JGR V 12.6
Περὶ μαρτύρων εὐυπολήπτων καὶ ἀτίμων καὶ μαρτυριῶν '.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ς΄ τί. α΄ κεφ. β΄, ἐν ᾧ φησιν· Ἡ κατὰ τοῦ ἀδικήσαντος ἐν ἐπαρχίᾳ ἄρχοντος ἀγωγὴ κωλύει μαρτυρεῖν ἢ δικάζειν τὸν δι᾽ αἰσχρότητα τῆς συγκλήτου ἀποκινηθέντα καὶ μὴ ἀποκαταστάντα.
2
pr.Ἀνάγν. καὶ βι. κα τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αξιοπίστους εἶναι δεῖ τοὺς μάρτυρας. Καὶ παρέχονται καὶ ἐπὶ χρηματικοῖς καὶ ἐγκληματικοῖς οἱ μὴ κεκωλυμένοι ὑπὸ νόμου ἢ ἐξκουσσατευόμενοι. Εἰ καὶ πλείονος ἀριθμοῦ μαρτύρων ὁ νόμος μνημονεύσει, τοὺς ἀρκοῦντας ὅμως οἱ δικασταὶ προσδεχέσθωσαν, ἵνα μὴ τῇ τῶν πλειόνων παραγωγῇ σκύλλωνται.
3
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐπὶ ἑκάστου μάρτυρος ὀφείλει ζητεῖσθαι πότερον ἄρχων ἢ ἰδιώτης ἐστὶ, τίμιος καὶ ἄμεμπτος ἢ ἄτιμος καὶ ἐπίψογος, εὔπορος ἢ ἐνδεὴς ὥστε διὰ κέρδος τὶ πλημμελῆσαι, φίλος τοῦ παράγοντος ἢ ἐχθρὸς τοῦ καθ᾽ οὗ παράγεται. ὅταν γὰρ ὑποψίας ἐστέρηται, μαρτυρεῖ. τὰ δὲ περὶ τούτου διακρίνει ὁ δικαστὴς, καὶ εἰ ἁπλῶς μαρτυροῦσιν ἢ μίαν μεμελετημένην ὁμιλίαν προσφέρουσι, καὶ εἰ πρὸς τὰς πεύσεις πιθανῶς ἀποκρίνονται. καὶ ποῖα τεκμήρια ὀφείλει προσδέχεσθαι, καὶ τὸ μέτρον τῆς ἀποδείξεως ἑκάστου πράγματος. Εἰ καὶ μὴ πάντοτε, ἀλλ᾽ οὖν ὡς ἐπὶ τὸ πλεῖστον καὶ χωρὶς δημοσίων ὑπομνημάτων ἡ ἀλήθεια δείκνυται, ποτὲ μὲν διὰ τοῦ ἀριθμοῦ τῶν μαρτύρων, ποτὲ δὲ διὰ τῆς ἀξίας καὶ αὐθεντίας τοῦ δικαστοῦ· πιστεύεται γὰρ ὁ δικαστὴς μόνος ἐρωτώμενος περὶ ὑποθέσεως· ἄλλοτε διὰ τῆς συμφώνου φήμης. καὶ ἁπλῶς τῆς τοῦ δικαστοῦ γνώμης ἤρτηται πιστεῦσαι καὶ μή. Τοῖς μάρτυσι καὶ οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον. αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τῶν δικαστῶν ὡς ἐπὶ τῶν ἐγκλημάτων, καὶ ὁ μὴ δεικνὺς τὸ παρ᾽ αὐτοῦ προτεθὲν ἐξορίζεται. Ἄλλη οὖν ἐστιν ἡ αὐθεντία τῶν παρόντων μαρτύρων, καὶ ἄλλη ἡ τῶν ἀναγινωσκομένων ἐκμαρτυρίων. ὁ οὖν θέλων ἐπισχεῖν τοὺς μάρτυρας δαπάνας αὐτοῖς διδότω.
4
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Περὶ βίας οὐ μαρτυρεῖ ἀπελεύθερος κατὰ πάτρωνος ἢ παιδὸς αὐτοῦ, οὔτε ἄνηβος, οὔτε ὁ δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς καὶ μὴ ἀποκαταστὰς, ἢ ἐν δεσμοῖς ἢ ἐν δημοσίᾳ φρουρᾷ βληθεὶς, οὔτε ὁ πρὸς τὸ θηριομαχῆσαι μισθώσας ἑαυτὸν, οὔτε ἡ φανερῶς πόρον [ποιουμένη ἢ] ποιησαμένη ἐκ τοῦ σώματος, οὔτε ὁ ἐλεγχθεὶς ἢ καταδικασθεὶς λαβεῖν χρήματα ἐπὶ τῷ μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι. Ἄκων οὐδεὶς μαρτυρεῖ ἐπὶ ἐγκληματικοῦ δικαστηρίου κατὰ τοῦ ἰδίου πενθεροῦ ἢ γαμβροῦ ἢ πατρωοῦ ἢ προγονοῦ ἢ ἀνεψιοῦ ἢ ἀνεψιᾶς ἢ τῶν ἐξ αὐτῶν τεχθέντων ἢ τῶν ἐνδοτέρου βαθμοῦ ὄντων· οὔτε κατὰ πάτρωνος ἢ πατρωνίσσης ἢ παίδων αὐτοῦ ἢ γονέων αὐτοῦ ἢ γυναικὸς τοῦ πάτρωνος ἢ ἀνδρὸς πατρωνίσσης· οὔτε πάτρων ἢ πατρώνισσα κατὰ ἀπελευθέρου.
5
pr.Ἐν δὲ τῷ ς ' κεφ. Οὐκ ἐστιν ἀξιόπιστος μάρτυς ὁ κελεύεσθαι δυνάμενος παρ᾽ ἐμοῦ ἐπὶ τῷ μαρτυρῆσαι.
6
pr.Ἐν δὲ τῷ η΄ κεφ. Υἱὸς πατρὶ ἢ πατὴρ υἱῷ οὐ μαρτυρεῖ·
7
pr.Οὔτε οἱοσδήποτε ἐν ἰδίῳ πράγματι.
8
pr.Ἐν δὲ τῷ ι΄ κεφ. Ἔνθα μὴ προστίθεται μαρτύρων ἀριθμὸς, ἀρκοῦσι δύο. ἡ γὰρ πληθυντική σημασία τὸν δυϊκὸν ἀριθμὸν περιέχει.
9
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ τῷ ἐγκλήματι τῷ περὶ ἀδικίας ἀρχόντων ἢ δικαστῶν καταδικασθεὶς οὔτε ἐν διαθήκῃ οὔτε ἄλλως μαρτυρεῖ.
10
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Οἱ πλαστῶς ἢ ἐναντίως ἑαυτοῖς ὑπὲρ τῶν δύο μερῶν μαρτυρήσαντες ὑπὸ τῶν προσφόρων ἀρχόντων τιμωροῦνται.
11
pr.Πατὴρ καὶ υἱὸς ὑπεξούσιος καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι δύνανται μαρτυρεῖν ἐν τῇ αὐτῇ διαθήκῃ καὶ πράγματι. οὐδὲν γὰρ βλάπτει ἐξ ἑνὸς οἴκου πολλοὺς ἐν ἀλλοτρίῳ πράγματι μαρτυρεῖν.
12
pr.Ἐν δὲ τῷ ις΄ κεφ. Γυνὴ ἐν διαθήκῃ οὐ μαρτυρεῖ· ἐν ἄλλοις δὲ μαρτυρίαν νέμει ἐν οἷς ἄνδρες οὐ προσκαλοῦνται. ᾿Ἐπὶ τῶν περιστατικῶν.
13
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Κυνηγὸν ἢ τοὺς ὁμοίους χωρὶς βα- σάνων οὐ πιστεύομεν.
14
pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἐὰν πάντες οἱ μάρτυρες τῆς αὐτῆς τιμῆς καὶ ὑπολήψεως ὦσι, καὶ ἐναντιωθῶσιν ἀλλήλοις, οὐ πάντως τὸ μεῖζον μέρος πιστεύεται, ἀλλὰ τὸ συμβαῖνον τῇ φύσει τοῦ πράγματος, καὶ ὑπονοίας ἔχθρας ἢ φιλίας ἐστερημένον, καὶ βεβαιούμενον ἀπὸ τῆς ψυχῆς τοῦ δικαστοῦ καὶ τεκμηρίων. οὔτε γὰρ τῷ πλήθει δεῖ προσέχειν, ἀλλὰ τῇ πίστει καὶ τῇ ἀκεραιότητι τῶν μαρτύρων.
15
pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ὁ κατά τινος ἤδη μαρτυρήσας οὐ μαρτυρεῖ πάλιν ὑπὲρ αὐτοῦ.
16
pr.Ὁ κατήγορος οἰκειακοὺς αὐτοῦ μάρτυρας οὐ δύναται παραγαγεῖν.
17
pr.Ὁ συνηγορήσας ἢ ἐκβιβάσας ἐν ὑποθέσει οὐ μαρτυρεῖ ἐν αὐτῇ.
18
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Αἱ οἰκειακαὶ μαρτυρίαι ἀποδοκιμάζονται.
19
pr.Ἐν δὲ τῷ κς ' κεφ. Οἱ μάρτυρες οἱ κατὰ χάριν ἢ δυναστείαν τινὸς μαρτυροῦντες οὐ πιστεύονται.
20
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Οὐδεὶς ἀπαιτεῖται καθ᾽ ἑαυτοῦ μάρτυρας παραγαγεῖν, ἀλλὰ χρὴ τὸν ἐνάγοντα ὡς βούλεται συστῆσαι τὰς ἰδίας δικαιολογίας.
21
pr.Τοὺς δούλους μηδὲ ὑπὲρ τοῦ δεσπότου μηδὲ κατὰ τοῦ δεσπότου δύνασθαι ἐρωτηθῆναι οὐκ ἀμφιβάλλεται.
22
pr.Ἐν δὲ τῷ κθ΄ κεφ. Οἱ ἀνιόντες καὶ κατιόντες κατ᾿ ἀλ- λήλων οὔτε βουλόμενοι δύνανται μαρτυρῆσαι.
23
pr.Ἐν δὲ τῷ λ ' κεφ. Δεῖ τοὺς μάρτυρας πρότερον ὀμνῦναι πρὶν ἢ μαρτυρήσουσι. δεῖ δὲ τοῖς τιμιωτέροις μᾶλλον πιστεύειν. ἑνὸς δὲ μαρτυρία οὐκ ἐστι δεκτὴ ἐν οἱᾳδήποτε δίκῃ, κἂν συγκλητικὸς εἴη.
24
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Απελεύθερος κατὰ πάτρωνος μηδὲ ἑκὼν μηδὲ ἄκων μαρτυρείτως.
25
pr.Ἐν δὲ τῷ λς΄ κεφ. Χρεία δὲ ἐν τῇ ἀποδείξει μαρτύρων πέντε, ἐὰν μὴ ὦσι δικαιώματα πρὸς σύστασινα ἐπιτήδεια. εἰ δὲ εἰσὶ δικαιώματα, ἀρκούμεθα τρισὶ μάρτυσιν. εἰ δὲ τὸ δικαίωμα τοιοῦτόν ἐστιν, ὥστε ἀντὶ πάντων ἀρκεῖν (ἴσως γὰρ ὑπόμνημα δημόσιον ἦν), τότε οὐδὲ δεόμεθα μαρτύρων. ἐπιφέρει δὲ καὶ ἕτερον κεφάλαιον ἡ διάταξις τοιοῦτον· ἐάν τις ἐν ὑπομνήμασι καὶ ἐν συμβολαίῳ προσμαρτυρήσῃ, ἀνάγκην ἐχέτω πᾶσι τρόποις καὶ δίκης ἐπὶ τῷ πράγματι κινουμένης μαρτυρῆσαι, κἂν ἕτερον φόρον ἐπιγράφηται. εἰ γὰρ μὴ τοῦτο εἴπομεν, βλάπτεται ὁ δεηθεὶς τῆς αὐτοῦ μαρτυρίας.
26
pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ἡ διάταξις κελεύει μὴ μόνον ἐν ταῖς ἐγκληματικαῖς δίκαις, ἀλλὰ καὶ ἐν ταῖς χρηματικαῖς ἕκαστον ἀναγκάζεσθαι μαρτυρεῖν ἅπερ ἐπίσταται μεθ᾽ ὅρκου δόσεως, ἢ ὀμνύειν ὡς οὐκ ἐπίσταται· ὑπεξῃρημένων τῶν προσώπων τῶν ἀπὸ νόμου κωλυομένων μαρτυρεῖν, καὶ τῶν ἰλλουστρίων καὶ τῶν ὑπερβεβηκότων αὐτοὺς, εἰ μή γε θεῖος γένηται τύπος. καὶ εἰ μὲν ἐνδημοῦσιν ἐν τῇ βασιλίδι πόλει, δι᾽ οἰκείας φωνῆς μαρτυρεῖν· εἰ δὲ ἀπολιμπάνονται, στέλλεσθαι τοὺς τῶν μερῶν ἐντολέας, ἐφ᾽ ᾧ καταθέσθαι ἅπερ ἐπίστανται ἢ ἐπομόσασθαι ἅπερ ἀγνοοῦσι· δηλονότι καὶ ἐπὶ τῆς ἐν ὑπομνήμασι μαρτυρίας τῶν αὐτῶν προσώπων ὑπεξῃρημένων. πάσας δὲ τὰς ἐπὶ τούτοις διαλαλιὰς καὶ τὰς παραγωγὰς ἀζημίους εἶναι τοῖς μάρτυσιν.
27
pr.Ἐν δὲ τῷ λη΄ κεφ. Ὁ προάγων μάρτυρας ἔν τινι δίκῃ, ἐὰν ὕστερον ἐν ἑτέρᾳ δίκῃ κατ᾿ αὐτοῦ προφέροιντο, μὴ ἐχέτω ἐξουσίαν παραιτήσασθαι αὐτοὺς, τυχὸν ὡς εὐτελεῖς ἤ τι τοιοῦτον. εἰ μέντοιγε δείκνυσιν ἐν τῷ μεταξὺ [ἢ] ἔχθραν γενομένην αὐτῷ δεκτὴν τοῖς νόμοις καὶ ποιοῦσαν ὑπόπτους τοὺς μάρτυρας, ἢ πολλάκις ἐλεγχθῇ φανερῶς ἐπὶ λήμματι χρημάτων ἢ ὑποσχέσει γενομένην τὴν μαρτυρίαν, ἐξέστω αὐτῷ παραιτεῖσθαι τοὺς μάρτυρας. εἰ δὲ καὶ δύναται ψευδῆ τὰ παρ ' αὐτῶν λεγόμενα δεῖξαι, καὶ τοῦτο ποιείτω. τοῦτο γὰρ μόνον εἶπεν ἡ διάταξις, μὴ δύνασθαι αὐτοὺς παραιτεῖσθαι, οὐ μὴν ἵνα καὶ πάντως πιστεύομεν τῇ τούτων φωνῇ.
28
pr.Ἐν δὲ τῷ λθ΄ κεφ. Οἱ ἐγγράφως ὁμολογήσαντες χρεωστεῖν οὐκ εὐχερῶς ἀκούονται λέγοντες, ἢ ὅλον τὸ χρέος ἢ μέρος αὐτοῦ καταβεβληκέναι ἀγράφως ἐπὶ μαρτύρων. ἐὰν οὖν μὴ πέντε μάρτυρες ἀξιόπιστοι πάρεισιν ἐν τῇ ἀγράφῳ καταβολῇ, καὶ ἐνωμότως κατάθωνται, ὡς παρόντων αὐτῶν κατεβλήθη τὸ χρέος ἢ κατάθεσις τῆς καταβολῆς παρὰ τοῦ δανειστοῦ γέγονεν, οὐκ ἄλλως τίς ἐστιν εὐπρόσδεκτος ὁ καταβολὴν ἄγραφον λέγων γεγονέναι. εἰδότες οὖν ἅπαντες τοῦ νόμου τὴν δύναμιν μὴ ἄλλως ἢ τὸ πᾶν χρέος καταβαλλέτωσαν ἢ μέρος αὐτοῦ, εἰ μὴ ἔγγραφος αὐτοῖς ἀπόδειξις γένηται ἢ πέντε μάρτυρες ἀξιόπιστοι καὶ μὴ εὐτελεῖς πάρεισι τῇ καταβολῇ ἢ τῇ καταθέσει. εἰ δὲ γέγονε μὲν ἀπόδειξις ἔγγραφος, κατὰ δὲ τυχηρὰν περίστασιν ἢ ἐμπρησμῷ τυχὸν ἢ ναυαγίῳ ἢ ἄλλως πως ἀπώλετο, ἐξέστω τότε τοῖς καταβεβληκόσιν ἀποδεικνύειν, ὡς ἀπώλετο ἡ γενομένη αὐτοῖς περὶ τῆς καταβολῆς ἀσφάλεια, καὶ μηδὲν ἐκ τῆς τοιαύτης ἀπωλείας ζημιούσθωσαν.
29
pr.[Ἐν δὲ τῷ μγ΄ κεφ.] Τῶν αἱρετικῶν οἱ μὲν μανιχαῖοι ἢ βορβορίται ἢ ἕλληνες ἢ σαμαρεῖται ἢ μοντανισταὶ ἢ ἀσκοδρουγῖται ἢ ὀφῖται ἢ οἱ τὴν ἰουδαϊκὴν θρησκείαν σέβοντες ἐν μηδενὶ μαρτυρείτωσαν. οἱ δὲ λοιποὶ πάντες ἐν δικαστηρίῳ μὲν ὀρθόδοξον ἔχοντι ἀντίδικον μὴ δεχέσθωσαν· ἐν δὲ τοῖς λοιποῖς πᾶσι συναλλάγμασιν ἢ διαθήκαις ἢ δικαστηρίοις αἱρετικοὺς ἔχουσιν ἀντιδίκους ἀδιαστίκτως μαρτυρείτωσαν τοῦ πλάτους χάριν τῶν ἀποδείξεων.
30
pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Εἰ. δὲ καὶ ἤδη μηδεμίαν ἐπὶ χρέεσιν ἐγγράφοις ἀγράφων καταβολῶν ἀπόδειξιν διὰ μαρτύρων δέχεσθαι νενομοθετήκαμεν, πλὴν εἰ μὴ κατὰ τὴν ἐκεῖσε ῥηθεῖσαν παρατήρησιν, ἣν δὴ καὶ κρατεῖν βουλόμεθα, ἀλλ᾽ οὖν καὶ νῦν τοῦτο ἀνανεούμεθα. εἰ γὰρ ἔγγραφον ' εἴη τὸ χρέος, καὶ ἀγράφου καταβολῆς προτείνοιτο παρὰ τῶν δικαζομένων διὰ τῶν μαρτύρων ἀπόδειξις, τότε δεκτὴν αὐτὴν παρὰ δικασταῖς εἶναι, ἡνίκα ἐπ᾿ αὐτῷ τούτῳ παραλαμβάνοιντο μάρτυρες, ἐφ᾽ ᾧ τῇ γενησομένῃ καταβολῇ ἢ τῇ μνήμῃ τοῦ γενέσθαι τινὰ καταβολὴν ἤδη καὶ τοῦτο ὁμολογεῖσθαι παρὰ τοῦ τὰ χρήματα λαβόντος μαρτυρήσαιεν ἄνδρες ἀξιόπιστοι καθεστῶτες, ἢ καὶ ἐν ἐκμαρτυρίοις ἴσως ποιήσαιεν φανερόν. τὰς δὲ ματαίας ταύτας καὶ ἐκ τοῦ παρήκοντος γενομένας μαρτυρίας μηδενὶ παντάπασι λόγῳ κρατεῖν, καὶ τοιαύτας τινὰς ἀναπλάττειν μαρτυρίας, ὡς δι᾽ ἄλλην τινὰ χρείαν παρατυχὼν ἀκούσοι τοῦδε λέγοντος εἰληφέναι παρὰ τοῦδε χρυσίον, ἢ ὀφείλειν τῷδε. αὖται γὰρ σαφῶς ἡμῖν ὕποπτοι καθεστᾶσι καὶ οὐδενὸς ἄξιαι λόγου. ὁπότε καί τι τοιοῦτον ἐν τῷ δικάζειν εὕρομεν, ὡς καίτοι πολλῶν χρημάτων [λεγομένων] καταβεβλῆσθαι ταβουλλάριοι δύο μόνοι τοῦτο ἔφασαν ἀκηκοέναι, μάρτυρος παρόντος οὐδενὸς, καίτοι τοῦ χρέους ἐγγράφου τυγχάνοντος καὶ τοῦ κατατιθεμένου δῆθεν γράφειν ἐπισταμένου καὶ δυναμένου δι᾽ οἰκείων γραμμάτων ταῦτα φανερὰ καταστῆσαι. ὅπερ ἐξ ἐκείνου μισήσαντες ἀφορμὴν τοῦ παρόντος εἰλήφαμεν νόμου. καὶ αὖθις παρήχθη τὶς ἕτερος τὸ εἶδος ἐοικὼς τῷ συκοφαντουμένῳ καὶ ἐπὶ μαρτύρων δῆθεν καὶ [ἐπὶ] ταβουλλαρίων κατετίθετο καθ᾽ ἑαυτοῦ χρέα· καὶ ὁ μὲν μισθοῦ τοῦτο πράξας ἀπῆλθεν· ἕτερος δὲ εἰσεπράχθη τὸ χρέος παρ᾽ ἑτέρου τινὸς ὡς παρ᾿ αὐτοῦ δῆθεν ὁμολογηθέν· καὶ τοῦτο ὕστερον οὐ διέλαθε τοῦ θεοῦ τὰ τοιαῦτα μέχρι παντὸς οὐ συγχωροῦντος κατακρύπτεσθαι. οὔτε οὖν ταῖς τοιαύταις πιστεύομεν μαρτυρίαις ἢ ταῖς τῶν ταβουλλαρίων (καθάπερ εἰπόντες ἔφθημεν) καταθέσεσιν, ἡνίκα γραμμάτων ἐπιστήμονες εἶεν οἱ καταθέσθαι λεγόμενοι, παρὸν καὶ γράψαι ἢ ἐν δικαστηρίῳ καταθέσθαι καὶ δοῦναι τῷ πράγματι πίστιν ἀναμφισβήτητον· οὔτε μένειν αὐτὰς τοῖς ἀληθέσι λυμαινομένας συγχωροῦμεν, οὔτε εἴ τι τοιοῦτο γέγονε προσιέμεθα. ἀλλ᾽ ἀπαιτοῦμεν τὸ καὶ παρακεκλῆσθαι παρὰ τοῦ παράγοντος τοὺς μάρτυρας ἐπ᾿ αὐτὸ τοῦτο, καὶ τοῦτο διὰ μαρτυρίας ἀποδείκνυσθαι, καὶ εἶναι καὶ αὐτοὺς (τοῦτο δὴ τὸ τῶν διαθηκῶν) παρακεκλημένους καὶ εὐϋπολήπτους καθεστάναι. καὶ οὕτω τὸ πρᾶγμα δέχεσθαι τὴν ἐξ αὐτῶν ἀπόδειξιν, καὶ μηδὲ ἐκμαρτυρίαν τοῦ λοιποῦ μὴ καὶ μαρτύρων ἔχουσαν καὶ παρουσίαν· καὶ κατάθεσιν καὶ ὑπογραφὴν κρατεῖν. εἰ δὲ μὴ τοιοῦτοι καθεστᾶσιν οἱ μάρτυρες ὁποίους ἔμπροσθεν εἰρήκαμεν, καὶ βασάνοις αὐτοὺς ὑποκεῖσθαι κελεύομεν. εἰ δέ τινες καθαρῶς ἐναντία σφισὶν αὐτοῖς ἢ καὶ ἀλλήλοις φθέγξοιντο, τοὺς δικαστὰς μάλιστα τούτῳ προσέχειν τὸν νοῦν, καὶ εἰ περὶ τὰ καιριώτερα τῶν μαρτυρουμένων τὰς ἐναντιότητας εὕροιεν, ἐκβάλλειν τὰς τοιαύτας μαρτυρίας τοῖς παρὰ τῶν ἀξιοπιστοτέρων καὶ πλειόνων προσέχοντας. εἰ δὲ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες καὶ ἐντεῦθεν ἐκπίπτοντες εἰς ἐναντίωσιν, μηδὲ ἀθώους αὐτοὺς καταλιμπάνειν, εἴπερ μὴ κατά τινα πλάνην (ὡς εἰκὸς) ἀλλ᾽ ἐξεπίτηδες τὰ ἐναντία δειχθεῖεν λέγοντες.
31
pr.Ἐν δὲ τῷ με κεφ. Ἐπειδὴ πολλοὶ πολλάκις μάρτυρας παραστησάμενοι καὶ τρισάκις τοῦτο πράξαντες, εἶτα ἐπειδὰν ἀποτάξοιντο καὶ ἐκλάβοιεν τὰς μαρτυρίας, πειρῶνται προσελεύσεσιν ἡμᾶς ἐνοχλεῖν καὶ βούλεσθαι καὶ τετράκις παραγαγεῖν μάρτυρας, θεσπίζομεν τοὺς ἡμετέρους δικαστὰς τούτοις μάλιστα προσέχειν, καὶ εἰ τρισάκις ἤδη παρῆλθον οἱ μάρτυρες, καὶ παρὰ τοῦ τοὺς μάρτυρας παραγαγόντος καὶ ἀποταξαμένου καὶ ἐκλαβόντος· πάλιν αὐτοῦνται μάρτυρες, τούτους παντελῶς μὴ προσίεσθαι, ὡς ὑποψίας οὔσης, μήποτε παραλιπόντων τὶ τῶν προτέρων καὶ ἤδη φανερῶν τούτων διὰ τῆς μαρτυρίας γινομένων ἐκεῖνος οὐ παραγωγῆς μαρτύρων, ἀλλὰ τῆς τῶν ἔμπροσθεν οὐ μαρτυρηθέντων προσθήκης ἢ μαρτυρηθέντων ἐπανορθώσεως ἐπιθυμεῖ. εἰ δὲ ὁ παραγαγὼν μὲν οὐκ ἐκλάβοι, οὐδὲ ἐντύχοι ταῖς μαρτυρίαις οὐδὲ αὐτὸς οὐδέ τις τῶν συνηγόρων αὐτοῦ, ὁ δὲ ἀντιτεταγμένος ἐκλάβοι μόνος καὶ ποιήσοιτο παραγραφὰς, οὐ μὴν ταύτας ἐκδοίη τῷ τρὶς ἤδη ποιησαμένῳ τὴν τῶν μαρτύρων πάροδον, ὥστε μὴ διὰ τῶν παραγραφῶν μαθόντα τὸν τούτους παραγαγόντα τὰ ἐλλείποντα ταῖς μαρτυρίαις ταῦτα προσθεῖναι· τηνικαῦτα δοτέον καὶ τετάρτην παραγωγὴν μαρτύρων τῷ ταύτην αἰτοῦντι, πρότερον ὅρκου διδομένου παρ᾽ αὐτοῦ, ὡς οὔτε ἐξήλειφεν᾽ οὐδὲ ἐνέτυχε ταῖς μαρτυρίαις οὐδὲ αὐτὸς οὐδέ τις [ἢ] συνήγορος ἢ ὅλως ὑπὲρ αὐτοῦ πράττων, οὔτε κατά τινα δόλον οὐδὲ μηχανὴν οὐδὲ τέχνην τὴν τετάρτην παραγωγὴν αἰτεῖ ποιήσασθαι τῶν μαρτύρων, ἀλλὰ διὰ τὸ μὴ δυνηθῆναι πρότερον ταῖς ἐπαγγελλομέναις χρήσασθαι μαρτυρίαις. καὶ εἰ τοῦτο γένοιτο, μηδὲ κελεύσεως ὑπὲρ τούτων δεῖσθαι βασιλικῆς, καθάπερ ἔμπροσθεν ἦν. ἐκεῖνο μέντοι τῶν ἀνωμολογημένων ἐστὶν, ὡς εἰ καὶ ἅπαξ τὶς παραγαγὼν μάρτυρας ἢ καὶ δὲς εἶτα ἀποτάξεται, καὶ ἢ ἐκλάβοι τὰς μαρτυρίας καὶ κατασκέψεται, ἢ τοῦ ἀντιτεταγμένου τοῦτο ποιήσαντος αὐτὸς τὰς παραγραφὰς ἐκλάβοι, κακεῖθεν μάθοι τὰ μεμαρτυρημένα, οὐχ ἕξει παντελῶς ἄδειαν οὐδεμιᾷ περαιτέρω χρήσασθαι μαρτύρων παραγωγῇ, οὐδ᾽ ἂν εἰ θεία τούτῳ κέλευσις πορισθείη. Εἰ μέντοι τὶς φήσειεν ἀπεχθῆ τὸν παριόντα πρὸς μαρ τυρίαν αὐτῷ καθεστάναι, τυχὸν καὶ ὑπὸ αἰτίασιν παρ᾿ αὐτοῦ γενέσθαι· εἰ μὲν δείξειεν εὐθὺς, ὡς ἐγκληματικὴ μεταξὺ αὐτῶν κινεῖται δίκη, μὴ παρίτω πρὸς μαρτυρίαν ὁ μέχρι τοσούτου δυσμενὴς, ὡς καὶ περὶ ἐγκλημάτων δικάζεσθαι· εἰ δὲ ἄλ λως ἀπεχθὴς εἶναι λέγοιτο ἢ καὶ αἰτιάσασθαι χρηματικῶς, προΐτω μὲν τὰ τῆς μαρτυρίας, τῷ δὲ καιρῷ τῶν παραγραφῶν φυλαττέσθω τὰ τῶν τοιούτων ζητήσεων. Ἐπειδὴ δὲ ἐθήκαμεν νόμον, ὥστε καὶ ἐπὶ χρηματικῶν δικῶν ἄκοντας μαρτυρεῖν, ἐκείνων οὐκ ἀναγκαζομένων τὴν μαρτυρίαν νέμειν ὅσοι μεσῖται γεγόνασιν αὐτοῖς, καί τινες ἀποχρῶνται τούτῳ καὶ μαρτυρίαν οὐ βούλονται νέμειν· θεσπίζομεν, εἴπερ ἑκάτερον μέρος συναινοίη, τὸν μεσίτην αὐτῶν γενόμενον μαρτυρεῖν καὶ ἀρκεσθήσεσθαι τοῖς παρ᾽ αὐτοῦ λεγομένοις, ἀναγκάζεσθαι αὐτὸν καὶ ἄκοντα τὴν μαρτυρίαν νέμειν, τοῦ κωλύματος διόπερ αὐτὸν ἄκοντα μαρτυρεῖν ὁ πρότερος ἡμῶν οὐκ ἐβούλετο νόμος διὰ τῆς συναινέσεως ἑκατέρων τῶν μερῶν ἀνῃρημένου. καὶ τοῦτο δὲ πολλάκις πραττόμενον ἴσμεν, ὡς τινες ἢ παρὰ τοῖς τῶν τόπων ἐκδίκοις ἢ παρὰ τοῖς λαμπροτάτοις τῶν ἐπαρχιῶν ἄρχουσιν ἢ καὶ (ὡς εἰκὸς) ἐνταῦθα παρὰ τῷ λαμπροτάτῳ μαγίστρῳ τῶν κήνσων εἰσιόντες καὶ μεμφόμενοι, ὡς παρὰ τοῦδε πεπονθότες τὶ παράνομον ἢ ἄλλως ἠδικημένοι ἢ ἐζημιωμένοι βούλονται μάρτυρας παραστήσασθαι· καὶ ἵνα μὴ ὕστερον ἀντιτεθείη αὐτοῖς, ὡς κατὰ μίαν μοῖραν τὰ πεπραγμένα συνέστη, δεῖν κἀκεῖνον ἐν αὐτῇ τῇ πόλει καθεστῶτα, ἔνθα αἱ μαρτυρίαι δίδονται, ὑπομνησθέντα παρὰ τοῦ ἄρχοντος ἢ τοῦ ἐκδίκου παραγενέσθαι καὶ ἀκοῦσαι τῶν μαρτυριῶν. εἰ δὲ μὴ βουληθείη παραγενέσθαι, ἀλλὰ διαπτύσειεν, ὥστε ἐκ τοῦ κατὰ μίαν μοῖραν δίδοσθαι τὰς μαρτυρίας κατ᾿ αὐτὸ τοῦτο ἀχρήστους εἶναι, θεσπίζομεν τὰς τοιαύτας μαρτυρίας οὕτω κρατεῖν, ὡσανεὶ μὴ μονομερεῖς ἐτύγχανον οὖσαι ἀλλὰ καὶ αὐτοῦ παρόντος ἐγεγόνεισαν. εἰ γὰρ παραιτήσοιτο καὶ ἐλθεῖν μὴ βουληθείη καὶ ἀκοῦσαι τῶν κατατιθεμένων, καίτοι δημοσιεύων τε καὶ οὐκ ἐξ ἀπαραιτήτου τινὸς ἀνάγκης ἀφικέσθαι μὴ δυνάμενος, ἐν ἴσῳ τοῖς παραγενομένοις ἔσται, καὶ οὐδὲν ὄφελος ἐκ τῆς αὐτοῦ προπετείας αὐτῷ γενήσεται, ἀλλὰ δοκείτωσαν μὲν συστάδην γεγονυῖαι, ὅσα δὲ ἂν ἁρμόσειεν αὐτῷ παραγράφεσθαι περὶ αὐτῶν, ἐξεῖναι τούτοις χρῆσθαι· μόνου τοῦ δοκεῖν αὐτὰς εἶναι μονομερεῖς διὰ τὴν αὐτοῦ προπέτειαν, οἷα κατ᾿ αὐθάδειαν μὴ παραγενομένου ταῖς μαρτυρίαις, ἀντιτίθεσθαι μὴ δυναμένου.
32
pr.Ἀνάγν. καὶ βι. κβ ' τί. α΄ κεφ. οε καὶ οζ΄. ἀνάγν. καὶ βι.ξ τί. μα κεφ. κζ ', ἐν ᾧ φησιν· Οἱ ἐναντία μαρτυρήσαντες ἀλλήλοις, καὶ ὁ ἐναντιούμενος τῇ οἰκείᾳ ὑπογραφῇ, καὶ ὁ δύο τισὶν ἐναντία προσμαρτυρῶν ὑπόκειται τῷ πλαστῷ.