JGR V 1.3
Περὶ ἀγορασίας καὶ πράσεως, καὶ τῶν περὶ αὐτῶν συναλλαγμάτων τε καὶ συμφώνων, καὶ ποῖα πράγματα οὐ δύνανται πιπράσκεσθαι ἤτοι κεκώλυνται, καὶ περὶ διαφορᾶς πράσεως καὶ μισθώσεως, καὶ τίνες κωλύονται ἀγοράζειν ἢ πωλεῖν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Ποτὲ καταλλαγὴ ἦν πραγμάτων ἀντιδιδομένων, ὕστερον δὲ γέγονεν ἡ πρᾶσις ἀργυρίων ἐπινεμηθέντων· χωρὶς γὰρ ἀργυρίων οὐ συνίσταται πρᾶσις. Καὶ ὅτι ἡ ἀγορασία τοῦ ἐθνικοῦ νόμου ἐστί· διὸ καὶ συναινέσει συνίσταται, καὶ μεταξὺ ἀπόντων, καὶ διὰ μέσου καὶ διὰ ' γραμμάτων.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Μεταξὺ πατρὸς καὶ υἱοῦ, εἰ μὴ ἐπὶ ἰδιοκτήτῳ πράγματι, οὐ συνίσταται πρᾶσις. καὶ ὅτι ἄνευ τιμήματος οὐκ ἐστι πρᾶσις.
3
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Οἱ πωλοῦντες καὶ οἱ ἀγοράζοντες, ἐὰν διχονοῶσι περὶ τὸ τίμημα ἢ τὸ πρᾶγμα ἢ τὴν ὕλην, οὐκ ἔρῥωται ἡ πρᾶσις. τυχὸν γὰρ ἐγὼ πέτρον ἐνόμιζον πωλεῖν, καὶ σὺ παῦλον ἀγοράζειν· ἢ χαλκὸς ἀντὶ χρυσοῦ ἐπωλεῖτο. Ἡ δὲ περὶ τὴν προσηγορίαν τοῦ πιπρασκομένου πλάνη οὐ βλάπτει τὸ συνάλλαγμα. εἰ δὲ ὄξος ἀπὸ οἴνου, οὐ μὴν σκευαστὸν, ἀντὶ οἴνου πραθῇ, ἔῤῥωται ἡ πρᾶσις. Καὶ ἐὰν ἧττον δόκιμός ἐστιν ὁ πραθεὶς χρυσὸς παρ᾽ ὃ ὁ ἀγοραστὴς ἤλπιζεν, ἔῤῥωται ἡ πρᾶσις.
4
pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ἐὰν κελευσθεὶς ὁ δοῦλός μου τοὺς ὅρους ὑποδεῖξαι τοῦ πραθέντος ἀγροῦ πλέον ὑποδείξῃ ἢ κατὰ δόλον ἢ ἄγνοιαν, οὐ προκρίνει με΄.
5
pr.Ἐν δὲ τῷ ιε κεφ. Ὅπερ ἐπώλησα οὐ γίνεται τοῦ λαβόντος, εἰ μὴ δοθῇ τὸ τίμημα ἢ ἱκανοδοσία, ἢ χάριν· ἱκανοδοσίας καταπιστεύσω τῷ ἀγοραστῇ.
6
pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ὁ ἐξ οἰουδήτινος ἀγοράζων νομίζων αὐτὸν δεσπότην, καλῇ πίστει ἀγοράζει· οὐ μὴν ὁ ἀγοράζων παρὰ ἀνήβου χωρὶς αὐθεντίας τοῦ ἐπιτρόπου, ἢ ἐν εἰδήσει σὺν αὐθεντίᾳ τοῦ πλαστοῦ ἐπιτρόπου.
7
pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν δοῦλος κλέψῃ τὶ τοῦ πεκουλίου καὶ περιέλθῃ εἰς τὸν ἀγοραστὴν, χώρα τῇ ἀγωγῇ τῇ ἀπαιτούσῃ τὸ κλαπὲν πρᾶγμα, καὶ τῇ περὶ ἀποκρυβῆς ἀγωγῇ καὶ τῇ ἐκδικούσῃ τὸ τοῦ πραθέντος τίμημα.
8
pr.Ἐν δὲ τῷ λ ' κεφ. Ὁ τίμημα μὲν ὁρίσας, κατὰ δὲ δωρεὰν μέλλων αὐτὸ μὴ ἀπαιτεῖν, οὐ δοκεῖ πιπράσκεινε.
9
pr.Ἐν δὲ τῷ λβ ' κεφ. Εἰ μὲν εἰς τὸ παντελὲς γένηται πρᾶσις δωρεᾶς αἰτίᾳ, οὐκ ἔῤῥωται. εἰ δὲ δωρεᾶς αἰτίᾳ πραθῇ τι ἥττονος τιμήματος, ἰσχύει. μεταξὺ δὲ ἀνδρὸς καὶ γυναικὸς οὐδὲ τοῦτο ἔῤῥωται, ἀλλὰ ἄκυρος ἡ πρᾶσις.
10
pr.Ἐν δὲ τῷ λδ κεφ. Ἐὰν πωλήσας ἀγρὸν παρεχώρησα ὕδωρ, καὶ ὁδὸν χρεωστῶ.
11
pr.Ἐν δὲ τῷ λέ κεφ. Τὰ εἰς ἔπαινον τοῦ πιπρασκομένου λεγόμενα παρὰ τοῦ πράτου, εἰ μὲν φαίνονται, οὐκ ἐνοχοποιοῦσιν αὐτόν· οἷον ὅτι εὐειδής ἐστιν ὁ δοῦλος ἢ καλῶς ὁ οἶκος ἔκτισται. εἰ δὲ εἴποι γεγραμματισμένον ἢ τεχνίτην εἶναι, τοιοῦτον δίδωσιν, ὡς κατὰ τοῦτο πλείονος πωλήσας.
12
pr.Ἐν δὲ τῷ λθ ' κεφ. Οὐδεὶς ἐκ τοῦ παρ᾽ αὐτοῦ χειριζομένου ὀφφικίου ἀγοράζειν τὶ δύναται δι ἑτέρου ἢ δι ἑαυτοῦ· ἐπεὶ καὶ τοῦ πράγματος ἐκπίπτει καὶ εἰς τὸ τετραπλοῦν ἐνάγεται. ὑπεξαιροῦνται δὲ οἱ ῥητῶς ἐπιτετραμμένοι.
13
pr.Ἐν δὲ τῷ να κεφ. Ὁ πράττων ὀφφίκιον ἐν ἐπαρχίᾳ ἢ στρατευόμενος οὐ δύναται ἀκίνητον ἀγοράζειν ἐν αὐτῇ, εἰ μὴ πατρῷον ' παρὰ τοῦ δημοσίου.
14
pr.Ἐν δὲ τῷ ξέ κεφ. Ὁ ἀγοραστὴς τοῖς δικαίοις τοῦ πράτου κέχρηται, κἂν τῇ νομῇ αὐτοῦ πρὸς τὴν τοῦ μακροῦ χρόνου παραγραφήν.
15
pr.Ἐν δὲ τῷ οα΄ κεφ. Μηδεὶς βαπτέτω ἢ πιπρασκέτω πορφύραν, μήτε ἐν μετάξῃ μήτε ἐν ἐρίῳ. ὁ δὲ πωλήσας καὶ δημεύεται καὶ κεφαλικῶς τιμωρεῖται. Ὁμοίως δὲ καὶ ὁ ἀγοράσας σῖτον ἐκ τοῦ δημοσίου κανόνος ἢ πωλήσας κεφαλικῶς τιμωρεῖται.
16
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Μηδεὶς εἰς τὸ βαρβαρικὸν ἀπαγέτω οἶνον ἢ ἔλαιον ἢ γάρον, μήτε τοῦ γεύσασθαι ἕνεκεν, μηδὲ ἐπὶ τῇ χρήσει αὐτῶν τῶν ἐμπόρων. Μήτε δὲ ὅπλα ἢ σίδηρον πιπρασκέτω. ὁ δὲ παρὰ ταῦτα ποιήσας τὶ δημευέσθω καὶ κεφαλικῇ ὑποκείσθω τιμωρίᾳ.
17
pr.Ἐν δὲ τῷ οἱ κεφ. Εἴ τις διὰ τὴν πολλὴν πενίαν καὶ τὴν ἔνδειαν τῆς τροφῆς ἕνεκεν τὸν υἱὸν ἢ τὴν θυγατέρα πωλήσει, ἔῤῥωται ἡ πρᾶσις. ἐπὶ τούτῳ δὲ μόνον ἔῤῥωται, ἐφ᾽ ᾧ τὸν ἀγοράσαντα μὴ ἄλλως ἀναγκάζεσθαι ἀποδοῦναι ταῦτα τὰ πρόσωπα, ἐὰν μὴ ἢ τὸ τίμημα λάβῃ, ὅσου εἰσὶν ἄξια νῦν, ἢ ἀνδράποδον αὐτοῖς ὅμοιον. ἐξέστω γὰρ αὐτῷ τῷ πεπρακότι ἢ τῷ πραθέντι ἢ εἴ τινι δήποτε ἑτέρῳ εἰς τὴν ἰδίαν εὐγένειαν αὐτὸν ἐπαναλαβεῖν· μόνον ἐὰν ἢ τὸ τίμημα προσφέρῃ, ὅσον ἰσχύει νῦν ὁ πραθεὶς, ἢ ἀνδράποδον ὑπὲρ τούτου παράσχῃ. εἰ γὰρ καὶ πένης ἦν, εἶχε δὲ τὸν τρέφοντα αὐτὸν ὡς διὰ τὸ εὐσεβὲς, οὐ καλῶς πιπράσκει. ἡ γὰρ διάταξίς φησιν ' ὡς εἰ μὴ πάντα συνδράμωσιν, οὐκ ἔῤῥωται ἡ πρᾶσις.
18
pr.Ἐν δὲ τῷ νδ΄ κεφ. Συνεφώνησα τόσους κεράμους ποιῆσαι τοῦ νομίσματος. εἰ μὲν σή ἐστιν ἡ ὕλη, ἐξ ἧς γίνονται, πρᾶσίς ἐστιν· εἰ δὲ ἐγὼ δέδωκα αὐτὴν, μίσθωσίς ἐστιν. ἐπὶ μὲν γὰρ τῆς πράσεως ἡ δεσποτεία τῆς ὕλης ἀμείβεται· ἐπὶ δὲ τῆς μισθώσεως τοῦ αὐτοῦ μένει.
19
pr.Ἀνάγνωθι καὶ βι. ί τί. β΄ κεφ. λγ ', ἐν ᾧ φησι· Παλαιῶν νόμων κωλυόντων τοὺς ἄρχοντας ἀγοράζειν τὶ παρὰ τῶν ἰδίων ἐπαρχεωτῶν, καὶ διατάξεως τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν τοῦτον τὸν νόμον ἀνανεωσάσης, τῆς ἀνηνεγμένης ἐν τῷ α΄ βιβλίῳ τοῦ κώδικος, ἡ προκειμένη διάταξις γενικώτερον νομοθετεῖ, ἵνα κἂν ταξεώτης ἢ ἄλλος τὶς οἱονδήποτε μεταχειρίζων ὀφφίκιον ἀγοράσῃ πρᾶγμα ἐν ἐκείνῃ τῇ ἐπαρχίᾳ ἢ τῷ τόπῳ, ἐν ᾧ χειρίζει τὸ ὀφφίκιον, τοῦ πεπρακότος εὐλαβηθέντος αὐτὸν καὶ διὰ τοῦτο πωλήσαντος, ἵνα καὶ τὸ ἀγορασθὲν ἀναδιδῶται πρᾶγμα, καὶ τὸ τίμημα κερδαίνῃ ὁ πεπρακώς.
20
pr.Ἀνάγν. καὶ τι. γ΄ κεφ. λς, ἐν ᾧ φησιν. Ὁ πράτης ἐφ᾽ οἷς λέγει πρὸς ἔπαινον τοῦ πιπρασκομένου οὐκ ἐνέχεται, εἰ μὴ ἀπάτῃ τοῦ ἀγοραστοῦ εἶπε· τότε γὰρ ἡ περὶ δόλου ἁρμόζει.
21
pr.Ἀνάγν. καὶ τί. δ΄ κεφ. ις ' θεμ. δ΄, ἐν ᾧ φησιν· Ἐπὶ τῆς πράσεως καὶ τῆς ἀγορασίας ἔξεστι κατὰ φύσιν ἀλλήλους ἐν τῷ τιμήματι περιγράφειν τοὺς συναλλάσσοντας.
22
pr.Ἀνάγν. καὶ βι. νς τί. β΄ κεφ. μά, ἐν ᾧ φησιν· Ἐὰν ἄρχων ἐπαρχίας ἢ ἄλλως διοικῶν αὐτὴν ἀγοράσῃ τὶ ἐν αὐτῇ, κἂν διὰ μέσου, τῆς πράσεως ἀκυρουμένης ἐκδικεῖται τὸ πρᾶγμα καὶ ἡ τιμὴ τῷ δημοσίῳ εἰσκομίζεται. τῷ δὲ διοικοῦντι οὐδὲ πλοῖον ἔξεστιν ἐν αὐτῇ κατασκευάζειν.
23
pr.Ἀνάγν. καὶ βι. ξ ' τί. μή κεφ. α΄, ἐν ᾧ φησιν· Δύναται τὸν ἀπόντα δοῦλον πωλεῖν ὁ δεσπότης, οὐ μὴν τὸν φυγάδα. και λῶς δὲ ἐντέλλεταί τινι ζητῆσαι τὸν φυγάδα καὶ ἔχειν ἠγορασμένον καὶ ἑτέρῳ· πωλῆσαι. οἱ γὰρ τὴν φυγὴν τῶν ἰδίων δούλων πωλοῦντες ὑπόκεινται τῷ νόμῳ.
24
pr.Καὶ ἐν τῷ ί κεφ. Ὅτι τὸν μὲν ἐν φυγῇ δοῦλον οὔτε πωλεῖν δύναταί τις οὔτε δωρεῖσθαι οὔτε ἀγοράζειν. ἀλλ᾽ ὁ ἓν ἐκ τούτων ποιήσας ὑπόκειται τῷ νόμῳ τῷ περὶ ἀνδραποδισμοῦ, ὑπεξῃρημένου συγκληρονόμου. οὗτοι γὰρ ἐν τῷ διαιρεῖσθαι τὰ ἐπίκοινα πράγματα ἀνάγκην ἔχουσι καὶ περὶ τοῦ ὄντος ἐν φυγῇ οἰκέτου συμφωνεῖν, ὥστε τοῦδε αὐτὸν εἶναι. δυνατὸν δὲ οὕτω πρᾶσιν συμφωνηθῆναι, ὑπὸ αἵρεσιν τυχὸν, ὅτι ἐὰν εὑρεθῇ, πιπράσκω σοι αὐτὸν τοσῶνδε νομισμάτων.
25
pr.Ἀνάγν. καὶ τί. ις ' τοῦ ιθ΄ τούτου βιβλίου, ἐν ᾧ φησι περὶ ἐπιτρόπου καὶ κουράτωρος.