IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Μ

JGR V 12.5

Περὶ μαινομένων.

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ς΄ τί. α΄ κεφ. μς, ἐν ᾧ φησιν· Ὅτι ὁ ἄρχων τοὺς μαινομένους ἐν εἱρκτῇ βαλλέτω, εἰ μὴ διὰ τῶν συγγενῶν φυλαχθῆναι δύνανται, ἢ δεσμείτω. εἰ δὲ φονεύσουσι, δεῖ ζητεῖν μήποτε προσεποιήσαντο μαίνεσθαι ἢ ἐν τῷ καιρῷ τῶν ἀνακωχῶν ἐφόνευσαν, καὶ τιμωροῦνται.

2

pr.Δεῖ δὲ καὶ τοῖς φύλαξιν αὐτῶν ἐπεξιέναι ῥᾳθυμοῦσιν. οὐ γὰρ μόνον διὰ τὸ μὴ αὐτοὺς βλαβῆναι φυλάττουσιν, ἀλλὰ καὶ διὰ τὸ μὴ βλάψαι ἄλλους.

3

pr.Ἀνάγν. καὶ βι. ιε΄ τί. α κεφ. ξ΄, ἐν ᾧ φησιν· Ἐὰν νεμόμενος νήπιος ἢ μαινόμενος φθείρῃ τὶ ἢ ἀπολέσῃ, ἀνεκδίκητόν ἐστιν.

4

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. ε΄.