IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.34

Περὶ ἐπιβολῆς. ἐστὶ δὲ ἐπιβολὴ ἐπίδοσις ἀπόρου κτήσεως πρὸς κληρονόμους ἢ συντελεστὰς καὶ ὁμοχώρους καὶ ὁμοκήνσους.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νς ' τί. κ΄ κεφ. η΄, ἐν ᾧ φησιν· Εἴποτε δὲ συμβαίη ἐπιβολὴν οἱασδήποτε κτήσεως ὁμοδούλων ἢ ὁμοκήνσων γενέσθαι, ἐξ ἐκείνου τοῦ χρόνου κελεύομεν τὸν τὴν ἐπιβολὴν δεχόμενον ἀπαιτεῖσθαι ὑπὲρ αὐτῆς τὰ δημόσια, ἐξ οὗ παρεδόθη αὐτῷ ἡ ἐπιβαλλομένη κτῆσις. μὴ ἄλλως δὲ τὴν ἐπιβολὴν γενέσθαι, εἰ μὴ ἔγγραφος περὶ τούτου ἐξέτασις γένηται παρὰ τῷ τῆς ἐπαρχίας ἄρχοντι, καὶ ψῆφος αὐτοῦ προέλθῃ, διορίζουσα τὸν ὀφείλοντα δέξασθαι τὴν ἐπιβολήν. Εἴποτε δὲ συμβαίη δεσπότην οἱασδήποτε κτήσεως ἢ μὴ φαίνεσθαι ἢ πρὸς τὴν τῶν δημοσίων καταβολὴν μὴ ἀρκεῖν, ὥστε διὰ τοῦτο τὴν τῆς ἐπιβολῆς ἀνάγκην γενέσθαι, κελεύομεν παραχρῆμα ταύτην παραδίδοσθαι τοῖς ὁμόδουλα ἢ ὁμόκνησα χωρία κεκτημένοις, μετὰ πάντων τῶν ἐν αὐτῇ εὑρισκομένων γεωργῶν καὶ πεκουλίων αὐτῶν καὶ ἐνθηκῶν καὶ καρπῶν καὶ ζώων καὶ πάσης ἄλλης ἐξοπλίσεως καὶ ἀμφιάσεως ἐκεῖσε εὑρισκομένης. εἰ δὲ ἢ τὸ πρόσωπον τὸ ὀφεῖλον αὐτὴν κατὰ [τοὺς] νόμους ὑποδέξασθαι μὴ εὑρεθείη, ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ὑπερτεθῆναι τὴν ἐπιβολὴν συμβαίη, κελεύομεν ὑπομνήματα γίνεσθαι παρὰ τῷ τῆς ἐπαρχίας ἄρχοντι, δηλοῦντα τὴν ποιότητα καὶ κατάστασιν τῆς αὐτῆς κτήσεως καὶ πάντα τὰ ἐν αὐτῇ εὑρισκόμενα. καὶ οὕτως αὐτὴν οἱ πολιτευόμενοι, εἴτε οὖν ἐξάκτορες ἢ βίνδικες ἢ ταξεῶται, παραλαμβάνουσιν, ὥστε εἰ μετὰ ταῦτα εὑρεθεῖεν οἱ ὀφείλοντες αὐτὴν κατὰ [τοὺς] νόμους δέξασθαι, μὴ ἄλλως τοῦτο γενέσθαι, εἰ μὴ τὸ διὰ τῆς προφάσεως τῶν ἐξακτόρων ἢ βινδίκων ἢ ταξεωτῶν χεῖρον ἢ ἧττον γενόμενον τῷ παραλαμβάνοντι ἀποκατασταθείη.