JGR V 1.2
Περὶ ἀγνοίας νόμου ἢ φάκτου, καὶ τίνες βοηθοῦνται ἐξ αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. β΄ τί. δ΄, οὗ ἐν τῷ α΄ κεφ. φησίν· Ἡ ἄγνοια ἢ φάκτου ἢ νόμου ἐστίν. ἐὰν γάρ τις ἀγνοήσῃ τελευτῆσαι τὸν συγγενῆ αὐτοῦ, οὐ τρέχει ὁ χρόνος τῆς διακατοχῆς. εἰ δὲ γινώσκει μὲν αὐτὸν τελευτῆσαι ἢ καὶ τυχὸν διαθέσθαι εἰς αὐτὸν, ἀγνοεῖ δὲ ἐξ ἀδιαθέτου ἁρμόζειν αὐτῷ ἢ ἐκ διαθήκης διακατοχὴν, τρέχει ὁ χρόνος. περὶ γὰρ τὸν νόμον πλανᾶται. τὸ αὐτό ἐστι, κἂν ὁ ὁμοπάτριος ἀδελφὸς νομίζῃ προτιμᾶσθαι αὐτοῦ τὴν μητέρα.
2
pr.Ἐν δὲ τῷ γ '. κεφ. Τὴν τοῦ φάκτου ἄγνοιαν τοῦ ἀπολλυμένου καὶ τοῦ λίαν ἀμελοῦς οὐ προσδεχόμεθα.
3
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἡ τοῦ νόμου ἄγνοια τοὺς μὲν ἀπαιτοῦντας τὰ ἴδια οὐ βλάπτει· ἐπὶ δὲ κέρδει οὐ συμβάλλεται.
4
pr.Ἐν δὲ τῷ ἡ κεφ. Ἡ τοῦ φάκτου ἄγνοια καὶ ἀνδράσι καὶ γυναιξὶ βοηθεῖ ἐπὶ κέρδους καὶ ζημίας. ἡ δὲ τοῦ νόμου ἄγνοια ἐπὶ κέρδους οὔτε γυναιξὶ βοηθεῖ, ἐπὶ ζημίας δὲ οὐδένα βλάπτει θέλοντα τὸ ἴδιον ἀπαιτῆσαι.
5
pr.Ἐν δὲ τῷ θ ' κεφ. Κανονικῶς ἡ μὲν τοῦ φάκτου ἄγνοια οὐδένα βλάπτει· ἡ δὲ τοῦ νόμου πάντας βλάπτει, πλὴν τῶν ἀφηλίκων καὶ ἔν τισι τῶν γυναικῶν, ἔνθα μή ἐστιν ἁμάρτημα, ἀλλὰ νόμου ἄγνοια. ὁ γὰρ ἀφήλιξ δανείσας ὑπεξουσίῳ βοηθεῖται. Καὶ ὅτι ἡ τοῦ νόμου ἄγνοια τότε οὐ συμβάλλεται, ὅταν τὶς εἶχε τοὺς ὀφείλοντας ἐρωτηθῆναι τὸν νόμον, ἢ αὐτὸς διὰ τῆς οἰκείας φρονήσεως ἐγίνωσκεν. ὁ γὰρ εἰδέναι δυνάμενος ἐκ τῆς ἀγνοίας τοῦ νόμου βλάπτεται· ὅπερ σπανίως δεχόμεθα.
6
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἡ τοῦ φάκτου ἄγνοια τοῖς τμηθεῖσιν οὐ συμβάλλεται φάκτοις.
7
pr.Ἐν δὲ τῷ κα κεφ. Μηδεὶς ἀγνοείτω ἢ ἀποπροσποιείτω διατάξεις βασιλικάς.