, φυλαττέσθω. Ὥστε δὲ καὶ τὰ σωλάρια τοῦ λοιποῦ ῥωμανήσια γίνεσθαι καὶ δέκα πόδας ἀπέχειν ἀπ᾿ ἀλλήλων. εἰ δὲ μὴ δυνατὸν, ἐκ παραλλαγῆς γενέσθωσαν. εἰ δὲ δέκα ποδῶν ὁ στενωπὸς εἴη μόνον, μηδεὶς ποιείτω σωλάριον. τὰ δὲ γινόμενα δεκαπέντε πόδας ἀπεχέτω τοῦ ἐδάφους. καὶ μὴ ἐχέτωσαν κάτωθεν κίονας λιθίνους ἢ στύλους ξυλίνους ἢ τοίχους, ὥστε ἢ τὸν ἀέρα ἀποφράττεσθαι ἢ τὴν δημοσίαν ὁδὸν ἀδικεῖσθαι. μήτε δὲ κλίμακες γενέσθωσαν εἰς τὸν στενωπὸν, ἀνάγουσαι ἐπὶ τὰ σωλάρια. ἐντεῦθεν γὰρ ἦττον ἐπικείσεται τοῦ πυρὸς ἡ συμφορά. εἰ δὲ ταῦτα παραβαθείη, καὶ ὁ δεσπότης τοῦ οἴκου καὶ ὁ ἀρχιτέκτων καὶ ὁ ἐργασάμενος ζημιωθήσονται.
36
pr.Ἐν δὲ τῷ ι ' κεφ. Τὰ δὲ μεσόστυλα, ὡς ἂν δοκιμάσειεν ὁ τῆς πόλεως ἔπαρχος, γινέσθωσαν· ἶσον τρόπον πᾶσιν αὐτοῦ φυλάττοντος.
37
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Εἰ δέ τις κτίζοντι ἐμποδίσαι βουλόμενος δίκην αὐτῷ λάχῃ, εἶτα ἔφεσις ἐπακολουθεῖ, εἴτε οὖν εἰς τὴν τῶν μεγίστων ἀρχόντων διάγνωσιν ἔλθοι, παραχρῆμα σκοπεῖσθαι δεῖ καὶ μὴ ἀναμένειν τὰς κυρίας. καὶ λοιπὸν ἐὰν εὑρεθῇ᾽ ὁ ἐμποδίσας, πᾶσαν ζημίαν ἀποδώσει᾽ αὐτῷ, μηδὲ παραγράφεσθαι δυνάμενος τὸν φόρον τοῦ ἐπάρχου.
38
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Θεσπίζομεν πανταχοῦ γῆς τὰ αὐτὰ κρατεῖν, πλὴν τῆς ἀπόψεως τῆς θαλάσσης. ἐκείνη γὰρ ἐν μόνῃ τῇ πανευδαίμονι κωνσταντινουπόλει καὶ τῇ ταύτης περιοικίδι κρατεῖ.
39
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Πρᾶγμα δολερῶς γινόμενον ἐπὶ ταύτης τῆς βασιλίδος πόλεως περὶ τὰς τῶν οἴκων οἰκοδομίας ἀναστεῖλαι καὶ ἐπανορθῶσαι δίκαιον ἡγησάμεθα. ἐπειδὴ γὰρ ῥητοῖς μέτροις διεστάναι τοὺς οἴκους ἀλλήλων ἡ ζήνωνος διάταξις λέγει, καὶ ἡμεῖς τοιοῦτόν τι νενομοθετήκαμεν· ἐπιτέτραπται δὲ, ὥστε ἐπὶ ταύτης τῆς βασιλίδος πόλεως μὴ δύνασθαί τινα ἑκατὸν ποδῶν εἴσω κωλύειν θαλάσσης ἄποψιν, πράγματος χαριεστάτου· ἐχρῆν μὲν ἴσως καὶ ἐκ πλείονος μέτρου τὰς ἀπόψεις αὐτοῖς ἀνεῷχθαι, καὶ μὴ ταύτας κωλύειν. πλὴν ἀλλὰ καὶ τοῦτο παραδόξῳ τινὶ προσμεμηχάνηται τέχνῃ. τινὲς γὰρ τὸ τῶν ἑκατὸν ποδῶν καταλιπόντες μέτρον, ἢ καὶ βραχύ τι τούτῳ προσθέντες, εἶτα οἰκοδομοῦσιν ἐκεῖθεν ', οὐδὲν ἕτερον ἔχοντες, ἀλλὰ καθάπερ τὶ παραπέτασμα παρατείνοντες· καὶ ἐπειδὰν ἀφέλωνται τὴν τῆς θαλάσσης ἄποψιν κατὰ πᾶσαν ἐξουσίαν, καὶ οὐ μαχόμενοι τῷ νόμῳ διὰ τὸ τῶν ρ΄ ποδῶν διάστημα, ἀνοικοδομοῦσιν ἀκωλύτως. καὶ ἐπειδὰν τοῦ ζητουμένου τύχοιεν, καθαιροῦσιν ἐκεῖνο τὸ διὰ τὴν χρείαν αὐτοῖς ἐπινενοημένον, καὶ οὕτω τὸ σχῆμα σοφισάμενοι πάσης τέρψεως ἀλλοτρίας τὰς τῶν κεκτημένων καθεστᾶσιν οἰκίας. ὅπερ τοῦ λοιποῦ γίνεσθαι κατ᾿ οὐδένα βουλόμεθα τρόπον, ἀλλ᾽ εἴ τις βούλοιτό τι σχεδιάσαι καὶ κακουργῆσαι, μὴ τοιαῦτα παιζέτω, ἀλλ᾽ εἴπερ τούτου δέοιτο ταῖς ἀληθείαις, οἶκον ὅλον οἰκοδομείτω, καὶ μέχρι τοῦ διαστήματος φαμὲν τοῦ τῶν ρ΄ ποδῶν παντὸς χωρείτω τὰς οἰκοδομίας ποιῶν ὡς ἀναγκαίας αὐτῷ καὶ ἀπαραιτήτους ἐσομένας, μὴ μὴν διὰ τὴν τοῦ γείτονος ἐπιβουλὴν διὰ τοῦτο σχεδιαζέτω τοὺς τοίχους, καὶ ὥσπερ ἐπί τινος γραφῆς τὴν τοιαύτην ἐκτείνας σκαιωρίαν τὴν ἀφαίρεσιν τῆς ἀπόψεως ἁρπαζέτω.
40
pr.᾿Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἡ ἐπὶ θάλασσαν ἐντὸς ρ΄ ποδῶν οὖσα ἄποψις οὐ μόνον κατ᾿ εὐθείαν ἀλλὰ καὶ ἐκ πλαγίου ὀφείλει εἶναι ἀκαινοτόμητος. τοῦτο γὰρ προστίθησιν ὁ παρὼν τύπος, φυλάττων τὴν ζήνωνος διάταξιν καὶ τὴν νεαρὰν ἑρμηνεύων.
41
pr.Ἀνάγν. καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ ς΄ κεφ. φησίν· Ὁ κτίσας ἐν δημοσίῳ τόπῳ καὶ βλάπτων τὴν πόλιν καταβαλλέτω αὐτὸ, μὴ ἔχων χρόνου παραγραφὴν, μηδὲ εἰ βασιλεὺς ἐπέτρεψεν αὐτῷ κτίσαι.
42
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ὁ χωρὶς βασιλικῆς ἐπιτροπῆς στενορύμιον ἢ στοὰν περικλείσας ἀποδιδότω τοῦτο· τοῦ μετὰ ταῦτα τοιοῦτον τολμῶντος ποιῆσαι ν ' λίτρας προστιμωμένου.
43
pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Μηδενὶ ἐξέστω πολλοὺς κίονας ἀπο φράττειν ἐκ σανίδων ἀπὸ τοῦ μιλίου ἕως τοῦ καπετωλίου, ἀλλὰ τὰ τοιαῦτα ἐργαστήρια πλάτος ἔχειν ἓξ ποδῶν σὺν τοῖς τοίχοις ἐπὶ τὴν πλατεῖαν, ὕψος δὲ ἑπτά· διὰ δὲ τεσσάρων κιόνων πάροδον εἶναι ἐπὶ τὴν πλατεῖαν. κοσμεῖσθαι δὲ ἀπὸ μαρμάρων τὰ τοιαῦτα ἐργαστήρια βουλόμεθα, διά τε τὴν εὐπρέπειαν τῆς πόλεως καὶ τοὺς βαδίζοντας.
44
pr.Ἀνάγν. καὶ τί. ιγ΄, ἐν ᾧ διαλαμβάνεται περὶ τῆς ὡς ἀπὸ πλησμονῆς ὑδάτων καινοτομίας κ, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τινα βλάπτῃ τὸ ὄμβριμον ὕδωρ, διὰ τῆς ἐπὶ ὕδατος πλησμονῆς ἀγωγῆς ἀποστρέφεται. ὄμβριμον δὲ ὕδωρ ἐστὶ τὸ ἀπὸ τοῦ οὐρανοῦ κατιὸν, κἂν ἄλλῳ μίγνυται. Αὕτη γὰρ ἡ ἀγωγὴ ἁρμόζει, ὅτε χειροποιήτου ἔργου γενομένου μήπω τὸ ὕδωρ ἔβλαψεν, ἀλλ᾽ ἐλπίζεται βλάψειν. Εἰ δὲ μὴ γέγονεν ἔργον, ἀλλὰ κατὰ φύσιν ῥέον τὸ ὕδωρ βλάψει, οὐχ ἁρμόζει. Ἐὰν τῆς λίμης ὑποβλυζούσης ' εἰώθει τὸ ὕδωρ εἰς τὸν ἀγρόν μου ῥεῖν, καὶ ποιήσω αὐτὸ ἵστασθαι, εἶτα πλεονάσαν ὑπὸ τοῦ ὀμβρίμου ὕδατος, βλάψῃ τὸν τοῦ γείτονος ἀγρὸν, διὰ ταύτης τῆς ἀγωγῆς ἀναγκάζομαι περιελεῖν τὸ ἔργον. Τὰ χειροποίητα ἔργα, εἰ μὴ διὰ γεωργίαν γίνεται, εἰσάγουσι τὴν περὶ ὕδατος πλησμονῆς ἀγωγήν. Ὁ μέντοι ποιῶν αὔλακας, δι᾽ ὧν τὸ ὕδωρ ἐκφέρεται, κατέχεται. Ἔργου γενομένου, εἴτε ἀνωθεῖται τὸ ὕδωρ ἢ ἐκφέρεται ἢ κατέχεται, χώρα τῇ ἀγωγῇ, οὐ μέντοι εἰ κατὰ φύσιν τρέχει. Ἐὰν ἀπὸ πολιτικῶν οἰκημάτων ῥέον ὕδωρ βλάπτῃ οἴκημα ἢ ἀγρὸν, οὐ χώρα τῇ ἀγωγῇ ταύτῃ, ἀλλὰ τῇ περὶ δουλείας. Ἐὰν περιέλῃ ὁ γείτων παλαιὸν ἔργον, καὶ τὸ ὕδωρ ἐκ τούτου φυσικῶς ῥέον βλάψῃ τὸν ὑποκείμενον ἀγρὸν, οὐ χώρα τῇ περὶ ὕδατος πλησμονῆς ἀγωγῇ. ἀεὶ γὰρ τοῖς ὑποκειμένοις ἀγροῖς ἐπίκειται δουλεία τὸ ὑποδέχεσθαι τὸ φυσικῶς ῥέον ὕδωρ ἐκ τῶν ὑπερκειμένων. ἐὰν δὲ διὰ τὸ περιαιρεθῆναι τὸ ἔργον σφοδρότερον ἄρξηται ῥεῖν ἢ ἀθροίζεσθαι, χώραν ἔχει. Αμέλει συμφωνοῦσιν ἀεὶ, ἵνα ἐάν τις ἔχῃ ποταμὸν μέγαν ἐν τῷ ἀγρῷ αὐτοῦ, ἔξεστι τῷ γείτονι ποιεῖν παράχωμα ἢ φόσσας. εἰ δὲ μή ἐστι σύμφωνον, ὁ κάτω τῷ ἄνω δουλεύει, κἂν βλάπτηται. ὠφελεῖται γὰρ τὴν λιπαρότητα τῆς γῆς αὐτοῦ δεχόμενος. Ἐν κεφαλαίῳ τοίνυν τρία ἐστὶ, καθ᾽ ἃ δουλεύει ὁ κάτω ἀγρὸς τῷ ἄνω· νόμος, φύσις τοῦ τόπου, καὶ ἡ συνήθεια, ἥτις ἀεὶ ἀντὶ νόμου παραλαμβάνεται.
45
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐὰν ποταμὸν δι᾽ ὠφέλειάν μου καὶ οὐ διὰ βλάβην σου ἀποστρέψω, καὶ ἐκ τούτου βλαβῇ ὁ ἀγρός σου, οὐκ ἔχεις κατ᾿ ἐμοῦ τὴν περὶ ὕδατος πλησμονῆς ἀγωγήν. Οὔτε ὁ δεσπότης τοῦ δουλεύοντος ἀγροῦ εἰς τὸ ὑποδέχεσθαι τὸ ὕδωρ κατὰ τοῦ δεσπότου τοῦ δουλευομένου, εἰ μὴ ἀμέτρως ἐντεῦθεν βλάπτεται.
46
pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἡ περὶ ὕδατος πλησμονῆς ἀγωγὴ τότε ἁρμόζει, ὅτε τὶς ἔργον ἐν τῷ ἰδίῳ ἀργῷ ποιεῖ, κἂν δημόσιος αὐτὸν διαδέχηται τόπος. εἰ δέ τις ἐν δημοσίῳ τόπῳ ποιήσει ἔργον, ἀργεῖ· καὶ ἑαυτὸν μεμφέσθω μὴ προνοήσας ἑαυτοῦ διὰ τῆς περὶ μελλούσης ζημίας ἀσφαλείας.
47
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Οὐκ ἔξεστι τοῖς γείτοσι ποιεῖν ἔργον, δι᾽ οὗ αἱ λίμναι ἢ αὔξουσιν ἢ μειοῦνται.
48
pr.᾿ Ανάγν. καὶ τί. ις΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Λέγει ὁ πραί· τωρ· μηδὲν ἐν τῷ ποταμῷ ἢ τῇ ὄχθῃ αὐτοῦ ποιήσῃς ἢ ἐμβάλῃς, δι᾽ οὗ ὁ πόρος τοῦ ποταμοῦ ἢ τοῦ πλοῦ καταβλάπτεται.
49
pr.Ἀνάγν. καὶ τί. ιζ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Εἰ ὁ γείτων μου ἐν τῷ τοίχῳ μου κονιάματα ἤτοι ζωγραφίας ἔχει, καλῶς κινῶ, ἵνα ταῦτα ἀφέληται.
50
pr.Ἀνάγν. καὶ τί. κγ΄, ἐν ᾧ διαλαμβάνει περὶ τῶν λάθρα ἢ βίᾳ ποιούντων τὶ καινόν. οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Ὁ μετὰ κώλυσιν καινοτομῶν καὶ τῇ ὑπερησιῶν νέων παραγγελίᾳ καὶ τῷ περὶ βίας ἢ λάθρα κατέχεται. οὐ μὴν μετὰ παραχώρησιν δοκεῖ λάθρα ποιεῖν.
51
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Μισθωτοῦ καινοτομοῦντος ἢ δενδροτομοῦντος, εἰ μὲν κελεύσει τοῦ δεσπότου ἢ τὸ πραχθὲν ἀποδεχομένου, ἑκατέροις᾽ ὑπόκειται, δοῦναι τὸ δαπάνημα ἢ ἀποκαταστῆσαι τὸ γεγονός. εἰ δὲ μὴ κελεύσει, ὁ μισθωτὸς εἰς ἑκάτερα κατέχεται, ὁ δεσπότης δὲ εἰς τὸ ἀνασχέσθαι. Εἰ δὲ καὶ δοῦλός μου ἀγνοοῦντός μου καινοτομήσει, καὶ πωλήσω ἢ ἀπελευθερώσω αὐτὸν, εἰς ἀνεξικακίαν μόνον ἐνά γομαι. ὁ δὲ ἀγοραστὴς ἢ εἰς τὸ δοῦναι εἰς νόξαν ἢ εἰς τὸ δαπάνημα τῆς ἀποκαταστάσεως. καὶ ὁ οἰκέτης δὲ ἐλευθερωθεὶς εἰς τοῦτο ἐνάγεται.
52
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Κἂν ἐν ἰδιωτικῷ κἂν ἐν ἱερῷ τόπῳ ἢ μνημείῳ καινόν τι γένηται, χώρα τῷ νομίμῳ παραγγέλματι.
53
pr.Ἀνάγν. βι. ξ΄ τί. με΄ κεφ. ιβ΄, ἐν ᾧ φησι· Κατέχεται τῷ δὲ πεκουλάτους καὶ ὁ τρυπῶν τὸ τεῖχος καὶ ὁ ἀφαιρούμενός τι ἐξ αὐτοῦ.