JGR V 1.4
Περὶ ἀγορασίας καὶ πράσεως ἐπὶ ὅρῳ γενομένης, ὡς ἵνα γενομένου ὑπερθεματισμοῦ ἤτοι ἐπαυξήσεως τοῦ τιμήματος εἴσω τοῦ συνδόξαντος ἐν τῷ συμφώνῳ τῆς πράσεως ὅρου ἀναλύηται ἡ πρᾶσις.
Abrir no leitor do IusCommune →1
pr.᾿ Ανάγν. βι. ιθ ' τί. β΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Κρείττων ἡ αἵρεσις γίνεται καὶ ἐν πλείονι ποσῷ, καὶ ἐν ταχυτέρᾳ ἢ εὐχερεστέρᾳ καταβολῇ, καὶ ἐν τόπῳ ἐπιτηδειοτέρῳ, καὶ ἐν εὐπορωτέρῳ ἀγοραστῇ, καὶ ἐν τῷ ἀγοράσαι ἐπὶ ἐλαφροτέρᾳ αἱρέσει, καὶ ἐν τῷ μὴ ἀπαιτῆσαι τὸν πράτην ἱκανοδοσίαν καὶ τὰ λοιπὰ, ὅσα ἦν ἐν τῇ πρώτῃ πράσει βαρέα, κἂν ἧττον τίμημα δίδωσι. Τὰ γὰρ λυσιτελοῦντα τῷ πράτῃ κρείττονα ποιεῖ τὴν αἵρεσιν αὐτοῦ.
2
pr.Ἐν δὲ τῷ ι κεφ. Ὅτι ὁ δεύτερος ἀγοραστὴς μόνον τὸ πρᾶγμα, καὶ οὐ τοὺς καρποὺς λαμβάνει. οὐ παρὰ τοῦτο δὲ, ἐὰν τὸ αὐτὸ τῷ πρώτῳ δίδωσι τίμημα, δοκεῖ γίνεσθαι κρείττων ἡ αἵρεσις τοῦ πράτου, ὡς αὐτοῦ μέλλοντος κερδαίνειν τοὺς καρπούς.
3
pr.Ἀνάγνωθι καὶ βι. ιε τί. α κεφ. μ΄. περὶ τούτων δὲ εὑρήσεις σαφέστερον ἐν τῷ περὶ ὑπερθεματισμοῦ τίτλῳ.