JGR V 5.33
Περὶ ἐπιβούλων τῶν κατὰ οἱονδήποτε τρόπον, εἶτε κατὰ τῆς βασιλείας εἶτε κατὰ τῆς πολιτείας ἢ τοῦ στρατοῦ ἢ τῶν ἀρχόντων αὐτῶν, μελετησάντων ἢ στασιασάντων ἢ προδοσίαν τινὰ ποιησάντων, ἢ πρὸς τοὺς πολεμίους αὐτομολησάντων, ἢ γράμματα στειλάντων, ἢ ἐρεθισάντων στρατιώτας πρὸς στάσιν καὶ θόρυβον, ἢ προδιδόντων κάστρα, ἢ ἀνταιρόντων, ἢ συνωμοσίαν ποιούντων, ἢ βλαπτόντων τεῖχος ἢ δι᾿ αὐτοῦ καὶ μὴ διὰ τῆς πόρτης εἰσιόντων, καὶ τίνες αὐτῶν ὑπόκεινται τῷ τῆς ἱεροσυλίας ἐγκλήματι καὶ τίνες τῷ τῶν φονευτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λς΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιός ἐστι τῷ περὶ ἱεροσυλίας, καὶ ἐνέχε ται αὐτῷ.
2
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐπὶ τῆς καθοσιώσεως καὶ οἱ ἐνάγοντες βασανίζονται, εἰ μὴ φανεροὺς ἐλέγχους ἔχουσιν.
3
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Οἱ ἡμαρτηκότες καθοσίωσιν καὶ μετὰ τελευτὴν ἐνέχονται, καὶ δημεύεται ἡ οὐσία αὐτῶν.
4
pr.Ἀνάγν. καὶ τί. να κεφ. λδ΄, ἐν ᾧ φησιν· Οἱ αὐτόμολοι καὶ οἱ τὰς ἡμῶν βουλὰς τοῖς πολεμίοις ἀπαγγέλλοντες καίονται ἢ φουρκίζονται.
5
pr.Καὶ κεφ. λς΄, ἐν ᾧ φησιν· Ὁ τὸν πολέμιον φεύγοντα ἐν εἰδήσει ὑποδεξάμενος περιορίζεται. ὁ δὲ εἰδὼς αὐτὸν εἶναι πολέμιον, καὶ ἐπὶ πολὺ ἀνασχόμενος κρύπτεσθαι, ἐξορίζεται.
6
pr.Καὶ κεφ. νβ΄, ἐν ᾧ φησιν· Ὁ τοὺς βαρβάρους ναῦς κατασκευάζειν διδάσκων κεφαλικῇ τιμωρίᾳ ὑπόκειται.
7
pr.Ἀνάγν. καὶ τί. νβ΄ κεφ. ιε, ἐν ᾧ φησιν· Ἐάν τις ὡς ἐπὶ τυραννίδι διελεγχθεὶς ' δήμευσιν ὑπομείνῃ, οἱ μὲν ἔχοντες αὐτοῦ πράγματα καὶ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω δύομηνῶν ὀφείλουσιν αὐτὰ προσαγγεῖλαι· οἱ δὲ μὴ διάγοντες ἐν τῇ βασιλίδι πόλει εἴσω ὀκτὼ μηνῶν. εἰ δὲ μὴ τοῦτο ποιήσουσι, μετὰ τῶν πραγμάτων τὸ τετραπλάσιον παρέχουσι.