JGR V 5.31
Περὶ ἐπαγγελλομένων ἔργον τὶ ποιεῖν ἐν πόλει ἢ χρήματα διδόναι.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νδ τί. ιγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐπαγγειλάμενος πόλει ποιεῖν ἔργον ἢ διδόναι χρήματα εἰ μὴ ἀπὸ ὑπερθέσεως οὐ χρεωστεῖ τόκους. οὐ πάντως δὲ ὁ ἐπαγγειλάμενος ἐνέχεται. εἰ μὲν γὰρ διὰ τὸ ψηφισθῆναι αὐτῷ τιμὴν ἤ τινα [ἑτέραν] εὔλογον αἰτίαν ἐπαγγείληται, κατέχεται. εἰ δὲ χωρὶς αἰτίας, οὐ κατέχεται, εἰ μὴ τοῦ ἔργου ἤρξατο. ἄρχεσθαι δὲ δοκεῖ θεμέλιον τιθεὶς, ἢ καθαίρων τὸν τόπον, ἢ ἐὰν ἀφορισθῇ αὐτῷ τόπος, ἢ ἐὰν ὕλας ἀπόθηται, ἢ τὰς δαπάνας. εἰ δὲ καὶ χρήματα ἐπαγγείληται, καὶ ἡ πόλις θαῤῥοῦσα τοῦ ἔργου ἄρξηται, ἐνέχεται.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Σύμφωνόν ἐστι δύο τινῶν συναίνεσις καὶ συνέλευσις, ἡ δὲ ἐπαγγελία μόνου τοῦ ἐπαγγειλαμένου ὑπόσχεσις. καὶ ἐὰν διὰ τιμὴν ὑπέσχετο, τὸ χρέος ἀπαιτεῖται. εἰ δὲ καὶ μὴ διὰ τιμὴν, ἤρχθη δὲ τὸ ἔργον, ἀναγκάζεται πληρῶσαι. Ὁ ἐπαγγειλάμενος πρᾶγμά τι πόλει καὶ δοὺς, οὐ δύναται μεταμελούμενος ἀναλαβεῖν αὐτό.