JGR V 5.35
Περὶ ἐπιδίκων, τουτέστιν ὧν ἡ δεσποτεία φιλονεικεῖται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κζ ' τί. α΄, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Ἐάν τις ἠρτημένης τῆς δίκης μετενέγκῃ εἰς ἕτερον ἢ τὰς ἀγωγὰς ἢ τὰ πράγματα οἱῳδήποτε τρόπῳ, εἰ μὲν οἶδεν ὁ λαμβάνων ἐπίμαχον αὐτὸ, οὐ μόνον τὸ πρᾶγμα ἀναδίδωσιν, ἀλλὰ καὶ τὸ τίμημα οὐ λαμβάνει. οὐ μὴν οὐδὲ ὁ πράτης αὐτὸ κερδαίνει, ἀλλὰ τῷ δημοσίῳ εἰσάγεται. εἰ δὲ ἀγνοεῖ, ἀκύρου γενομένου τοῦ συναλλάγματος οὐ μόνον τὰς τιμὰς ἀναλαμβάνει, ἀλλὰ καὶ τρίτον ἄλλο τιμωρούμενος τὸν πράτην ὡς δολερόν· πάντων τῶν ἐπὶ τούτοις συμβολαίων γινομένων ἀνισχύρων ὄντων· ὑπεξῃρημένων τῶν εἰς προῖκα διδόντων ἢ πρὸ γάμου δωρεὰν ἢ διάλυσιν ἢ διανέμησιν, ἢ εἰς λεγάτον ἢ ἀποκατάστασινα ἢ κατεχόντων ἢ λαμβανόντων.
2
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. θέμ. δ΄· Οὐκ ἔξεστι τὸ ἐπίδικον θεῷ καθιεροῦν. καὶ ὁ τοῦτο ποιήσας δίδωσι τὸ διπλοῦν τῷ ἀντιδίκῳ αὐτοῦ, ὑπὲρ ὧν δυνατωτέρῳ ἀντιδίκῳ αὐτοῦ παρεδόθη.