IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.32

Περὶ ἐπερωτήσεως καὶ ἐπερωτώντων καὶ ἐπερωτωμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. καὶ βι. κδ΄ τί. θ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐν τινι τόπῳ ἐπερωτήσας ἑαυτῷ δοθῆναι δύναται καὶ ἀλλαχοῦ κινεῖν οὐτιλίαν ἀγωγήν, Τὴν τοῦ ἐναγομένου καὶ τοῦ ἐνάγοντος σκοποῦσαν τὸ διαφέρον. διὸ καὶ αὔξει καὶ μειοῦται τὸ ποσόν.

2

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐπὶ ἑτερότητος πραγμάτων, οἷον ἔνθα τὶς ὁμολογεῖ πέτρον ἢ παῦλον, τῶν μὲν δύο σωζομένων, ὁ ἐν αγόμενος ἔχει τὴν ἐπιλογὴν, οἷον βούλεται παρασχεῖν· τοῦ ἑνὸς δὲ φθειρομένου, τὸ ἕτερον ἀναγκάζεται παρασχεῖν. ἐπὶ δὲ τῆς τῶν τόπων ἑτερότητος ἐπιλογὴν ὁ ἐναγόμενος ἔχει καταβαλεῖν ἔνθα βούλεται· μὴ καταβάλλοντος δὲ αὐτοῦ ἀπαιτεῖ ὁ ἐνάγων ὅπου θέλει. εἰ δὲ μιγῇ ἡ ἑτερότης τῶν πραγμάτων καὶ τῶν τόπων, ὁ ἐνάγων ἔχει τὴν ἐπιλογὴν, οἷον καὶ ὅπου βούλεται ἀπαιτεῖν.

3

pr.Ἀνάγν. καὶ βι. κς ' τί. δ΄ καὶ τί. ε κεφ. κθ ' καὶ λ ' καὶ λδ ' καὶ κεφ. ξη θέμ. δ ' καὶ κεφ. πζ΄ θέμ. β΄ καὶ κεφ. φ΄ θέμ. β΄ καὶ ζ ' καὶ κεφ. ρβ΄, ἐν ᾧ φησιν· Ἡ ἐπερώτησις ἢ φυσικῶς λύεται ἢ πολιτικῶς· φυσικῶς μὲν διὰ καταβολῆς, ἢ ὅτε φθαρῇ τὸ ὁμολογηθὲν πρᾶγμα χωρὶς ῥαθυμίας τοῦ ἐπερωτηθέντος· πολιτικῶς δὲ δι᾽ ἀποχῆς, ἢ ὅταν εἰς τὸ αὐτὸ περιστῇ πρόσωπον τὰ δίκαια τοῦ ἐπερωτήσαντος καὶ [τοῦ] ἐπερωτηθέντος.

4

pr.Ἀνάγν. καὶ βι. μγ΄ τί. α΄, οὗτινος ἐν τῷ ἐ κεφ. θέμ. γ ' φησί· Τῶν ἐπερωτήσεων αἱ μὲν δικαστικαί εἰσιν, αἱ δὲ πραιτωρίαι, αἱ δὲ κατὰ ταὐτὸν καὶ δικαστικαὶ καὶ πραιτωρίαι, ἄλλαι συναινετικαί. δικαστικαί εἰσιν οἱ μόνως ἐκ τοῦ ὀφφικίου τοῦ δικαστοῦ ἁρμόζουσαι, ὡς ἡ περὶ τοῦ δόλου ἀσφάλεια. πραιτωρίαι δὲ αἱ ἀπὸ τοῦ πραίτωρος, ὡς ἡ περὶ μελλούσης ζημίας κινουμένη ἀγωγή. πραιτωρίας δὲ νόει καὶ τὰς αἰδιλικίας. κατὰ ταὐτὸν δὲ δικαστικαὶ καὶ πραιτωρίαι, ὡς ἡ περὶ τῶν πραγμάτων τῶν ἀνήβων φυλακή, καὶ ἡ περὶ τοῦ διπλασίου. συναινετικαὶ δὲ ἐπερωτήσεις εἰσὶν αἱ ἀπὸ συμφώνου γινόμεναι.

5

pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐπερώτησίς ἐστι συνθήκη ῥημάτων, δι᾽ ὧν ἀποκρίνεταί τις πρὸς τὴν ἐπερώτησιν ποιεῖν τι ἢ διδόναι. Ἐὰν ἐπερωτήσω τὸ κεφάλαιον καὶ ἐκ τοῦ μὴ καταβληθῆναι ποινὴν, καὶ ὁ εἷς τῶν κληρονόμων μὴ καταβάλῃ, βεβαιοῦται καὶ κατὰ τῶν ἄλλων ἡ ποινή.

6

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐπερώτησις τῆς προαιρέσεως ἠρτημένη τοῦ ὁμολογοῦντος· οὐκ ἔῤῥωται.

7

pr.Ἐν δὲ τῷ κς ' κεφ. Αἱ αἰσχραὶ ἐπερωτήσεις ἀνίσχυροί εἰσιν.

8

pr.Ὡς ὅταν τὶς ὁμολογῇ φόνον ποιεῖν ἢ ἱεροσυλίαν. οὔτε ἀγωγὴ ἐκ τῶν τοιούτων ἁρμόζει.

9

pr.Ἐν δὲ τῷ λδ κεφ. Ἐὰν ἐπερωτήσω τὸ κατὰ φύσιν μὴ δυνάμενον γενέσθαι, ἄχρηστος ἡ ἐπερώτησις, ὥσπερ ὅτε ἐπερωτῶ τὸ μὴ δυνάμενον δοθῆναι, εἰ μὴ ἄρα παρὰ τὸν ἐπερωτηθέντα γέγονε τὸ μὴ δυνηθῆναι δοῦναι. Εἰ δὲ καὶ ὁ νόμος κωλύει γενέσθαι τὸ ἐπερωτηθὲν, ἄχρηστος ἡ ἐπερώτησις. ὡς ὅταν ὁμολογήσω γαμῆσαι τὴν ἀδελφήν μου.

10

pr.Ἐν δὲ τῷ λς΄ κεφ. Ὅτε τὶς παρὰ τὸ σύμφωνον κατὰ δόλον ἐπερωτηθῇ, εἰ καὶ μὴ ἀπὸ τοῦ ἀντιδίκου ἀλλ᾽ ἐξ αὐτοῦ τοῦ πράγματος ἠπατήθη, ἔχει τὴν τοῦ δόλου παραγραφήν.

11

pr.Ἐν δὲ τῷ με κεφ. Εἴ τι ἐπερωτήσει ὁ ὑπεξούσιός μου, ἐγὼ δοκῶ ἐπέρωτᾷν. Καὶ ὥσπερ ὁ αὐτεξούσιος, οὕτω καὶ ὁ ὑπεξούσιος ἐπερωτᾷν δύναται, ὅτε μέλλει τελευτᾷν. Ὁ ὑπεξούσιος υἱὸς, εἰ καὶ μὴ μνησθῇ τοῦ πατρὸς, αὐτῷ προσπορίζει τὴν ἐπερώτησιν.

12

pr.Ἐν δὲ τῷ φα κεφ. Ἐὰν μὴ γενομένης ὑπερθέσεως ὁ δοῦλος ὃν ἐπερωτήθην ἀποθάνῃ, οὐκ ἐνέχομαι, εἰ μὴ ἐγὼ αὐτὸν ἐφόνευσα, ἢ ἐποίησά τι πρὸς τὸ ἀποθανεῖν αὐτόν. Ἐὰν ὁ ἐπερωτηθεὶς ὑπέρθεσιν ποιήσῃ, διηνεκῆ ποιεῖ τὴν ἐνοχὴν καθ᾽ ἑαυτοῦ καὶ τῶν αὐτοῦ διαδόχων καὶ τῶν ἐγγυητῶν. ὅθεν καὶ ἀποθανόντα τὸν δοῦλον καλῶς ἀπαιτεῖται, καὶ δίδωσιν ἐπ᾿ αὐτῷ ἐγγυητὴν, καὶ ἀνακαινίζει τὴν ἐπ᾿ αὐτῷ ἐνοχήν. ὁ δὲ ποιήσας ὑπέρθεσιν, καὶ ὕστερον προσφέρων τὸ ἐπερωτηθὲν, λύει τὴν ἐνοχήν.

13

pr.Ἐν δὲ τῷ φή κεφ. Τὸ συμβαλλόμενον τῇ συστάσει τῆς ἐνοχῆς, εἰ μὴ φανερῶς ἐκφωνηθῇ, παραλελεῖφθαι πιστεύεται. τὴν γὰρ ἀσάφειαν ὡς ἐπὶ τὸ πολὺ ὑπὲρ τοῦ ὁμολογήσαντος ἑρμηνεύομεν.

14

pr.Ἐν δὲ τῷ ρη΄ κεφ. Οὐκ ἔῤῥωται ὁμολογία τῆς βουλήσεως ἠρτημένη τοῦ ἐπερωτωμένου.

15

pr.Ἐν δὲ τῷ ρκθ΄ κεφ. [θέμ. γ΄]· Ἡνίκα ὁμολογία μεταξὺ παρόντων γράφεται, πιστεύεται ἡγεῖσθαι ἡ ἐπερώτησις, κἂν μὴ ἔγκειται. Ὅτε πολλοῖς συμφώνοις μία ἐπερώτησις καὶ ὁμολογία ὑποβάλλεται, δοκεῖ περὶ ἑκάστου εἴδους ἡ ἐπερώτησις γίνεσθαι.

16

pr.Ἀνάγν. καὶ τί. β. καὶ τί. γ΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἐπερωτήσεων δούλων, οὗτινος ἐν τῷ ιδ κεφ. φησίν· Ὁ δοῦλός μου, εἴτε ἐμοὶ εἴτε αὐτῷ εἴτε τῷ συνδούλῳ εἴτε ἀπροσώπως ἐπερωτήσει, ἐμοὶ προσπορίζει.

17

pr.᾿ Ανάγν. καὶ τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ πραιτωρίων ἐπερωτήσεων.

18

pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ ἑ κεφ. φησίν· Οὐκ ἀεί τις ἀπὸ ψιλῆς ἐπαγγελίας κατέχεται. εἰ μέντοι προσομολογήσοι, ὅτι εἰ μὴ ποιήσω, ποινὴν δίδωμι ὅσου ἄξιον ἦν τὸ ἐπαγγελθὲν, παραβαίνων τὴν ἐπαγγελίαν δίδωσι τὸ πρόστιμον.

19

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐάν τις διὰ θάνατον ἢ σώματος αἰκισμὸν δεδοικὼς ὡμολόγησέ τι, ἐναγόμενος ἔχει παραγραφήν. εἰ δὲ δι᾽ εὔλογον οὐ μὴν αἰσχρὰν αἰτίαν ὡμολόγησε, κρατεῖ- εἰ δὲ διὰ τὸ μὴ κατηγορηθῆναι ἐγκληματικῶς, οὐκ ται. ἔῤῥωται.

20

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Πᾶσα ἐπερώτησις, εἴτε ἐν δόσει, εἴτε ἐν ποιήσει εἴη, εἴτε μικτὴ, καὶ εἰς κληρονόμους καὶ κατὰ κληρονόμων πεμπέσθω, κἂν μνήμη γέγονεν αὐτῶν κἂν μή. ὃ γὰρ τοῖς πρωτοτύποις ἐπετέτακτο, δυνατὸν καὶ τοὺς κληρονόμους ποιῆσαι, καὶ οὐ χρὴ τῇ ἀκριβείᾳ τοσοῦτον προσέχειν.

21

pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ἐὰν συμφωνήσωσί τινες ὥστε τὸν προτελευτῶντα τῷ ἑτέρῳ διδόναι τὴν οὐσίαν τὴν ἰδίαν, ἄχρηστον τὸ γεγονός.

22

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. β΄ θέμ. γ΄.